← 爱比克泰德

谈话录

§2.26.1-2.26.7

过错中的矛盾与通过说理指明矛盾

本段论证了一切过错都在意图与行为之间蕴含着矛盾,而理性灵魂一旦意识到矛盾便必然会加以规避。因此,论辩与教导的核心在于向对话者的主导机能指明这一矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26.1

πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ.

一切过错都包含着矛盾。因为犯过错的人并不愿意犯过错,而是希望做正确的事,所以显而易见,他并没有做他所希望做的事。

§2.26.2

τί γὰρ ὁ κλέπτης θέλει πρᾶξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ.1

因为盗贼想做什么呢?做对自己有益的事。因此,如果偷窃对他是不利的,那么他所做的就并不是他所希望的事。

§2.26.3

πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην· καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν· παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν2 οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν· μέχρι δὲ τοῦτο μὴ φαντάζηται, ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ.

一切理性的灵魂本性上都厌恶矛盾;只要它尚未觉察到这一点——即它处于矛盾之中,就没有任何东西妨碍它做出互相矛盾的事;但一旦它觉察到了,就有着极大的必然性促使它脱离矛盾并逃离,正如对于察觉到某事是虚假的人来说,拒绝虚假乃是无可抗拒的必然一样;然而,在尚未有这种表象显现出来之前,它会把它当作真理而表示赞同。

§2.26.4

δεινὸς οὖν ἐν λόγῳ, ὁ δʼ αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυνάμενος ἑκάστῳ παραδεῖξαι τὴν μάχην, καθʼ ἣν ἁμαρτάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ ὃ μὴ θέλει ποιεῖ.

因此,善于辞令且同时兼具劝勉与驳斥之能的人,正是那个能够向每个人揭示出导致其犯错的矛盾,并清晰指明他是如何没有做他想做的事而做了他不想做的事的人。

§2.26.5

ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφʼ αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύμαζε, εἰ ἐπιμένει· κατορθώματος γὰρ φαντασίαν λαμβάνων ποιεῖ αὐτό.

因为如果有人指出了这一点,那人自己就会从其中退却。但只要你还没有指明它,若那人依然坚持,你也不必感到惊奇;因为他是获得了端正行为的表象,才去这样做的。

§2.26.6

διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυνάμει πεποιθὼς ἔλεγεν ὅτι ἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δʼ ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι ἀντὶ πάντων.

正因如此,苏格拉底也信赖这种能力而常说: “我不习惯提出任何别的人来作我所说的话的见证,而是始终满足于与我对话的那个人;我向他征求表决并呼请他作证,他虽只是一人,对我而言却足以代替所有人。”

§2.26.7

ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖται, ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή.3 λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται· ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθομένῳ.

因为他知道理性灵魂是受什么驱使的:就像天秤一样,无论你愿意与否,它都会倾斜。给理性的主导机能指出矛盾,它就会退避;但如果你未能指明,那么比起归咎于那个未被说服的人,你倒更应归咎于你自己。

语法注3 条
  1. 2.26.2οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ.

    οὐκ οὖν... ποιεῖ 最好理解为带有否定推论的 οὔκουν(“因此他并没有做他所希望做的事”),这与前文的论断(ὃ μὲν θέλει οὐ ποιεῖ)相呼应。亦可读作推论性的反问句(“难道他做了他所希望的事吗?”),但无论哪种解读,其最终语义皆为否定。

  2. 2.26.3παρακολουθήσαντα δὲ πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν

    宾格分词 παρακολουθήσαντα 用作不定式 ἀποστῆναι 和 φυγεῖν 的逻辑主语(宾格主语),受无人称表达 πολλὴ ἀνάγκη [ἐστί] 所支配,指代前文的理性灵魂或泛指的人。

  3. 2.26.7ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή.

    其主语承接上下文,应补充为“理性灵魂”(ψυχή)。与格 ζυγῷ 充当方式或比喻的与格(“如天秤般 / 像在天平上一样”)。该比喻形象地说明了理性灵魂在察觉到真理或矛盾时,会不可抗拒地发生倾斜。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.26.1-2.26.7