- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.10.1-2.10.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了人作为有理性的存在是顺应神圣治理的宇宙公民,并且承担着儿子、兄弟等各种名分所对应的恰当职责,强调宁可放弃外在之物也要保全内在德性,丧失这种内在品质才是真正的损害。
σκέψαι τίς εἶ. τὸ πρῶτον ἄνθρωπος, τοῦτο δʼ ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως,1 ἀλλὰ ταύτῃ τὰ ἄλλα ὑποτεταγμένα, αὐτὴν δʼ ἀδούλευτον καὶ ἀνυπότακτον.
思考一下你究竟是谁。首先,是一个人;这意味着除了意志选择之外,你没有任何更有支配力的东西,相反,其他一切都顺从于它,而它自身则不受奴役、不受统属。
σκόπει οὖν, τίνων κεχώρισαι κατὰ λόγον. κεχώρισαι θηρίων, κεχώρισαι προβάτων.
因此,请考虑一下,依据理性你与哪些事物区分开来。你与野兽区分开来,你与绵羊区分开来。
ἐπὶ τούτοις πολίτης εἶ τοῦ κόσμου καὶ μέρος αὐτοῦ, οὐχ ἓν τῶν ὑπηρετικῶν, ἀλλὰ τῶν προηγουμένων· παρακολουθητικὸς γὰρ εἶ τῇ θείᾳ διοικήσει καὶ τοῦ ἑξῆς ἐπιλογιστικός.
除此以外,你是宇宙的公民,是宇宙的一部分,而且不是侍奉从属的部分之一,而是处于主导地位的部分之一;因为你能够理解并顺应神圣的治理,并且能够推想接续而来的事物。
τίς οὖν ἐπαγγελία πολίτου; μηδὲν ἔχειν ἰδίᾳ συμφέρον, περὶ μηδενὸς βουλεύεσθαι ὡς ἀπόλυτον, ἀλλʼ ὥσπερ ἄν, εἰ ἡ χεὶρ ἢ ὁ ποὺς λογισμὸν εἶχον καὶ παρηκολούθουν τῇ φυσικῇ κατασκευῇ, οὐδέποτʼ ἂν ἄλλως ὥρμησαν ἢ ὠρέχθησαν ἢ ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον.2
那么,公民的本分是什么?不谋求任何私利,不把任何事物当作孤立的存在来权衡,而是正如手或脚若拥有理性并能理解自然构造一样,它们除了与整体相联系之外,绝不会生起任何冲动或欲望。
διὰ τοῦτο καλῶς λέγουσιν οἱ φιλόσοφοι ὅτι εἰ προῄδει ὁ καλὸς καὶ ἀγαθὸς τὰ ἐσόμενα, συνήργει ἂν καὶ τῷ νοσεῖν καὶ τῷ ἀποθνῄσκειν καὶ τῷ πηροῦσθαι, αἰσθανόμενός γε, ὅτι ἀπὸ τῆς τῶν ὅλων διατάξεως τοῦτο ἀπονέμεται, κυριώτερον δὲ τὸ ὅλον τοῦ μέρους καὶ ἡ πόλις τοῦ πολίτου.
为此,哲学家们说得很对:如果那品格高尚善良之人能预知将要发生之事,他甚至会乐于协助患病、死亡与致残,因为他清楚地意识到这是从整体的安排中分派下来的,而整体重于部分,城邦重于公民。
νῦν δʼ ὅτι οὐ προγιγνώσκομεν, καθήκει τῶν πρὸς ἐκλογὴν εὐφυεστέρων ἔχεσθαι, ὅτι καὶ πρὸς τοῦτο γεγόναμεν.
但在眼下,由于我们无法预知,理应执守于那些更合乎本性以供挑选的事物,因为我们受生就是为了此一目的。
μετὰ τοῦτο μέμνησο, ὅτι υἱὸς εἶ. τίς τούτου τοῦ προσώπου ἐπαγγελία; πάντα τὰ αὑτοῦ ἡγεῖσθαι τοῦ πατρός, πάντα ὑπακούειν, μηδέποτε ψέξαι πρός τινα μηδὲ βλαβερόν τι αὐτῷ εἰπεῖν ἢ πρᾶξαι, ἐξίστασθαι ἐν πᾶσιν καὶ παραχωρεῖν συνεργοῦντα κατὰ δύναμιν. μετὰ τοῦτο ἴσθι ὅτι καὶ ἀδελφὸς εἶ.
