← 爱比克泰德

谈话录

§3.12.1-3.12.17

真正修练的实质与对灵魂三个领域的克制

爱比克泰德指出,真正的修练不应是通过怪诞的肉体苦行,而应当针对灵魂的三个论题领域进行:即欲求与回避、冲动,以及同意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.1

τὰς ἀσκήσεις οὐ δεῖ διὰ τῶν παρὰ φύσιν καὶ παραδόξων ποιεῖσθαι, ἐπεί τοι τῶν θαυματοποιῶν οὐδὲν διοίσομεν οἱ λέγοντες φιλοσοφεῖν.

修练不应当通过违背自然与奇异怪诞之事来进行;否则,我们这些声称在从事哲学的人,就与杂耍艺人毫无区别了。

§3.12.2

δύσκολον γάρ ἐστι καὶ τὸ ἐπὶ σχοινίου περιπατεῖν καὶ οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἐπικίνδυνον. τούτου ἕνεκα δεῖ καὶ ἡμᾶς μελετᾶν ἐπὶ σχοινίου περιπατεῖν ἢ φοίνικα ἱστάνειν ἢ ἀνδριάντας περιλαμβάνειν;

因为在绳索上行走也是困难的,而且不仅困难,还很危险。难道因此我们也应当练习走绳索、立棕榈柱或拥抱雕像吗?

§3.12.3

οὐδαμῶς. οὐκ ἔστι τὸ δύσκολον πᾶν καὶ ἐπικίνδυνον ἐπιτήδειον πρὸς ἄσκησιν, ἀλλὰ τὸ πρόσφορον τῷ προκειμένῳ ἐκπονηθῆναι.1

绝非如此。并非一切困难与危险之事都适合于修练,而只有适宜于我们所设定的有待完成之目标的事物,才适合于修练。

§3.12.4

τί δʼ ἐστὶ τὸ προκείμενον ἐκπονηθῆναι; ὀρέξει καὶ ἐκκλίσει ἀκωλύτως ἀναστρέφεσθαι. τοῦτο δὲ τί ἐστιν, μήτε ὀρεγόμενον ἀποτυγχάνειν μήτʼ ἐκκλίνοντα περιπίπτειν. πρὸς τοῦτο οὖν καὶ τὴν ἄσκησιν ῥέπειν δεῖ.

那么,所设定的有待完成的目标是什么呢?就是在欲求与回避中毫无阻碍地活动。而这又是什么意思呢?就是既不在欲求中落空,也不在回避中遭遇祸患。因此,修练也应当朝向这个目标倾注。

§3.12.5

ἐπεὶ γὰρ οὐκ ἔστιν ἀναπότευκτον σχεῖν τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἀπερίπτωτον ἄνευ μεγάλης καὶ συνεχοῦς ἀσκήσεως, ἴσθι ὅτι, ἐὰν ἔξω ἐάσῃς ἀποστρέφεσθαι αὐτὴν ἐπὶ τὰ ἀπροαίρετα, οὔτε τὴν ὄρεξιν ἐπιτευκτικὴν ἕξεις οὔτε τὴν ἔκκλισιν ἀπερίπτωτον.

因为既然没有重大而持久的修练,就不可能使欲求不落空,使回避不遭殃;那么请知晓:如果你任由它转向外在、投向意志抉择之外的事物,你就既不会拥有必中的欲求,也不会拥有避开灾祸的回避。

§3.12.6

καὶ ἐπεὶ τὸ ἔθος ἰσχυρὸν προηγῆται πρὸς μόνα ταῦτα εἰθισμένων ἡμῶν χρῆσθαι ὀρέξει καὶ ἐκκλίσει, δεῖ τῷ ἔθει τούτῳ ἐναντίον ἔθος ἀντιθεῖναι καὶ ὅπου ὁ πολὺς ὄλισθος τῶν φαντασιῶν, ἐκεῖ ἀντιτιθέναι τὸ ἀσκητικόν.

