← 爱比克泰德

谈话录

§3.1.1-3.1.15

修饰与人类固有的美及美德

面对一位装扮过度的修辞学青年,爱比克泰德指出,正如各种动物的美在于其固有的卓越德性,人的美也在于正义与节制等道德而非外表,并表明哲学家有责任予以纠正而不应放任不管。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1

εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι1 κύνες τʼ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον;

当一个学习修辞的青年头发梳理得过于造作、衣着装扮整齐地走进他那里时,他(爱比克泰德)说:“告诉我,在你看来,难道没有一些狗是美的,马也是如此,其余各种动物也是如此吗?”

§3.1.2

— δοκοῦσιν, ἔφη. — οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δʼ αἰσχροί; — πῶς γὰρ οὔ; — πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον; οὕτως δʼ ὄψει αὐτό.

青年说:“确实如此。” “那么,人类不也是有的人美,有的人丑吗?” “怎么会不是呢?” “那么,我们在同一种类中按照同一标准称这些每一者为美,还是各按其自身独特的方式呢?

§3.1.3

ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλο δʼ ἵππον, πρὸς ἄλλο δʼ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτʼ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστʼ ἔχοι· ἐπεὶ δʼ ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν· ἢ γὰρ οὔ;

你可以这样来看这个问题: 既然我们看到狗生来适合某一种用途,马适合另一种,假如说是夜莺又适合另一种,那么一般而言,有人断言每一者唯有在其依照自身本性处于最佳状态时才是美的,这并不荒谬;而既然每一者的本性各不相同,依我看,它们每一者也正是各以不同方式成为美的。难道不是这样吗?”

§3.1.4

— ὡμολόγει. — οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δʼ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν;

他表示赞同。 “既然它们的本性确有不同,那么使狗变美的东西,难道不会使马变丑,而使马变美的东西,难道不会使狗变丑吗?”

§3.1.5

— ἔοικεν. — καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον· καὶ ὁ πρὸς πενταθλίαν καλὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; — οὕτως, ἔφη.

“看来是这样。” “因为我想,使全能搏击选手出色的东西,会使摔跤选手变得拙劣,使奔跑选手变得极其可笑;而同一个适合五项全能的美好选手,从事摔跤难道不是最丑陋的吗?” 青年说:“确实如此。”

§3.1.6

— τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; — τοῦτο, ἔφη. — τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθʼ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα;2

“那么,使人变美的,除了在各自种类中同样使狗和马变美的东西之外,还能是什么呢?” 他说:“就是这个。” “那么,什么使狗变美呢?是犬之卓越德性的存在。什么使马变美呢?是马之卓越德性的存在。那么人呢?难道不正是人之卓越德性的存在吗?

§3.1.7

καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν.

因此,年轻人,如果你也希望变美,就去致力于这一点吧,即人性的卓越德性。”

§3.1.8

— τίς δʼ ἐστὶν αὕτη; — ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς· πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; — τοὺς δικαίους. — πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; — τοὺς σώφρονας. — τοὺς ἐγκρατεῖς δʼ ἢ τοὺς ἀκρατεῖς; — τοὺς ἐγκρατεῖς.

“那这又是什么呢?” “看一看,当你毫无偏私之情赞美他人时,你自己赞美的是哪些人:是公正的人,还是不公正的人?” “公正的人。” “是节制的人,还是放荡的人?” “节制的人。” “是自制的人,还是不能自制的人?” “自制的人。”

§3.1.9

— οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις· μέχρις δʼ ἂν τούτων ἀμελῇς, αἰσχρόν σʼ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν.

“那么你要知道,使你自己成为这样的人,你就会使自己变美;但只要你忽视这些,你就必然是丑陋的,哪怕你为了显得美丽而用尽一切手段。

§3.1.10

ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω· ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδʼ εἰσελεύσῃ· ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐγὼ δʼ οὐκ ὠφελήσω σʼ οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δʼ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος.

在此之后,我不再知道该怎样对你说了。因为如果我说出我的真实想法,我就会让你痛苦,而你出去之后或许就再也不会进来了;但如果我不说,请看我所做的是什么样的事:你来找我是为了获益,而我却丝毫不给你益处,你来找我是当作哲学家来对待,而我却没有作为哲学家对你说任何话。

§3.1.11

πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον3 ἄν ποθʼ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις·

而且,对你自己而言,任由你不加纠正也是多么残酷!

§3.1.12

τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ;4

如果你日后有朝一日有了明智的心智,你就会有充分的理由责备我: ‘爱比克泰德究竟从我身上看到了什么,以至于看到我如此可耻地走进他那里,竟视若无睹,从未说过半句话?

§3.1.13

οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δʼ ἄλλοι νέοι ἐφʼ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν;

难道他就这样对我绝望了吗?我不是年轻人吗?我不是能够倾听道理的人吗?在这个年纪,有多少其他年轻人会犯下许多类似的错误啊!

§3.1.14

τινά ποτʼ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι· τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με — τίνος εἴπω; — σχῆμα ἔχοντα ἐσιώπα.

我听说有个叫波列莫的人,曾从一个极度放荡的青年发生了如此巨大的转变。就算他不认为我会成为波列莫,但他本可以纠正我的发型,摘掉我的饰带,制止我拔除体毛,但他看着我带着——该说是谁的呢?——那种装束,却保持沉默。’

§3.1.15

ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο· σὺ δʼ αὐτὸ ἐρεῖς τόθʼ, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι.

我不说这是谁的装束;但当你恢复理智时,那时你会把它说出来的,并且你会认识到那是什么样的东西,以及是谁在习染它。”

语法注4 条
  1. 3.1.1εἰ οὐ δοκοῦσίν σοι

    在由 εἰ 引导的间接疑问句中,使用了否定词 οὐ 而非 μή。这或者是因为 οὐ 与动词 δοκοῦσιν 紧密结合构成单一否定概念,或者是保留了直接引语疑问句 οὐ δοκοῦσιν;(难道不觉得……吗?)的表达方式,反映了说话者强烈期待肯定回答的语气。

  2. 3.1.6μή ποθʼ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα;

    短语 μή ποτε 用于独立分句中(此处省略了系动词 ἐστί),表示委婉的断言或探索性的反诘:“难道不正是……吗?”它在此用于引出前述一系列问答的真正结论与核心本质。

  3. 3.1.11πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον

    主句的谓语是 ὠμόν ἐστι(是残酷的),带冠词的不定式短语 τὸ περιιδεῖν [σε] ἀνεπανόρθωτον(任由你未经纠正而不顾)作为语法上的真正主语。介词短语 πρὸς αὐτόν σε(对你自己而言)修饰表语形容词 ὠμόν。

  4. 3.1.12ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ;

    在疑问句 τί εἶδεν 之后,ἵνα 引导的从句虽然在古典希腊语中通常表示目的,但在希腊化通用希腊语(Koine)中常用来表示结果或伴随情况:“爱比克泰德看到我有什么特征,以致于看到我……竟视若无睹,未曾发一言?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.1.1-3.1.15