← 爱比克泰德

谈话录

§2.8.1-2.8.14

善的本质与人身上内居的神性

爱比克泰德论述神与善的本质在于理智、理性,特别是对表象运用的反思性理解;人作为神的分有物,应当认识到自身内居的神性,不可用不洁的思想与行为予以玷污。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.1

ὁ θεὸς ὠφέλιμος· ἀλλὰ καὶ τἀγαθὸν ὠφέλιμον. εἰκὸς οὖν, ὅπου ἡ οὐσία τοῦ θεοῦ, ἐκεῖ εἶναι καὶ τὴν τοῦ ἀγαθοῦ.

神是有益的;但善也是有益的。因此,神之本质所在之处,善之本质亦必在彼,这是理所当然的。

§2.8.2

τίς οὖν οὐσία θεοῦ; σάρξ; μὴ γένοιτο. ἀγρός; μὴ γένοιτο. φήμη; μὴ γένοιτο. νοῦς, ἐπιστήμη, λόγος ὀρθός.

那么,神的本质是什么?肉体吗?绝非如此。田产吗?绝非如此。声誉吗?绝非如此。是理智、知识、正确的理性。

§2.8.3

ἐνταῦθα τοίνυν ἁπλῶς ζήτει τὴν οὐσίαν τοῦ ἀγαθοῦ. ἐπεί τοι μή τι αὐτὴν ἐν φυτῷ ζητεῖς; οὔ. μή τι ἐν ἀλόγῳ; οὔ. ἐν λογικῷ οὖν ζητῶν τί ἔτι ἀλλαχοῦ ζητεῖς ἢ ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα;1

那么,便单单在此处寻求善的本质吧。因为你总不见得要在植物中寻求它吧?不。难道在无理性的动物中寻求吗?不。既然是在有理性的存在者中寻求,除了在与无理性动物的相异之处外,你为何还要在别处寻找呢?

§2.8.4

τὰ φυτὰ οὐδὲ φαντασίαις χρηστικά ἐστιν· διὰ τοῦτο οὐ λέγεις ἐπʼ αὐτῶν τὸ ἀγαθόν. δεῖται οὖν τὸ ἀγαθὸν χρήσεως φαντασιῶν.

植物甚至无法运用表象;因此你不对它们谈论“善”。由此可见,善需要表象的运用。

§2.8.5

ἆρά γε μόνης; εἰ γὰρ μόνης, λέγε καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἀγαθὰ εἶναι καὶ εὐδαιμονίαν καὶ κακοδαιμονίαν.

难道仅仅需要这个吗?因为如果仅仅需要这个,你便不妨说善、幸福和不幸也存在于其他动物之中。

§2.8.6

νῦν δʼ οὐ λέγεις καὶ καλῶς ποιεῖς· εἰ γὰρ καὶ τὰ μάλιστα χρῆσιν φαντασιῶν ἔχει, ἀλλὰ παρακολούθησίν γε2 τῇ χρήσει τῶν φαντασιῶν οὐκ ἔχει. καὶ εἰκότως. ὑπηρετικὰ γὰρ γέγονεν ἄλλοις, οὐκ αὐτὰ προηγούμενα.

但事实上你并不这样说,你这样做是对的;因为哪怕它们最大限度地拥有表象的运用,但至少对表象的运用缺乏反思性的理解。这是理所当然的;因为它们是为了服务他物而产生的,本身并非首要目的。

§2.8.7

ὁ ὄνος ἐπεὶ γέγονεν μή τι προηγουμένως; οὔ· ἀλλʼ ὅτι νώτου χρείαν εἴχομεν βαστάζειν τι δυναμένου. ἀλλὰ νὴ Δία καὶ περιπατοῦντος αὐτοῦ χρείαν εἴχομεν· διὰ τοῦτο προσείληφε καὶ τὸ χρῆσθαι φαντασίαις· ἄλλως γὰρ περιπατεῖν οὐκ ἐδύνατο. καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν,3 καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτʼ ἂν ἡμῖν ὑπετέτακτο οὐδὲ τὰς χρείας ταύτας παρεῖχεν, ἀλλʼ ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.

譬如驴的产生,难道是作为首要目的吗?不,而是因为我们需要一副能负重的背脊。但凭宙斯起誓,我们也需要它能行走;因此它又额外获得了运用表象的能力,因为否则它就无法行走。 于是,它大抵就停留在这一步了。倘若它自己也额外获得了对表象运用的反省理解,那么显而易见,按道理它就绝不再顺从我们,也不会提供这些用处,而是会成为与我们平等且相仿的存在了。

§2.8.9

οὐ θέλεις οὖν ἐκεῖ ζητεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, οὗ μὴ παρόντος ἐπʼ οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν τὸ ἀγαθόν;4

既然缺少了这一点,你就不愿对任何其他事物谈论善,那你难道不愿就在此处寻求善的本质吗?

