← 爱比克泰德

谈话录

§3.17.1-3.17.9

怨恨天意的不公与对外在事物的错误判断

爱比克泰德指出,即便不义之人获得了财富,但在德性与品格上占优者已拥有了更好的事物,因而不应怨恨天意;同时告诫人们不要向外在客观事实随意添加善恶的偏见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17.1

ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ, ὅτι κατὰ λόγον γέγονεν.

当你责怪天意时,请回心自省,你就会明白:事情发生得完全合乎理性。

§3.17.2

ναί, ἀλλʼ ὁ ἄδικος πλέον ἔχει. ἐν τίνι; ἐν ἀργυρίῳ· πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει,1 ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυμαστόν;

“是的,但不义之人得到了更多。” 在何事上?在钱财上;因为就此而言他胜过你,在于他奉承献媚、不知廉耻、彻夜不眠。这有什么奇怪的?

§3.17.3

ἀλλʼ ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις· ἀλλʼ ὅπου κρείττων,2 ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα.

但你且看那一面:在忠诚上他是否比你拥有更多,在谦逊自持上是否比你拥有更多。你绝找不到这样的事;相反,凡是你胜过他的地方,你都会发现是自己拥有得更多。

§3.17.4

κἀγώ ποτʼ εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθελες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; — μὴ γένοιτο, φησίν, ἐκείνη ἡ ἡμέρα. —

我也曾对一个因菲洛斯托耳戈斯享福得势而愤愤不平的人说:“你愿意和苏拉同寝吗?”—— “但愿那一天的到来,”他说,“绝不可能!”

§3.17.5

τί οὖν ἀγανακτεῖς, εἰ λαμβάνει τι ἀνθʼ οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τούτων, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; ὡμολόγει. τί οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον;

——“既然他拿东西卖了钱换来回报,你又为何愤愤不平呢?或者,一个人是通过你唯恐避之不及的手段来获取那些东西的,你怎么反而称赞他有福呢?又或者,如果天意把更好的东西赋予更好的人,天意又做错了什么呢?难道谦逊知耻不比富有更好吗?”他承认确实如此。“既然如此,朋友,你既然拥有了更好的东西,又为何愤慨呢?”

§3.17.6

μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν,3 ἐν ᾧ κρείττων ἐστίν, καὶ οὐδέποτʼ ἀγανακτήσετε.

因此,请始终牢记并随时备在手边:优者在其所优之处比劣者获得更多,这是自然的法则;这样你就永远不会愤愤不平了。

§3.17.7

ἀλλʼ ἡ γυνή μοι κακῶς χρῆται. καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε ἡ γυνή μοι κακῶς χρῆται. ἄλλο οὖν οὐδέν;

“可是我妻子待我很刻薄。” 很好。若是有人问你这是怎么回事,你就说: “我妻子待我很刻薄。” “那么,再没有别的了?”

§3.17.8

οὐδέν. ὁ πατήρ μοι οὐδὲν δίδωσιν. ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι;4

“没有了。” “我父亲什么也没给我。” 难道必须从内心往这件事上添加一笔,谎称“这是件坏事”吗?

§3.17.9

διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐροήσομεν.

因此,所当摒弃的不是贫穷,而是关于贫穷的观念,唯有如此,我们才能生活顺遂畅达。

语法注4 条
  1. 3.17.2πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅτι κολακεύει

    介词短语 πρὸς τοῦτο(“就此而言”)被其后的 ὅτι 从句(ὅτι κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ)作为同位语或因果说明进行具体化。指示代名词 τοῦτο 先行指出了后面所列举的具体行为。

  2. 3.17.3ἀλλʼ ὅπου κρείττων

    在由关系副词 ὅπου 引导的从句中,省略了第二人称主语 σὺ 和系动词 εἶ(即“凡在[你]占优的地方”)。该从句与主句中的 ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα(“在那里你都会发现是自己拥有得更多”)形成呼应。

  3. 3.17.6νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν

    省略了系动词 ἐστί 的判断句。νόμος οὗτος φυσικός 作为表语(“这是自然的法则”),而带不定式的宾格结构 τὸν κρείττονα ... πλέον ἔχειν(“优者……获得更多”)则作为实质上的主语,或作为同位语用以说明 οὗτος。

  4. 3.17.8ὅτι δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προσθεῖναι καὶ προσκαταψεύσασθαι;

    反问句。从句 ὅτι κακόν ἐστιν(“这是坏事”)为名词性从句,被主句中的复指代词 τοῦτο 所承接。αὐτῷ(“对此事”)指代前文所述的客观事实(“我父亲什么也没给我”),整句话质问为何要从内心(ἔσωθεν)给纯然中性的外部事实妄加恶名。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.17.1-3.17.9