- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.1.16-3.1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德援引阿波罗与苏格拉底的例子,阐明哲学家无论对方是否听从而必须直言相劝的职责,并告诫青年应当去修饰人之所以为人的理性本质,而非沉溺于违背男性本性的过度拔毛装扮。
τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι; ναί· ἀλλʼ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ;1 τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας;
如果你日后以此责备我,我将有何辞以对?“是的;但我若说了,他也不会信从。”难道拉伊俄斯听从了阿波罗吗?他难道不是离开后喝得烂醉,对神谕弃置不顾吗?那么怎样?阿波罗难道因此就没有对他说真话吗?
καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτʼ εἰ πεισθήσῃ μοι οὔτʼ εἰ μή· ἐκεῖνος δʼ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν.
然而,我固然不知你是否会听从我;但那位神明极其准确地预知拉伊俄斯不会听从,却依然说了。
— διὰ τί δʼ εἶπεν; — διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δʼ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος;
——“但他为何要说呢?” ——那他为何是阿波罗呢?为何要发布神谕?为何把自己安置在这个位置上,以至于成为先知和真理的源泉,使全天下的人都来找他?而且,既然无人理会,门前为何又铭刻着“认识你自己”呢?
Σωκράτης πάντας ἔπειθε τοὺς προσιόντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλʼ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει;
苏格拉底说服了所有来找他的人去关照他们自己吗?连千分之一的人都没有。但尽管如此,正如他自己所言,既然被神意派驻在这个阵位上,他就再未擅离职守。不仅如此,他对审判官们又是怎么说的呢?
ἄν μʼ ἀφῆτε, φησίν, ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω2 ἃ νῦν, οὐκ ἀνέξομαι οὐδʼ ἀνήσω· ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ.
“如果你们开释我,”他说,“以此为条件,即我不再做我现在所做的这些事,我绝不容受,也绝不放弃;相反,无论年轻还是年长,凡是我所遇见的任何人,我都要走上前去,询问我现在所询问的这些事;而对你们,公民们,”他说,“更要格外如此,因为你们在血统上与我更为切近。”
οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα.
“苏格拉底,你就这样好管闲事、爱管他人私事吗?我们做什么,与你何干?” “你在说什么话啊!作为我的同道与亲族,你却疏忽了你自己,给城邦提供了一个坏公民,给亲族提供了一个坏亲族,给邻里提供了一个坏邻居。”
σὺ οὖν τίς εἶ; ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων.3 οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ· ἂν δʼ ὁ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃ, σὺ δὲ τίς εἶ; καὶ τί σοὶ μέλει;
“那么,你又是谁呢?” 在此时,说出下面这句话乃是一件大事: “我就是那个应当关怀人类的人。” 因为寻常的牛犊不敢挺身对抗狮子;但如果公牛走上前来予以对抗,如果愿意,你就对它说吧: “你又是谁?” 以及: “与你何干?”
ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον· ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ σὺ οὖν τί εἶ; εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν ἐγώ εἰμι τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα· μή μʼ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν.
人啊,在每一个门类中都会产生卓越之物:在牛群中,在犬类中,在蜜蜂中,在马匹中。因此绝不要对那卓越之物说: “那么,你算什么呢?” 否则,它不知从哪里借来声音,就会对你说: “我正如同衣裳上的紫边;不要指望我与常人一样,或者去责备我的本性吧,因为它使我与众不同。”
τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν.4 ἀλλʼ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδʼ ἀπογνωστικῶς, ἀλλʼ ἐρῶ· νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν.
那么怎样呢?我是这样的人吗?怎么会是!难道你是那种能听进真话的人吗?但愿如此!然而,既然不知为何我被判定留有灰白的胡须并身着粗斗篷,而你又如同拜访哲学家一样来到我这里,我就不会残酷对待你,也不会对你绝望,而是要说:年轻人,你想使谁变美呢?首先认清你是谁,然后以此来装饰你自己吧。
ἄνθρωπος εἶ· τοῦτο δʼ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις;
你是人;而人是能够合乎理性地运用表象的有死动物。那么“合乎理性”是什么意思呢?即顺应本性且完满无缺。那么你在何处具有卓越之处呢?在于是动物吗?不是。在于是有死的吗?不是。在于能够运用表象吗?
οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον· τοῦτο κόσμει καὶ καλλώπιζε· τὴν κόμην δʼ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν.
不是。你在合乎理性这一点上拥有卓越之处:修饰并美化这一部分吧;至于毛发,就任由造物者依照他自己的旨意去安排吧。
ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ ἢ γυνή; — ἀνήρ. — ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά· κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται.
来吧,你还有什么别的称谓?你是男人,还是女人?——男人。——那么就去美化一个男人,而不是女人。女人天生光洁细腻;如果她长出许多毛发,那就是怪异之物,会在罗马的奇形怪状展览中示众。
τοῦτο δʼ ἐπʼ ἀνδρός ἐστι τὸ μὴ ἔχειν· κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δʼ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν;5 δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ.
但在男人身上,没有毛发正是如此:如果他天生没有,就是怪异之物;但如果是他自己把毛发剃掉并拔除,我们该拿他怎么办?我们该在哪里展示他,告示牌上又该写些什么呢? “我来给你们看一个宁愿成为女人而不愿成为男人的男人。”
- 3.1.16χαίρειν εἶπεν τῷ χρησμῷ
χαίρειν λέγω τινί 是一固定习语,字面意思是“对某事说再见”,引申为“放弃、忽视、对……置之不理”。在此指拉伊俄斯对神谕置若罔闻。
- 3.1.20ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω
此处化用并引用了柏拉图《申辩篇》29c。介词短语 ἐπὶ τούτοις(“在这些条件下”)由 ἵνα 从句在同位语意义上具体说明其条件内容(“即我不再做这些事”)。
- 3.1.22ᾧ δεῖ μέλειν ἀνθρώπων
包含无人称动词 μέλει 的关系从句,该动词支配与格(关注者)和属格(所关切的对象)。与格关系代词 ᾧ 指承担关怀责任的主体,属格 ἀνθρώπων 指受关怀的对象(人类)。
- 3.1.24ὤφελεν
ὤφελον 的第三人称单数形式,用于表达未实现的愿望(与事实相反的愿望,“但愿如此!”)。此处表示一种带有无奈的感慨,意为“要是你真能听进真话就好了(但事实并非如此)”。
- 3.1.28τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν;
这三个动词(ποιήσωμεν, δείξωμεν, προγράψωμεν)均为第一不定过去时第一人称复数主动态虚拟式,属于表示商量、迟疑或困惑的“商讨性虚拟式”(deliberative subjunctive)。
