- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.14.1-3.14.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节斥责那些依附群体并夸耀苦修的人,指出应当拔除自负与怀疑这两大弊病,并论证人的真正卓越在于美德而非出身或官职。
ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύνανται.
正如拙劣的悲剧演员不能独唱,而只能与众人合唱一样,有些人也不能独自散步。
ἄνθρωπε, εἴ τις εἶ,1 καὶ μόνος περιπάτησον καὶ σαυτῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου.
人啊,如果你算得上什么人物,就独自散步吧,与自己对话,不要躲藏在合唱队里。
σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.
有时不妨经受嘲弄,四下环顾,受些震动,好让你知道自己究竟是谁。
ὅταν τις ὕδωρ πίνῃ ἢ ποιῇ τι ἀσκητικόν, ἐκ πάσης ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας.
每当有人喝水或进行某种苦修操练时,他便借一切由头对所有人说这件事:
ἐγὼ ὕδωρ πίνω. διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρωπε, εἴ σοι λυσιτελεῖ πίνειν, πῖνε· εἰ δὲ μή, γελοίως ποιεῖς.
“我在喝水。” 难道你喝水就是为了这个,只是为了喝水这件事本身吗?人啊,如果喝水对你有益,你就喝;如果无益,你的所作所为就很可笑。
εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;
如果这对你有益而你喝了,在那些对世人横加责难的人面前请保持沉默。怎么?难道你想讨好正是这些人吗?
τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατʼ οἰκονομίαν, τὰ δὲ κατὰ συμπεριφοράν, τὰ δὲ κατʼ ἔνστασιν.
在所行的事中,有些是作为首要目的而行的,有些是根据情势而行的,有些是出于妥善安排,有些是出于随顺迁就,有些则是出于坚定对抗。
δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων,2 οἴησιν καὶ ἀπιστίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖσθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι εὐροεῖν τοσούτων περιεστηκότων.
应当从人身上拔除这两样东西:自负与怀疑。自负是以为自己不再需要任何东西,而怀疑则是认为在如此多的困境环绕之下不可能过上顺畅的生活。
τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δʼ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον.3 οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη· καὶ σχεδὸν τὸ φιλοσοφεῖν τοῦτʼ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.
自负是由反驳与质询拔除的,而这正是苏格拉底首先做的事;至于这件事并非不可能,你当考察并探求。这番探求丝毫不会损害你;而且进行哲学思考大体上就是这个:探求如何能够毫无阻碍地运用欲望与回避。
κρείσσων εἰμὶ σοῦ· ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν. ἄλλος λέγει ἐγὼ δεδημάρχηκα, σὺ δʼ οὔ.
“我比你强,因为我父亲是前执政官。” 另一人说: “我当过保民官,而你没有。”
εἰ δʼ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι ὁ πατήρ μου ὠκύτερος ἦν ἢ ὅτι ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον ἢ ὅτι κομψὰ περιτραχήλια; εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι ἔστω ταῦτα, τρέχωμεν οὖν;
倘若我们是马,你难道会说: “我的父亲跑得更快”,或者说: “我有许多大麦和草料”,或者说: “我有华丽的马项圈”? 那么,当你这样说时,如果我说: “就算如此吧,那我们赛跑如何?”
ἄγε, ἐπʼ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφʼ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσεται ὁ χείρων καὶ ὁ κρείττων; μήποτʼ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη;4
来吧,难道在人身上就没有像马赛跑那样的东西,用以辨识优劣吗?难道不正是羞耻心、信义、正义吗?
τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵνʼ ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι μεγάλα λακτίζω, ἐρῶ σοι κἀγὼ ὅτι ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖς.
在这几样上证明你自己更优秀吧,好让你作为人而更优秀。如果你对我说: “我踢人很重”,我也将对你说: “你是在为一头驴子的能耐而自豪。”
- 3.14.2ἄνθρωπε, εἴ τις εἶ
条件从句中的不定代名词 τις 带有评价色彩的习惯用法,意指“某位有价值的人物”或“一个真正的人”,而非单纯表示存在判断(“如果你是谁”)。
- 3.14.8δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων
不定式 ἐξελεῖν 用作命令性或祈使性不定式,省略了如 δεῖ 等无人称动词,表达规范性判定:“必须从人身上拔除这两样东西”。
- 3.14.9ὅτι δʼ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον
由连词 ὅτι 引导的名词从句作为主句祈使动词 σκέψαι καὶ ζήτησον 的前置宾语,用于在结构上突出并对比所要探讨的论题。
- 3.14.13μήποτʼ ἐστὶν αἰδώς, πίστις, δικαιοσύνη;
μήποτε 与直陈式现在时连用,表示谨慎的推测或反诘(“难道不正是……”、“或许是……”)。承接前面的问句,委婉地提出用以识别人之卓越性的真正美德标准。
