← 爱比克泰德

谈话录

§2.9.1-2.9.22

保全人之本分与哲学校说的真正践行

作为人的本分在于保全理性,而沉溺欲念与恶行则会使人堕落为绵羊或野兽。爱比克泰德指出,若仅在口头上讲解学说而未通过修练将其化为血肉,便无异于伪信者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.1

οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι.1

单单完成作为一个人的本分,就绝非一件寻常易事。

§2.9.2

τί γάρ ἐστιν ἄνθρωπος; — ζῷον, φησί, λογικὸν θνητόν. — εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα; — τῶν θηρίων. — καὶ τίνων ἄλλων;

人究竟是什么?有人说:“是有理性的、有死的动物。”那么,通过理性这一项,我们立刻与什么区分开来?“与野兽区分开来。”还与什么区分开来?

§2.9.3

— τῶν προβάτων καὶ τῶν ὁμοίων. — ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς· εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον,2 οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον· εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ὁ ἄνθρωπος.

“与绵羊及其同类区分开来。”因此,要当心切莫在任何方面像野兽那样行事;否则,你就毁掉了人,没有完成那份本分。要当心切莫像绵羊那样行事;否则,人同样会因此而被毁掉。

§2.9.4

τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ πρόβατα.

那么,我们像绵羊那样做什么?当我们为了肚腹、为了私欲而行事时,当我们漫不经心、肮脏下流、不加思索时,我们堕落向了何处?堕落向了绵羊。

§2.9.5

τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν;

我们毁掉了什么?毁掉了理性。当我们好斗、有害、暴怒、推撞冲撞时,我们堕落向了何处?

§2.9.6

ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφʼ ὧν ἔστιν εἰπεῖν λέων με καὶ φαγέτω.

堕落向了野兽。结果,我们当中的一些人成了巨兽,而另一些人则成了阴险琐屑的小兽,以至于人们关于它们可以说: “倒不如让一头狮子把我吃了。”

§2.9.7

διὰ πάντων δὲ τούτων ἀπόλλυται ἡ τοῦ ἀνθρώπου ἐπαγγελία.

正是由于这一切,人的本分被毁掉了。

§2.9.8

πότε γὰρ σῴζεται συμπεπλεγμένον;3 ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, πότε κύων;

合取命题何时得以保全?当它完成自己的本分时,因此合取命题的保全就在于它是由真实的部分构成的。析取命题何时得以保全?当它完成自己的本分时。双簧管何时?竖琴何时?马何时?狗何时?

§2.9.9

τί οὖν θαυμαστόν, εἰ καὶ ἄνθρωπος ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δʼ ἀπόλλυται;

既然如此,如果人也是以同样的方式得以保全、以同样的方式被毁掉,又有什么值得惊奇的呢?

§2.9.10

αὔξει δʼ ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα· τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δʼ ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι τὴν τέχνην.

而促使每一事物增长并保全它的,是适宜的作为:木工的作为保全木匠,文法的作为保全文法学家。但如果一个人习惯于不合文法地书写,其技艺必然会遭到败坏和毁灭。

§2.9.11

οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ· τὸν δὲ πιστὸν τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει.

同样,谦逊的作为保全谦逊之人,无耻的作为则毁掉他;忠诚的作为保全忠诚之人,相反的作为则毁掉他。

§2.9.12

καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία· τὸν ἀναίσχυντον ἀναισχυντία, τὸν ἄπιστον ἀπιστία, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις.

反过来,相反的作为同样会助长相反的品性:无耻助长无耻之徒,背信助长不忠之徒,诽谤助长好骂者,暴怒助长易怒者,不当的收取与付出助长贪财者。

§2.9.13

διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην προσλαμβάνειν, εἶτα ἄσκησιν.

为此,哲学家们告诫我们,切不可仅满足于学习,还要附加上练习,进而进行修炼。

§2.9.14

πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν.4 ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ἢ ἐξηγηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων.

因为长久以来,我们已习惯于做相反的事,并且惯常使用与正确见解相背的观念。因此,如果我们不同时将正确的观念化为实用,我们就不过是他人学说的讲解者而已。

§2.9.15

ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ ἀδιάφορα· ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν· κακὰ τὰ δʼ ἐναντία· ἀδιάφορα δὲ πλοῦτος, ὑγεία, δόξα.

因为在眼下,我们当中有谁不能就善与恶展开系统的论述呢?即“在现存事物中,有些是善,有些是恶,有些则是无差别的;善就是德性及分有德性之事;恶则是其反面;无差别的事物则是财富、健康、名望”。

§2.9.16

εἶτʼ ἂν μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται ἢ τῶν παρόντων τις καταγελάσῃ ἡμῶν, ἐξεπλάγημεν.