在这之后,记住你是一个儿子。这个角色的本分是什么?把属于自己的一切都视为父亲的,在一切事上顺从,绝不在任何人面前责备父亲,不对他说出或做出任何有害之事,在一切事上退让屈从,尽力予以协助。在这之后,要知道你还是一个兄弟。
καὶ πρὸς τοῦτο δὲ τὸ πρόσωπον ὀφείλεται παραχώρησις, εὐπείθεια, εὐφημία, μηδέποτʼ ἀντιποιήσασθαί τινος πρὸς αὐτὸν τῶν ἀπροαιρέτων, ἀλλʼ ἡδέως ἐκεῖνα προίεσθαι, ἵνʼ ἐν τοῖς προαιρετικοῖς πλέον ἔχῃς.
面对这个角色,同样应当做出让步、服从与善言,绝不与他就非意志选择的事物相争,而是欣然放弃那些东西,以便在属于意志选择的事物中获得更大的份量。
ὅρα γὰρ οἷόν ἐστιν ἀντὶ θίδρακος, ἂν οὕτως τύχῃ, καὶ καθέδρας αὐτὸν εὐγνωμοσύνην κτήσασθαι,3 ὅση ἡ πλεονεξία.
因为试看,以一棵生菜(倘若碰巧如此)或一个席位,使自己换得宽容体谅,这是怎样一件事,又是何等巨大的利益!
μετὰ ταῦτα εἰ βουλευτὴς πόλεώς τινος, ὅτι βουλευτής· εἰ νέος, ὅτι νέος· εἰ πρεσβύτης, ὅτι πρεσβύτης· εἰ πατήρ, ὅτι πατήρ.
在此之后,如果你是某座城市的议员,请记住你是议员;如果是青年,记住是青年;如果是长者,记住是长者;如果是父亲,记住是父亲。
ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα.
因为这类名分中的每一个,一旦进入理性审思,都会勾勒出与自身相宜的行径。
ἐὰν δʼ ἀπελθὼν ψέγῃς σου τὸν ἀδελφόν, λέγω σοι ἐπελάθου, τίς εἶ καὶ τί σοι ὄνομα.
然而,如果你离开后去责备自己的兄弟,我便要对你说:“你忘记了自己是谁,忘记了自己的名分是什么。”
εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως· εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελφοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντʼ οὐδενὸς ἠλλάχθαι φανεῖ σεαυτῷ;4
那么,如果你身为铁匠,却以反常的方式使用铁锤,你就忘却了铁匠的本分;但如果你忘却了兄弟的身份,变成了仇敌而非兄弟,你难道会觉得自己只是拿一无所值换取了一无所值吗?
εἰ δʼ ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοινωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτικόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῇς, ἄλλου δʼ οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν ἄνθρωπον;
如果你不再是人这种温顺且具社会性的动物,反而变成了有害、阴险、噬人的野兽,难道你就毫无所失吗?难道只有当你损失了钱财时你才算遭受了损害,而失去其他任何东西都不能损害一个人吗?
- 2.10.1τοῦτο δʼ ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως
短语 τοῦτο δʼ ἔστιν(即是说/这意味着)后接主格分词 ἔχων,在语法和性数格上与前文的 ἄνθρωπος(人)保持一致,起同格解释的作用,意为“所谓人,即没有任何东西高于意志选择之人”。
- 2.10.4οὐδέποτʼ ἂν ἄλλως ὥρμησαν ἢ ὠρέχθησαν ἢ ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον
结合了 ἄλλως... ἤ(除……之外别无)这一惯用句式与反事实条件句的结论从句(οὐδέποτʼ ἂν ὥρμησαν ἢ ὠρέχθησαν)。副词性分词短语 ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον 经由 ἄλλως ἤ 引导,构成限定条件,意为“除了将之归结联系于整体之外,绝不会生起任何冲动或欲望”。
- 2.10.9αὐτὸν εὐγνωμοσύνην κτήσασθαι
在 ὅρα οἷόν ἐστιν(看那是何等……)所统辖的不定式结构中,宾格代词 αὐτόν 用作不定式 κτήσασθαι 的逻辑主语,起强调作用(“自身/自己获得宽厚包容”)。
- 2.10.13οὐδὲν ἀντʼ οὐδενὸς ἠλλάχθαι φανεῖ σεαυτῷ;
短语 οὐδὲν ἀντʼ οὐδενός 是一个成语性表达(“无足轻重之物换取无足轻重之物”)。结合完成时中动态不定式 ἠλλάχθαι 与将来时动词 φανεῖ,构成反问句:“难道在你看来,自己只是拿一无所值的东西换取了另一件一无所值的东西吗?”意指失去兄弟之谊绝非无关痛痒之事。
