← 爱比克泰德

谈话录

§2.8.15-2.8.29

作为神之造物的自觉与哲学家的真正力量

爱比克泰德指出,人是神所创造并受托照看自身的活生生的杰作,以此告诫人们切莫行止失当;他进而阐明,哲学家真正的筋骨不在于外表的傲慢,而在于心灵各项能力的卓越实践。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.15

λοιπὸν ἡμεῖς τί φοβούμεθα ἐκπέμποντες νέον ἐπί τινας πράξεις ἐκ τῆς σχολῆς, μὴ ἄλλως ποιήσῃ τι, μὴ ἄλλως φάγῃ, μὴ ἄλλως συνουσιάσῃ, μὴ ταπεινώσῃ αὐτὸν ῥάκη περιτεθέντα, μὴ ἐπάρῃ κομψὰ ἱμάτια;

既然如此,当我们打发一个青年离开学园去从事某些实际活动时,我们究竟在害怕什么?害怕他在某些方面做错,在饮食上失节,在交际上不合规矩,害怕披在身上的破衣使他自卑,或是华服使他趾高气扬?

§2.8.16

οὗτος οὐκ οἶδεν αὑτοῦ θεόν, οὗτος οὐκ οἶδεν, μετὰ τίνος ἀπέρχεται. ἀλλʼ ἀνεχόμεθα λέγοντος αὐτοῦ σὲ ἤθελον ἔχειν;

此人不知晓自己的神,不知晓自己是与谁同行的。然而,难道我们能容忍他说: “我真希望有你在身边”吗?

§2.8.17

ἐκεῖ τὸν θεὸν οὐκ ἔχεις; εἶτʼ ἄλλον τινὰ ζητεῖς ἐκεῖνον ἔχων;

你在那里难道没有神同在吗?既然拥有那位神,你难道还要寻找别的什么人吗?

§2.8.18

ἢ ἄλλα σοι ἐρεῖ ἐκεῖνος ἢ ταῦτα; ἀλλʼ εἰ μὲν τὸ ἄγαλμα ἦς τὸ Φειδίου, ἡ Ἀθηνᾶ ἢ ὁ Ζεύς, ἐμέμνησο ἂν καὶ σαυτοῦ καὶ τοῦ τεχνίτου καὶ εἴ τινα αἴσθησιν εἶχες, ἐπειρῶ ἂν μηδὲν ἀνάξιον ποιεῖν τοῦ κατασκευάσαντος μηδὲ σεαυτοῦ μηδʼ ἐν ἀπρεπεῖ σχήματι φαίνεσθαι τοῖς ὁρῶσι·

难道那位神会对你说出不同于这些的话吗?倘若你是菲迪亚斯的雕像,是雅典娜或宙斯,你就会时刻记住你自己和那位工匠,假若你拥有任何知觉,你便会竭力不做任何有愧于造你者或你自己之事,也绝不在旁观者面前显出不得体的姿态。

§2.8.19

νῦν δέ σε ὅτι ὁ Ζεὺς πεποίηκεν, διὰ τοῦτο ἀμελεῖς1 οἷόν τινα δείξεις σεαυτόν; καὶ τί ὁ τεχνίτης τῷ τεχνίτῃ ὅμοιος ἢ τὸ κατασκεύασμα τῷ κατασκευάσματι;2

可是如今,仅仅因为造你的是宙斯,你便因此不在乎把自己表现成怎样的人了吗?况且工匠与工匠、作品与作品之间,又岂能相提并论?

§2.8.20

καὶ ποῖον ἔργον τεχνίτου εὐθὺς ἔχει τὰς δυνάμεις ἐν ἑαυτῷ, ἃς ἐμφαίνει διὰ τῆς κατασκευῆς; οὐχὶ λίθος ἐστὶν ἢ χαλκὸς ἢ χρυσὸς ἢ ἐλέφας; καὶ ἡ Ἀθηνᾶ ἡ Φειδίου ἅπαξ ἐκτείνασα τὴν χεῖρα καὶ τὴν Νίκην ἐπʼ αὐτῆς δεξαμένη ἕστηκεν οὕτως ὅλῳ τῷ αἰῶνι, τὰ δὲ τοῦ θεοῦ κινούμενα, ἔμπνοα, χρηστικὰ φαντασιῶν, δοκιμαστικά.

工匠的哪一件作品能够立刻在自身之内拥有它通过制作所展现的力量?它难道不只是石头、青铜、黄金或象牙吗?菲迪亚斯的雅典娜也是一旦伸出手、接纳了其上的胜利女神,便整整万世都如此站立着;但神的作品却是能运动的、有呼吸的、能运用表象且能审视表象的。

§2.8.21

τούτου τοῦ δημιουργοῦ κατασκεύασμα ὢν καταισχύνεις αὐτό; τί δʼ; ὅτι οὐ μόνον σε κατεσκεύασεν, ἀλλὰ καὶ σοὶ μόνῳ ἐπίστευσεν καὶ παρακατέθετο, οὐδὲ τούτου μεμνήσῃ, ἀλλὰ καὶ καταισχυνεῖς τὴν ἐπιτροπήν; εἰ δέ σοι ὀρφανόν τινα ὁ θεὸς παρέθετο, οὕτως ἂν αὐτοῦ ἠμέλεις;

作为如此一位造物主的作品,你难道要让它蒙羞吗?不仅如此,既然神不仅造了你,而且单单将你托付并交付给你自己,难道你连这一点也记不住,反而要辱没这份托付吗?假若神把一个孤儿托付给你,你会如此懈怠地对待他吗?