§2.8.10

τί οὖν; οὐκ ἔστι θεῶν ἔργα κἀκεῖνα; ἔστιν, ἀλλʼ οὐ προηγούμενα οὐδὲ μέρη θεῶν.

“那么又怎样呢?难道那些事物不也是诸神的作品吗?” 确实是,但它们既非首要的受造物,亦非诸神的一部分。

§2.8.11

σὺ δὲ προηγούμενον εἶ, σὺ ἀπόσπασμα εἶ τοῦ θεοῦ· ἔχεις τι ἐν σεαυτῷ μέρος ἐκείνου. τί οὖν ἀγνοεῖς σου τὴν συγγένειαν; τί οὐκ οἶδας, πόθεν ἐλήλυθας;

但你是首要的受造物,你是神的断片;你在自身之中拥有他的一部分。那么你为何不知晓你的血缘?为何不知道自己从何而来?

§2.8.12

οὐ θέλεις μεμνῆσθαι, ὅταν ἐσθίῃς, τίς ὢν ἐσθίεις καὶ τίνα τρέφεις; ὅταν συνουσίᾳ χρῇ, τίς ὢν χρῇ; ὅταν ὁμιλίᾳ; ὅταν γυμνάζῃ, ὅταν διαλέγῃ, οὐκ οἶδας ὅτι θεὸν τρέφεις, θεὸν γυμνάζεις; θεὸν περιφέρεις, τάλας, καὶ ἀγνοεῖς.

当你进食时,难道你不愿记住自己是谁在进食,所滋养的又是谁吗?当你行房时,是以何种身份行之?当你与人结交、锻炼、交谈时,难道你不知道自己是在滋养神、锻炼神吗?可怜的人啊,你随身承载着神,自己却一无所知。

§2.8.13

δοκεῖς με λέγειν ἀργυροῦν τινα ἢ χρυσοῦν ἔξωθεν; ἐν σαυτῷ φέρεις αὐτὸν καὶ μολύνων οὐκ αἰσθάνῃ ἀκαθάρτοις μὲν διανοήμασι, ῥυπαραῖς δὲ πράξεσι.

你以为我说的是外在的金银神像吗?你在自身之中承载着他,却并未觉察到自己正以不洁的思想与肮脏的行径玷污他。

§2.8.14

καὶ ἀγάλματος μὲν τοῦ θεοῦ παρόντος οὐκ ἂν τολμήσαις τι τούτων ποιεῖν ὧν ποιεῖς. αὐτοῦ δὲ τοῦ θεοῦ παρόντος ἔσωθεν καὶ ἐφορῶντος πάντα καὶ ἐπακούοντος οὐκ αἰσχύνῃ ταῦτα ἐνθυμούμενος καὶ ποιῶν, ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεοχόλωτε;5

若是有一尊神像在场,你决不敢做出你正在做的这些事;然而当神亲自居于内在、明察一切且垂听一切时,你心存这般念头并付诸行动,却不知羞耻,你这对自己本性毫无知觉且遭神震怒的人啊!

语法注5 条
  1. 2.8.3ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα

    介词短语 τῇ πρὸς τὰ ἄλογα 通过冠词重复作 παραλλαγῇ 的定语,意为“相对于无理性动物的相异之处”,指人与动物区别开来的本质特征。

  2. 2.8.5εἰ γὰρ καὶ τὰ μάλιστα ... ἀλλὰ ... γε

    句式 εἰ καὶ τὰ μάλιστα 表极度的让步(“即便最大限度地……”),与主句的 ἀλλὰ ... γε(“但至少……”)呼应,强调动物纵然拥有表象的运用,也绝不具备对该运用的反思性理解。

  3. 2.8.8παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν

    斯多亚学派术语 παρακολούθησις 指“反思性的理解”或“自觉的把握”。与格 τῇ χρήσει 作该动名词的补足成分,表示理解所指向的对象。

  4. 2.8.9οὗ μὴ παρόντος ἐπʼ οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν τὸ ἀγαθόν

    οὗ μὴ παρόντος 是带有否定词 μή 的属格独立结构,具条件含义(“若缺少此点”)。关系代词 οὗ 的先行词指向主句中的 ἐκεῖ(即对表象运用的反省理解)。

  5. 2.8.14ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεοχόλωτε

    句末的呼格谴责语。形容词 ἀναίσθητε 支配宾格性属格 τῆς αὑτοῦ φύσεως(“对自身本性毫无察觉”),与 θεοχόλωτε(“触怒神明的/遭神弃绝的”)并列,构成强烈的严斥语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.8.1-2.8.14