然而,当我们正在言说之际,若响起了一声巨响,或是某个在场之人嘲笑了我们,我们便惶恐失措。

§2.9.17

ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἃ ἔλεγες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί κυβεύεις περὶ τὰ μέγιστα;

哲学家啊,你方才所说的那一切都在哪里?你是从何处引出并道出它们的?无非是信口由嘴唇吐出而已。既然如此,你为何要玷污他人的良方?为何要在最重大的事情上押掷赌博?

§2.9.18

ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπʼ αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις. τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι ἢ τὰ τῶν ἑτεροδόξων;

因为把面包和酒像存放在储藏室里一样囤积起来是一回事,吃下去则是另一回事。吃下去的东西被消化、被输送到全身,化为了筋腱、肌肉、骨骼、血液、好气色与平稳的呼吸。而储存起来的东西,只要你想,随时可以唾手取来展示,但对于你而言,除了显得你拥有它们之外毫无益处。试问,讲解这些学说与讲解异端的学说又有什么分别?

§2.9.19

τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις. τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ἰουδαῖον ὢν Ἕλλην;

现在就坐下来,系统地论述伊壁鸠鲁的学说吧,恐怕你论述得比他本人还要切合实用呢。那么,你为何还自称为斯多亚派?为何欺骗大众?为何明明是一个希腊人,却要装作犹太人?

§2.9.20

οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ἰουδαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος; καὶ ὅταν τινὰ ἐπαμφοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγειν οὐκ ἔστιν Ἰουδαῖος, ἀλλʼ ὑποκρίνεται. ὅταν δʼ ἀναλάβῃ τὸ πάθος τὸ τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι καὶ καλεῖται Ἰουδαῖος.

你难道没有看见,每个人是如何被称为犹太人、叙利亚人或埃及人的吗?当我们看到某人模棱两可、摇摆不定时,我们不是习惯于说: “他不是犹太人,只是在装模作样”吗? 然而,一旦他承受了受洗者与皈依者的性情,那时他才真正是、也被称为犹太人。

§2.9.21

οὕτως καὶ ἡμεῖς παραβαπτισταί,5 λόγῳ μὲν Ἰουδαῖοι, ἔργῳ δʼ ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις ἃ λέγομεν, ἐφʼ οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα.

同样,我们也是伪受洗者,口头上是犹太人,行为上却是另一回事,对理性原则毫无同情共鸣,距离践行我们所说的话遥不可及,却偏偏因自以为懂得它们而趾高气扬。

§2.9.22

οὕτως οὐδὲ τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἷον εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ Αἴαντος λίθον βαστάζειν ἤθελεν.

就这样,我们连作为人的本分都无力完成,却还要额外承担起哲学家的本分,这是何等沉重的负担——就仿佛一个连十磅都举不起来的人,却妄图去搬动埃阿斯的巨石一样。

语法注5 条
  1. 2.9.1οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι.

    实质化的中性分词 τὸ τυχόν(“寻常之事”、“平庸之物”)作 οὐκ ἔστιν 的表语,不定式短语 ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι 作句子的主语。副词性短语 αὐτὸ μόνον 修饰不定式短语,意为“单单”、“仅凭其自身”。

  2. 2.9.3ἀπώλεσας τὸν ἄνθρωπον

    直陈式不定过去时 ἀπώλεσας 用于条件句 εἰ δὲ μή(“否则”)的结论部分。这是一种生动表现结果之确定性与即刻性的戏剧性不定过去时(或格言不定过去时),表示在未能合乎理性行事的瞬间,人便已经不可逆地毁灭了内在的人性。

  3. 2.9.8συμπεπλεγμένον

    斯多亚派命题逻辑中的专业术语,指合取命题(συμπεπλεγμένον ἀξίωμα)。正如后文所定义的“由真实的部分结合而成”,合取命题唯有在其所有支命题皆为真时整个命题才为真(得以保全),此处用作履行人本分的类比。

  4. 2.9.14τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν.

    谓语性形容词结构。形容词 χρηστικάς 作直接宾语 τὰς ὑπολήψεις(“见解/看法”)的补足语,整句意为“我们将与正确见解相背的观念保持在随时可用的习惯状态中”。

  5. 2.9.21παραβαπτισταί

    由前缀 παρά-(表偏离、虚假)与 βαπτιστής(受洗者/施洗者)复合而成的词,指仅有外在仪式而无内在心性转变(πάθος)的“伪受洗者”或“假信徒”。承接前文关于皈依犹太教浸礼的类比,用以严厉斥责空谈义理而无实修的哲学家。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.9.1-2.9.22