← 爱比克泰德

谈话录

§3.13.1-3.13.11

孤独的真正本质与如宙斯般的自足

爱比克泰德将孤独的本质界定为无助与缺乏庇护的状态,而非单纯的形单影只,并主张哲人应当如宙斯般学会与自身相处并自足,获得世俗统治者无法给予的心灵平静。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.1

ἐρημία ἐστὶ κατάστασίς τις ἀβοηθήτου. οὐ γὰρ ὁ μόνος ὢν εὐθὺς καὶ ἔρημος, ὥσπερ οὐδʼ ὁ ἐν πολλοῖς ὢν οὐκ ἔρημος.

孤独乃是无助之人的一种状态。因为独自一人者并不立刻就处于孤独之中,正如身处大众之中者也并非就不处于孤独之中一样。

§3.13.2

ὅταν γοῦν ἀπολέσωμεν ἢ ἀδελφὸν ἢ υἱὸν ἢ φίλον, ᾧ προσαναπαυόμεθα, λέγομεν ἀπολελεῖφθαι ἔρημοι, πολλάκις ἐν Ῥώμῃ ὄντες, τοσούτου ὄχλου ἡμῖν ἀπαντῶντος καὶ τοσούτων συνοικούντων, ἔσθʼ ὅτε πλῆθος δούλων ἔχοντες.

因此,当我们失去我们所依靠的兄弟、儿子或朋友时,我们便说自己被撇在孤独之中了——尽管常常是在罗马,迎面碰见如此多的人群,有如此多的人同住,有时还拥有大批奴隶。

§3.13.3

θέλει γὰρ ὁ ἔρημος κατὰ τὴν ἔννοιαν ἀβοήθητός τις εἶναι1 καὶ ἐκκείμενος τοῖς βλάπτειν βουλομένοις. διὰ τοῦτο, ὅταν ὁδεύωμεν, τότε μάλιστα ἐρήμους λέγομεν ἑαυτούς, ὅταν εἰς λῃστὰς ἐμπέσωμεν. οὐ γὰρ ἀνθρώπου ὄψις ἐξαιρεῖται ἐρημίας, ἀλλὰ πιστοῦ καὶ αἰδήμονος καὶ ὠφελίμου.

因为按照概念,“孤独者”意指某种无助且暴露在企图加害者面前的人。正因如此,当我们在旅途中遭遇强盗时,最常自称陷于孤独。因为并非仅仅看见人就能摆脱孤独,唯有看见忠实、知耻且有助益的人才能摆脱孤独。

§3.13.4

ἐπεὶ εἰ τὸ μόνον εἶναι ἀρκεῖ πρὸς τὸ ἔρημον εἶναι, λέγε ὅτι καὶ ὁ Ζεὺς ἐν τῇ ἐκπυρώσει ἔρημός ἐστι καὶ κατακλαίει αὐτὸς ἑαυτοῦ· τάλας ἐγώ, οὔτε τὴν Ἥραν ἔχω οὔτε τὴν Ἀθηνᾶν οὔτε τὸν Ἀπόλλωνα οὔτε ὅλως ἢ ἀδελφὸν ἢ υἱὸν ἢ ἔγγονον ἢ συγγενῆ.

因为如果独自一人就足以构成孤独,那你尽可以说宙斯在宇宙大火中也是孤独的,并在为自己哀哭: “可怜的我,既无赫拉,又无雅典娜,亦无阿波罗,总之既无兄弟,又无儿子,亦无孙辈与亲族!”

§3.13.5

ταῦτα καὶ λέγουσί τινες ὅτι ποιεῖ μόνος ἐν τῇ ἐκπυρώσει. οὐ γὰρ ἐπινοοῦσι διεξαγωγὴν μόνου καὶ ἀπό τινος φυσικοῦ ὁρμώμενοι, ἀπὸ τοῦ φύσει κοινωνικοῦ εἶναι καὶ φιλαλλήλου καὶ ἡδέως συναναστρέφεσθαι ἀνθρώποις.

有些人甚至说宙斯在大火中独自一人时正是这般表现。因为他们无法构想独处之人的生活方式,他们是从某种自然的倾向出发的,即人天然具有社会性、互爱性,且乐于与人交往相处。

§3.13.6

ἀλλʼ οὐδὲν ἧττον δεῖ τινα καὶ πρὸς τοῦτο παρασκευὴν ἔχειν τὸ δύνασθαι αὐτὸν ἑαυτῷ ἀρκεῖν, δύνασθαι αὐτὸν ἑαυτῷ συνεῖναι·

然而即便如此,人也必须为此做好准备:能够自给自足,能够与自己相处。

§3.13.7

ὡς ὁ Ζεὺς αὐτὸς ἑαυτῷ σύνεστιν καὶ ἡσυχάζει ἐφʼ ἑαυτοῦ καὶ ἐννοεῖ τὴν διοίκησιν τὴν ἑαυτοῦ οἵα ἐστὶ καὶ ἐν ἐπινοίαις γίνεται πρεπούσαις ἑαυτῷ, οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυτοῖς λαλεῖν,2 μὴ προσδεῖσθαι ἄλλων, διαγωγῆς μὴ ἀπορεῖν· ἐφιστάνειν τῇ θείᾳ διοικήσει, τῇ αὑτῶν πρὸς τἆλλα σχέσει· ἐπιβλέπειν, πῶς πρότερον εἴχομεν πρὸς τὰ συμβαίνοντα, πῶς νῦν· τίνα ἐστὶν ἔτι τὰ θλίβοντα· πῶς ἂν θεραπευθῇ καὶ ταῦτα, πῶς ἐξαιρεθῇ· εἴ τινα ἐξεργασίας δεῖται τούτων, κατὰ τὸν αὐτῶν λόγον ἐξεργάζεσθαι.

