- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.15.1-3.15.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,在投身于竞技或哲学等重大事业之前,必须深思熟虑其前因与后果,要求人们专一于内在的修养而非如孩童或猿猴般轻浮模仿,并引述了鲁福斯关于加尔巴之死的轶事。
ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα καὶ οὕτως ἔρχου ἐπʼ αὐτό. εἰ δὲ μή, τὴν μὲν πρώτην1 ἥξεις προθύμως ἅτε μηδὲν τῶν ἑξῆς ἐντεθυμημένος, ὕστερον δʼ ἀναφανέντων τινῶν αἰσχρῶς ἀποστήσῃ.
在每项事业中,都要考察先决条件与后续结果,然后再着手进行。否则,起初你会热心前往,因为对随后的事情全无考虑,但后来当某些困境显露时,你便会可耻地退缩。
θέλω Ὀλύμπια νικῆσαι. ἀλλὰ σκόπει τὰ καθηγούμενα αὐτοῦ καὶ τὰ ἀκόλουθα· καὶ οὕτως ἄν σοι λυσιτελῇ, ἅπτου τοῦ ἔργου.
“我想在奥林匹亚赛会上获胜。” 但是请考察它的前因与后果;如此,若它对你有益,再去着手这项事业。
δεῖ σε εὐτακτεῖν, ἀναγκοφαγεῖν, ἀπέχεσθαι πεμμάτων, γυμνάζεσθαι πρὸς ἀνάγκην, ὥρᾳ τεταγμένῃ, ἐν καύματι, ἐν ψύχει· μὴ ψυχρὸν πίνειν, μὴ οἶνον ὅτʼ ἔτυχεν· ἁπλῶς ὡς ἰατρῷ παραδεδωκέναι σεαυτὸν τῷ ἐπιστάτῃ·
你必须守纪律、强行进食、戒绝甜点、在规定时刻按要求锻炼,无论酷暑还是严寒;不能饮冷水,也不能随意饮酒;简而言之,你必须把自己交付给教练,如同交付给医生一样。
εἶτα ἐν τῷ ἀγῶνι παρορύσσεσθαι,2 ἔστιν ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολλὴν ἁφὴν καταπιεῖν, μαστιγωθῆναι· καὶ μετὰ τούτων πάντων ἔσθʼ ὅτε νικηθῆναι.
然后,在比赛中你要被沙尘掩埋,有时甚至手腕脱臼、扭伤脚踝、吞下大量尘土、遭受鞭打;而在经历这一切之后,有时仍然落败。
ταῦτα λογισάμενος, ἂν ἔτι θέλῃς, ἔρχου ἐπὶ τὸ ἀθλεῖν· εἰ δὲ μή, ὅρα ὅτι ὡς τὰ παιδία ἀναστραφήσῃ, ἃ νῦν μὲν ἀθλητὰς παίζει, νῦν δὲ μονομάχους, νῦν δὲ σαλπίζει, εἶτα τραγῳδεῖ ὅ τι ἂν ἴδῃ καὶ θαυμάσῃ.
权衡了这些之后,如果你依然愿意,再去从事竞技;否则,你要看到,你将像小孩子们那样行事,他们时而扮作竞技运动员,时而扮作角斗士,时而吹号,然后模仿他们看见并钦羡的一切来演悲剧。
οὕτως καὶ σὺ νῦν μὲν ἀθλητής, νῦν δὲ μονομάχος, εἶτα φιλόσοφος, εἶτα ῥήτωρ, ὅλῃ δὲ τῇ ψυχῇ οὐδέν, ἀλλʼ ὡς ὁ πίθηκος πᾶν ὃ ἂν ἴδῃς μιμῇ καὶ ἀεί σοι ἄλλο ἐξ ἄλλου ἀρέσκει, τὸ σύνηθες δʼ ἀπαρέσκει.
同样,你也是时而是竞技运动员,时而是角斗士,接着是哲学家,接着又是修辞学家,但在整个灵魂中什么也不是;相反,你就像猿猴一样模仿所见到的一切,并且总是喜欢一件又一件新事物,而厌弃熟悉的事物。
οὐ γὰρ μετὰ σκέψεως ἦλθες ἐπί τι οὐδὲ περιοδεύσας ὅλον τὸ πρᾶγμα οὐδὲ βασανίσας, ἀλλʼ εἰκῇ καὶ κατὰ ψυχρὰν ἐπιθυμίαν.