§2.8.23

παραδέδωκέ σοι σεαυτὸν καὶ λέγει οὐκ εἶχον ἄλλον πιστότερόν σου· τοῦτόν μοι φύλασσε τοιοῦτον οἷος πέφυκεν, αἰδήμονα, πιστόν, ὑψηλόν, ἀκατάπληκτον, ἀπαθῆ, ἀτάραχον. εἶτα σὺ οὐ φυλάσσεις;

他把你自己交付给你,并且说道: “我没有比你更忠诚的人选了;替我守护好这个人,使他保持生来的本性:谦逊、忠诚、崇高、无畏、不动情、不受扰乱。” 随后你却不去守护吗?

§2.8.24

ἀλλʼ ἐροῦσιν· πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν καὶ σεμνοπροσωπεῖ;3 οὔπω κατʼ ἀξίαν. ἔτι γὰρ οὐ θαρρῶ οἷς ἔμαθον καὶ συγκατεθέμην· ἔτι τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ φοβοῦμαι.

然而人们会说: “这家伙是从哪儿冒出来的,在我们面前端着架子、摆出一副庄重的面孔?” “我目前还远配不上这份崇高。 因为对于我所学到并表示同意的道理,我尚且没有充足的信心;我依然害怕自己的软弱。

§2.8.25

ἐπεί τοι ἄφετέ με θαρρῆσαι καὶ τότε ὄψεσθε βλέμμα οἷον δεῖ καὶ σχῆμα οἷον δεῖ, τότε ὑμῖν δείξω τὸ ἄγαλμα, ὅταν τελειωθῇ, ὅταν στιλπνωθῇ.

因此且容我树立起信心,到那时你们就会看到应有的眼神与应有的姿态,到那时我便会将那雕像展现给你们看,当它被最终完成、当它被擦拭得光彩夺目之时。

§2.8.26

τί δοκεῖτε; ὀφρῦν; μὴ γένοιτο. μὴ γὰρ ὁ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ ὀφρῦν ἀνέσπακεν; ἀλλὰ πέπηγεν αὐτοῦ τὸ βλέμμα, οἷον δεῖ εἶναι τοῦ ἐροῦντος "οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλόν."

你们以为是什么?是高傲的眉毛吗?绝非如此!难道奥林匹亚的宙斯会挑起眉毛吗?不,他的眼神是坚毅凝注的,正如同说出这话者所当有的神情: ‘因为我的言语既不可收回,亦无欺诈。’

§2.8.27

τοιοῦτον ὑμῖν δείξω ἐμαυτόν, πιστόν, αἰδήμονα, γενναῖον, ἀτάραχον.

我将向你们展现这样的自己:忠诚、谦逊、高尚、不受扰乱。”

§2.8.28

μή τι οὖν ἀθάνατον ἀγήρων, μή τι ἄνοσον; ἀλλʼ ἀποθνῄσκοντα θείως, νοσοῦντα θείως. ταῦτα ἔχω, ταῦτα δύναμαι· τὰ δʼ ἄλλα οὔτʼ ἔχω οὔτε δύναμαι.

难道是以不朽、不老、不染疾病的姿态吗?不,而是以合乎神意的方式去死,合乎神意的方式患病。这些是我拥有的,这些是我能做到的;至于其余的一切,我既不拥有,也无能为力。

§2.8.29

δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτωτον. ταῦτα ὄψεσθε.

我将向你们展示哲学家的筋骨。是怎样的筋骨?决不落空的欲求,决不陷于所避之事的避忌,合乎本分的冲动,审慎周密的意图,决无谬误的同意。这些就是你们将要看到的。

语法注3 条
  1. 2.8.19νῦν δέ σε ὅτι ὁ Ζεὺς πεποίηκεν, διὰ τοῦτο ἀμελεῖς

    宾格代词 σε 从从属的 ὅτι 从句(作 πεποίηκεν 的宾语)中提前至主句句首,形成前提句式(prolepsis)。此结构承接前文对菲迪亚斯雕像的讨论,将对比的焦点置于 σε(“你”)之上。主句动词为 ἀμελεῖς(第二人称单数),διὰ τοῦτο(因此)则回指 ὅτι 原因从句的内容。

  2. 2.8.19καὶ τί ὁ τεχνίτης τῷ τεχνίτῃ ὅμοιος ἢ τὸ κατασκεύασμα τῷ κατασκευάσματι;

    疑问代词 τί 用作副词性宾格,意为“在何种程度上/如何”,整体构成一个带有否定含义的修辞疑问句:“工匠与工匠、制品与制品之间又如何能够相似呢?(即根本无法相提并论)”。形容词 ὅμοιος 支配与格(τῷ τεχνίτῃ, τῷ κατασκευάσματι),突出了神性造物与世俗工艺品的云泥之别。

  3. 2.8.24πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν καὶ σεμνοπροσωπεῖ;

    ἡμῖν 为伦理与格(ethical dative),表达说话者带有情绪的关切或讥讽之情(相当于“在我们面前/向着我们”)。短语 ὀφρῦν ἐνήνοχεν(动词 φέρω 的完成时)与 πόθεν 连用,字面为“(从何处)带来了傲慢的眉头”,意即“摆出傲慢的架子”,与后面的 σεμνοπροσωπεῖ(“装出庄重的面孔”)并列,生动地摹态了外界对初学哲学者的讥讽与质疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.8.15-2.8.29