正如宙斯与自己相处、安于自身、沉思自己的治理究竟如何并沉浸于合宜于自身的思索之中,我们同样必须能够与自己交谈,无求于他人,不为如何度日而困惑: 关注神圣的治理,关注自身对其他事物的关系;审视我们从前对待遭遇之事是何种态度,如今又是何种态度;究竟还有哪些事情在折磨我们;这些事情又该如何医治、如何祛除;若其中有何事需要完善,便依照其自身的理性法则予以完善。

§3.13.9

ὁρᾶτε γάρ, ὅτι εἰρήνην μεγάλην ὁ Καῖσαρ ἡμῖν δοκεῖ παρέχειν, ὅτι οὐκ εἰσὶν οὐκέτι πόλεμοι3 οὐδὲ μάχαι οὐδὲ λῃστήρια μεγάλα οὐδὲ πειρατικά, ἀλλʼ ἔξεστιν πάσῃ ὥρᾳ ὁδεύειν, πλεῖν ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς.

因为你们看,恺撒似乎为我们提供了巨大的和平,以至于不再有战争、战斗、大规模的盗匪和海盗,人们随时皆可出行,从东方航行至西方。

§3.13.10

μή τι οὖν καὶ ἀπὸ πυρετοῦ δύναται ἡμῖν εἰρήνην παρασχεῖν, μή τι καὶ ἀπὸ ναυαγίου, μή τι καὶ ἀπὸ ἐμπρησμοῦ ἢ ἀπὸ σεισμοῦ ἢ ἀπὸ κεραυνοῦ; ἄγε ἀπʼ ἔρωτος; οὐ δύναται. ἀπὸ πένθους; οὐ δύναται. ἀπὸ φθόνου; οὐ δύναται. ἀπʼ οὐδενὸς ἁπλῶς τούτων·

那么,难道他也能从发烧中为我们提供和平吗?难道他能从海难、火灾、地震或雷击中提供和平吗?来,从情欲中能吗?他不能。从悲痛中能吗?他不能。从嫉妒中能吗?他不能。简而言之,他不能使我们免于这一切。

§3.13.11

ὁ δὲ λόγος ὁ τῶν φιλοσόφων ὑπισχνεῖται καὶ ἀπὸ τούτων εἰρήνην παρέχειν. καὶ τί λέγει; ἄν μοι προσέχητε, ὦ ἄνθρωποι, ὅπου ἂν ἦτε, ὅ τι ἂν ποιῆτε, οὐ λυπηθήσεσθε, οὐκ ὀργισθήσεσθε, οὐκ ἀναγκασθήσεσθε, οὐ κωλυθήσεσθε, ἀπαθεῖς δὲ καὶ ἐλεύθεροι διάξετε ἀπὸ πάντων.

然而哲学家的学说却承诺能从这些祸患中提供和平。它说了什么呢? “人们啊,若你们倾听于我,无论身在何处,无论做何事,你们都将不忧伤,不愤怒,不被强迫,不受阻碍,并且无动于衷、免于一切而自由地生活。”

语法注3 条
  1. 3.13.3θέλει γὰρ ὁ ἔρημος κατὰ τὴν ἔννοιαν ἀβοήθητός τις εἶναι

    动词 θέλω 搭配不定式在此并非作“意愿”解,而是后古典期希腊语(通用希腊语)中常见的习惯用法,以抽象概念或词项作主语,表示“意味着”或“定义为”(signify / mean)。

  2. 3.13.7οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυτοῖς λαλεῖν

    在 ὡς... οὕτως... 对应句的主句部分,使用了不定式 δύνασθαι 而非定式动词。这既可以看作是承接了前句 δεῖ τινα... παρασκευὴν ἔχειν(人应当具备能够……的准备)中 δεῖ 的句法支配,亦可视为表达规范或命令要求的独立不定式。

  3. 3.13.9ὁρᾶτε γάρ, ὅτι εἰρήνην μεγάλην ὁ Καῖσαρ ἡμῖν δοκεῖ παρέχειν, ὅτι οὐκ εἰσὶν οὐκέτι πόλεμοι

    此处连续出现两个 ὅτι 引导的从句。第一个 ὅτι 从句(ὅτι... παρέχειν)作为动词 ὁρᾶτε 的宾语从句(“你们看,恺撒似乎……提供了大和平”),而第二个 ὅτι 从句(ὅτι οὐκ εἰσὶν...)则充当原因/根据从句,意为“因为/鉴于不再有战争”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.13.1-3.13.11