因为你并不是经过深思熟虑才从事某事,也没有周全地审察全貌或加以检验,而是漫无目的、全凭一时冷淡的冲动。
οὕτως τινὲς ἰδόντες φιλόσοφον καὶ ἀκούσαντές τινος οὕτως λέγοντος, ὡς Εὐφράτης λέγει (καίτοι τίς οὕτως δύναται εἰπεῖν ὡς ἐκεῖνος;), θέλουσιν καὶ αὐτοὶ φιλοσοφεῖν.
同样,有些人见到一位哲学家,听到有人如欧夫拉特那样演说(尽管谁能说得像他那样好?),他们自己也想去从事哲学。
ἄνθρωπε, σκέψαι πρῶτον τί ἐστι τὸ πρᾶγμα, εἶτα καὶ τὴν σαυτοῦ φύσιν, τί δύνασαι βαστάσαι. εἰ παλαιστής, ἰδού σου τοὺς ὤμους, τοὺς μηρούς, τὴν ὀσφῦν.
人啊,首先考察这桩事业究竟是什么,然后再考察你自己的本性,你能承受什么。如果你想做摔跤手,看看你的肩膀、大腿和腰部吧。
ἄλλος γὰρ πρὸς ἄλλο τι πέφυκεν. δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι, ὁμοίως δυσαρεστεῖν;
因为不同的人生来适合不同的事。你以为一边照常做这些事,一边还能从事哲学吗?你以为你能照旧吃喝、照旧发怒、照旧抱怨吗?
ἀγρυπνῆσαι δεῖ, πονῆσαι, νικῆσαί τινας ἐπιθυμίας, ἀπελθεῖν ἀπὸ τῶν οἰκείων, ὑπὸ παιδαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων καταγελασθῆναι, ἐν παντὶ ἔλασσον ἔχειν, ἐν ἀρχῇ, ἐν τιμῇ, ἐν δίκῃ.
你必须彻夜不眠、辛劳劳作、克制某些欲望、离开亲友、被侍童鄙视、被路人嘲笑、在一切事上处于劣势——在职位上、在荣誉上、在诉讼中。
ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν,3 ἐλευθερίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος.
周密考虑了这些之后,如果你认为合适,如果你愿意用这些换取无动于衷的从容、自由与安宁,你就走上前去吧。否则,切莫靠近;不要像小孩子一样,时而是哲学家,后来是税吏,接着是修辞学家,接着又是凯撒的管家。
ταῦτα οὐ συμφωνεῖ· ἕνα σε δεῖ ἄνθρωπον εἶναι ἢ ἀγαθὸν ἢ κακόν· ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὰ ἐκτός· ἢ περὶ τὰ ἔσω φιλοπονεῖν ἢ περὶ τὰ ἔξω· τοῦτʼ ἔστι φιλοσόφου στάσιν ἔχειν ἢ ἰδιώτου.
这些是无法协调的。你必须做一个专一的人,或善或恶;你必须要么修养自己的主导理性,要么修养身外之物;要么在内在事物上下功夫,要么在外在事物上下功夫;这就是说,要么保持哲学家的立场,要么保持俗人的立场。
Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται;· ὁ δὲ μὴ παρέργως ποτʼ, ἔφη, ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;4
当加尔巴被刺杀时,有人对鲁福斯说: “现在宇宙是由摄理统治的吗?” 鲁福斯回答道: “难道我曾漫不经心地以加尔巴为据来论证宇宙是由摄理统治的吗?”
- 3.15.1τὴν μὲν πρώτην
副词性宾格(承袭了省略阴性名词如 ὁδόν 的习语结构),意为“起初”或“一开始”。
- 3.15.4παρορύσσεσθαι
中间态或被动态不定式,指在角斗/摔跤沙坑中“被掘起的沙土扬在身上”或“被沙尘覆盖”,与后面的不定式(ἐκβαλεῖν, στρέψαι, καταπιεῖν, μαστιγωθῆναι, νικηθῆναι)一起受 δεῖ 支配。
- 3.15.12ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν
动词 ἀντικαταλλάσσομαι(换取、交换)支配表示代价的属格(τούτων,“以这些[劳苦屈辱]为代价”),以及表示所获得之物的宾格(ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν)。
- 3.15.14μὴ παρέργως ποτʼ, ἔφη, ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;
由预料否定回答的疑问词 μή 引导的修辞反问句:“难道我曾漫不经心地凭借加尔巴(的下场)来论证宇宙是由摄理统治的吗?”,意在断然否认自己曾把摄理的证明建立在加尔巴个人的荣辱生死之上。