而且,既然习惯作为一种强大的力量在前引导,而我们又习惯于仅对这些外在事物运用欲求与回避,我们就必须以相反的习惯来对抗这种习惯;并且在表象最容易滑跌之处,在彼处施加修练的力量。

§3.12.7

Ἑτεροκλινῶς ἔχω πρὸς ἡδονήν· ἀνατοιχήσω2 ἐπὶ τὸ ἐναντίον ὑπὲρ τὸ μέτρον τῆς ἀσκήσεως ἕνεκα. ἐκκλιτικῶς ἔχω πόνου· τρίψω μου καὶ γυμνάσω πρὸς τοῦτο τὰς φαντασίας ὑπὲρ τοῦ ἀποστῆναι τὴν ἔκκλισιν ἀπὸ παντὸς τοῦ τοιούτου.

“我对快乐有所偏向:为了修练的缘故,我将过度地偏向反面以求平衡。我倾向于回避劳苦:对此我将磨练我的表象,以便使回避从一切此类事物中退却。”

§3.12.8

τίς γάρ ἐστιν ἀσκητής; ὁ μελετῶν ὀρέξει μὲν μὴ χρῆσθαι, ἐκκλίσει δὲ πρὸς μόνα τὰ προαιρετικὰ χρῆσθαι καὶ μελετῶν μᾶλλον ἐν τοῖς δυσκαταπονήτοις. καθʼ ὃ καὶ ἄλλῳ πρὸς ἄλλα μᾶλλον ἀσκητέον.

因为谁是修练者?就是那练习不运用欲求、而仅对意志抉择之内的事物运用回避,并在难以克制的事物上格外练习的人。因此,因人而异,修练的侧重也各不相同。

§3.12.9

τί οὖν ὧδε ποιεῖ τὸ φοίνικα στῆσαι ἢ τὸ στέγην δερματίνην καὶ ὅλμον καὶ ὕπερον περιφέρειν;

那么,立棕榈柱,或者带着皮帐篷、研钵和杵到处走动,在此又有何用呢?

§3.12.10

ἄνθρωπε, ἄσκησον, εἰ γοργὸς εἶ, λοιδορούμενος ἀνέχεσθαι, ἀτιμασθεὶς μὴ ἀχθεσθῆναι. εἶθʼ οὕτως προβήσῃ, ἵνα, κἂν πλήξῃ σέ τις, εἴπῃς αὐτὸς πρὸς αὑτὸν ὅτι δόξον3 ἀνδριάντα περιειληφέναι.

人啊,如果你脾气暴躁,就去修练在受辱骂时忍受,在遭贬低时不恼怒吧。随后你将取得这样的长进,以至于哪怕有人击打你,你也会自言自语道: “权当自己拥抱了雕像吧。”

§3.12.11

εἶτα καὶ οἰναρίῳ κομψῶς χρῆσθαι, μὴ εἰς τὸ πολὺ πίνειν (καὶ γὰρ περὶ τοῦτο ἐπαρίστεροι ἀσκηταί εἰσιν), ἀλλὰ πρῶτον εἰς τὸ ἀποσχέσθαι, καὶ κορασιδίου ἀπέχεσθαι καὶ πλακουνταρίου. εἶτά ποτε ὑπὲρ δοκιμασίας, εἰ ἄρα, καθήσεις εὐκαίρως αὐτὸς σαυτὸν ὑπὲρ τοῦ γνῶναι, εἰ ὁμοίως ἡττῶσίν σε αἱ φαντασίαι.

其次,也要巧妙地节制饮酒,不是为了畅饮(因为在这一点上也有笨拙的修练者),而是首先为了节制,并远离年轻女子与甜糕点。此后,有朝一日为了检验,若真有时机,你才可在适当时刻让自己涉入其中,以明了表象是否依然将你征服。

§3.12.12

τὰ πρῶτα δὲ φεῦγε μακρὰν ἀπὸ τῶν ἰσχυροτέρων. ἄνισος ἡ μάχη κορασιδίῳ κομψῷ πρὸς νέον ἀρχόμενον φιλοσοφεῖν· χύτρα, φασί, καὶ πέτρα οὐ συμφωνεῖ.

