- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.13.12-3.13.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述神之理性所赐的内在和平与归于元素的死亡观,告诫人不要畏惧孤独而要学会自足,并告诫初学者切勿急于扮演智者教导他人,而当以躬行实践来展现德性。
ταύτην τὴν εἰρήνην τις ἔχων κεκηρυγμένην οὐχ ὑπὸ τοῦ Καίσαρος (πόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;),1 ἀλλʼ ὑπὸ τοῦ θεοῦ κεκηρυγμένην διὰ τοῦ λόγου οὐκ ἀρκεῖται, ὅταν ᾖ μόνος, ἐπιβλέπων καὶ ἐνθυμούμενος νῦν ἐμοὶ κακὸν οὐδὲν δύναται συμβῆναι, ἐμοὶ λῃστὴς οὐκ ἔστιν, ἐμοὶ σεισμὸς οὐκ ἔστιν, πάντα εἰρήνης μεστά, πάντα ἀταραξίας· πᾶσα ὁδός, πᾶσα πόλις, πᾶς σύνοδος, γείτων, κοινωνὸς ἀβλαβής. ἄλλος παρέχει τροφάς, ᾧ μέλει, ἄλλος ἐσθῆτα, ἄλλος αἰσθήσεις ἔδωκεν, ἄλλος προλήψεις.
一个人拥有这并非由恺撒宣布(因为他从何处能宣布这一和平?),而是由神通过理性宣布的和平,当他独处时,审视并思索着以下之事,难道还不自满自足吗?“如今对我而言不可能发生任何祸事,对我而言既无强盗,亦无地震,一切皆充盈着和平,一切皆充盈着宁静。每一条道路、每一座城邦、每一位同行者、邻人与同伴皆无害。另有一位眷顾者提供食物,另有一位提供衣物,另有一位赐予感知,另有一位赐予天赋概念。
ὅταν δὲ μὴ παρέχῃ τἀναγκαῖα, τὸ ἀνακλητικὸν σημαίνει,2 τὴν θύραν ἤνοιξεν καὶ λέγει σοι ἔρχου. ποῦ; εἰς οὐδὲν δεινόν, ἀλλʼ ὅθεν ἐγένου, εἰς τὰ φίλα καὶ συγγενῆ, εἰς τὰ στοιχεῖα.
而当他不提供必需品时,他便吹响撤退的号角,打开门对你说: ‘来吧。’” 去何处?并非去往任何可怕之地,而是去往你出生之地,去往亲近且同质之物,去往诸元素。
ὅσον ἦν ἐν σοὶ πυρός, εἰς πῦρ ἄπεισιν, ὅσον ἦν γῃδίου, εἰς γῄδιον, ὅσον πνευματίου, εἰς πνευμάτιον, ὅσον ὑδατίου, εἰς ὑδάτιον. οὐδεὶς Ἅιδης οὐδʼ Ἀχέρων οὐδὲ Κωκυτὸς οὐδὲ Πυριφλεγέθων, ἀλλὰ πάντα θεῶν μεστὰ καὶ δαιμόνων;
凡你体内曾有的火,归于火;微薄之土,归于土;微薄之气,归于气;微薄之水,归于水。既无哈得斯,亦无阿刻戎,既无科库托斯,亦无珀利佛勒格同,而是一切都充满神明与精灵。
ταῦτά τις ἐνθυμεῖσθαι ἔχων καὶ βλέπων τὸν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ γῆς ἀπολαύων καὶ θαλάσσης ἔρημός ἐστιν οὐ μᾶλλον ἢ καὶ ἀβοήθητος.
一个有能力思索这些事物、仰望日月星辰、享受大地与海洋的人,正如他并非无助一样,他也并不孤独。
τί οὖν; ἄν τις ἐπελθών μοι μόνῳ ἀποσφάξῃ με; μωρέ, σὲ οὔ, ἀλλὰ τὸ σωμάτιον.
“那又如何?若是有人趁我独处时袭击我并割开我的喉咙呢?” 蠢人,被割的不是你,而是那具微不足道的肉身。
ποία οὖν ἔτι ἐρημία, ποία ἀπορία; τί χείρονας ἑαυτοὺς ποιῶμεν τῶν παιδαρίων; ἅ τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ;3 ἄραντα ὀστράκια καὶ σποδὸν οἰκοδομεῖ τί ποτε, εἶτα καταστρέφει καὶ πάλιν ἄλλο οἰκοδομεῖ· καὶ οὕτως οὐδέποτε ἀπορεῖ διαγωγῆς.
那么,还有何种孤独,何种匮乏可言?我们为何要使自己连小孩子都不如?小孩子们独处时,他们做些什么?他们拾起陶片和灰烬堆建起什么,随后推倒,再重新建造另一个;就这样,他们从未因不知如何度日而困顿。
ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλʼ ἐκεῖνα ὑπʼ ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δʼ ὑπὸ φρονήσεως δυστυχοῦμεν;
那么我呢,如果你们扬帆而去,难道我就要坐着哭泣,因为我被撇下独自一人、陷入这般孤独之中吗?难道我就没有陶片,没有灰烬吗?然而他们出于愚钝做这些事,我们却出于明智而受苦吗?
πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. φέρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύσιν. ἀλλʼ οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄρρωστος, ἵνα ποθʼ ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον· ἀπόσχου ποτὲ παντάπασιν ὀρέξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δʼ εὐλόγως, ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ.
一切巨大的能力对于初学者皆是危险的。因此,应当按照能力承受这些事物,并顺应本性……但对痨病患者却不然。试着像病人一样度日吧,好让你有朝一日能像健康人一样度日。节食,饮水;有时要彻底克制欲望,好让你日后合乎理性地产生欲望。若是合乎理性,当你在自身中拥有某种善时,你自会好好地产生欲望。
οὔ· ἀλλʼ εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώπους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι; θέλεις αὐτοὺς ὠφελῆσαι.
“不,我们想立刻像智者一样生活,并造福他人。” 何种益处?你在做什么?你使你自己受益了吗?但你想勉励他们。你自身受到勉励了吗?你想要造福他们。
δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.4
那就以你自己为例向他们展示哲学能造就何等人,不要胡言乱语。进食时造福与你同席者,饮酒时造福同饮者,顺从所有人,让步,隐忍:以这种方式造福他们,切莫将你自己的痰吐在他们身上。
- 3.13.12πόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;
疑问副词 πόθεν 与与格(αὐτῷ)及不定词(κηρύξαι,不定过去时主动)结合,构成表示不可能性的反问句:“他从何处能宣布这一和平(即他绝无能力宣布)?”
- 3.13.14τὸ ἀνακλητικὸν σημαίνει
τὸ ἀνακλητικόν 原为军事术语,指“撤退的号角/信号”。此处用作隐喻,指神不再供给维生物品而召人离世(即死亡)。
- 3.13.18ἅ τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ;
关系代词 ἅ τινα(中性复数主格,先行词为 παιδαρίων)先置,插入时间从句 ὅταν ἀπολειφθῇ μόνα,后接疑问句 τί ποιεῖ;。从属分句与主句中的动词(ἀπολειφθῇ, ποιεῖ)皆因中性复数主语而遵循单数动词规则,呈现口语化交错结构。
- 3.13.23καὶ μὴ κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα
复合动词 κατεξεράω(向……上呕吐)支配属格补足语(αὐτῶν)。此处以“将自己的痰(φλέγμα)吐在他人身上”这一粗鄙的生理隐喻,告诫人不要将未经消化的哲学信条和未成熟的训诫倾泻在同伴身上。