但起初,务必远远逃离那些更强之物。漂亮的年轻女子与刚涉足哲学的青年之间的交锋是力量悬殊的;正如人们所说:“陶罐与石头难以共处。”

§3.12.13

μετὰ τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν δεύτερος τόπος ὁ περὶ τὴν ὁρμὴν καὶ ἀφορμήν· ἵνʼ εὐπειθὴς τῷ λόγῳ, ἵνα μὴ παρὰ καιρόν, μὴ παρὰ τόπον, μὴ παρὰ ἄλλην τινὰ τοιαύτην συμμετρίαν.

继欲求与回避之后,第二个论题领域是关于冲动与拒斥的:使之顺从理性,不违背时机,不违背地点,亦不违背任何其他适宜的分寸。

§3.12.14

τρίτος ὁ περὶ τὰς συγκαταθέσεις, ὁ πρὸς τὰ πιθανὰ καὶ ἑλκυστικά.

第三个论题领域是关于同意的,它针对的是那些具有说服力与诱惑力的事物。

§3.12.15

ὡς γὰρ ὁ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν, οὕτως ἀνεξέταστον φαντασίαν μὴ παραδέχεσθαι, ἀλλὰ λέγειν ἔκδεξαι, ἄφες ἴδω, τίς εἶ καὶ πόθεν ἔρχῃ, ὡς οἱ νυκτοφύλακες δεῖξόν μοι τὰ συνθήματα. ἔχεις τὸ παρὰ τῆς φύσεως σύμβολον, ὃ δεῖ τὴν παραδεχθησομένην ἔχειν φαντασίαν;

因为正如苏格拉底所说,不应当过未经省察的生活,同样,我们也不应当接纳未经省察的表象,而应当说: “等等,让我看清你是谁,从何处而来,”犹如守夜人说: “向我出示暗号。” “你可持有来自自然的信物——那是将要被接纳的表象所必须具备的吗?”

§3.12.16

καὶ λοιπὸν ὅσα τῷ σώματι προσάγεται ὑπὸ τῶν γυμναζόντων αὐτό, ἂν μὲν ὧδέ που ῥέπῃ πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἴη ἂν καὶ αὐτὰ ἀσκητικά· ἂν δὲ πρὸς ἐπίδειξιν, ἔξω νενευκότος ἐστὶ καὶ ἄλλο τι θηρωμένου καὶ θεατὰς ζητοῦντος τοὺς ἐροῦντας ὦ μεγάλου ἀνθρώπου.

此外,那些锻炼身体者对身体所施加的一切,若是朝向欲求与回避,它们本身也可以成为修练;但若只是为了炫耀,那便属于目光朝外倾斜、猎取外物并寻找观众以求其称赞“哦,多么伟大的人啊”之流了。

§3.12.17

διὰ τοῦτο καλῶς ὁ Ἀπολλώνιος ἔλεγεν ὅτι ὅταν θέλῃς σαυτῷ ἀσκῆσαι,4 διψῶν ποτε καύματος ἐφέλκυσαι βρόγχον ψυχροῦ καὶ ἔκπτυσον καὶ μηδενὶ εἴπῃς.

正因如此,阿波罗尼奥斯说得极好: “每当你想要为自己而修练时,若在酷热中口渴,便含一口凉水,吐出来,并且不要告诉任何人。”

语法注4 条
  1. 3.12.3τῷ προκειμένῳ ἐκπονηθῆναι

    被动不定词 ἐκπονηθῆναι 作为结果、目的或补足限定,修饰中性分词 τῷ προκειμένῳ(“所设定的、有待完成的目标”)。

  2. 3.12.7ἀνατοιχήσω

    航海术语 ἀνατοιχέω(通过在相反舷侧施加配重来纠正船只倾斜)的将来时,在此处隐喻为“为了矫正偏差而刻意矫枉过正地偏向相反一方”。

  3. 3.12.10δόξον

    动词 δοκέω 在后期希腊语中的不定过去时主动命令语气(相当于古典期的 δόκησον),用于自省命令:“权当/认定你拥抱了雕像吧”。

  4. 3.12.17σαυτῷ ἀσκῆσαι

    与格 σαυτῷ 为利益与格(dativus commodi),强调修练是“为了你自己本身”,而非为了博取外在看客的赞赏与炫耀。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.12.1-3.12.17