← 爱比克泰德

谈话录

§2.7.1-2.7.14

履行职责与对占卜的不当依赖

爱比克泰德指出,既然我们内心已具备辨明善恶的理性,在应当履行职责时诉诸占卜纯属出于怯懦的过错,并告诫人们当毫无偏执欲望地听凭神的指引。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1

διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν.

由于在不适当时机求神问卜,我们当中的许多人遗漏了许多应尽的职责。

§2.7.2

τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου1 ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων;

因为占卜者除了死亡、危险、疾病或大体上这类事物之外,还能多预见什么呢?

§2.7.3

ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων;

那么,如果为了朋友必须涉险,甚至如果为了他而死也是本分,我还有什么时机去求卜呢?难道我内心没有一位占卜者,早已将善与恶的本质告诉我,早已将两者的征兆阐明清楚了吗?

§2.7.4

τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλʼ ἀνέχομαι λέγοντος ἐκείνου συμφέρει σοι; τί γάρ ἐστι συμφέρον οἶδεν;

那我为何还需要内脏或飞鸟呢?难道我还要容忍他说: “这对你有利”吗? 因为他难道知道何为有利吗?

§2.7.5

τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων.

他知道何为善吗?难道他学过善恶的征兆,就像他学过内脏的征兆一样吗?因为他若知道这些事物的征兆,他也就会知道高尚与可耻、正义与非正义的征兆。

§2.7.6

ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος· πότερον δὲ συμφέρει ταῦτα ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι;

人啊,你只管告诉我预兆了什么,是生还是死,是贫穷还是富有;至于这些是有利还是有害,难道我要向你打听吗?

§2.7.7

διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδʼ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα;

你在语法事务上为何不置一词?却要在此处多嘴,在所有人都迷误且彼此争论不休的事情上指手画脚吗?

§2.7.8

διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα2 ὅτι ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς μᾶλλον θέλω, φησίν, ἵνʼ ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵνʼ ἐγὼ μὴ πέμψω.

因此,那位想要给被流放的格拉蒂拉送去按月供给的船只的妇人,针对那个说“多米提安会没收它们”的人,回答得极好: “我宁愿,”她说,“让他没收它们,也不愿自己不送去。”

§2.7.9

τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις· κληρονομήσω, κύριε, τὸν πατέρα; ἴδωμεν· ἐπεκθυσώμεθα. ναί, κύριε, ὡς ἡ τύχη θέλει. εἶτʼ ἂν εἴπῃ κληρονομήσεις, ὡς παρʼ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν.

那么,是什么驱使我们如此频繁地求卜呢?是怯懦,是对结局的恐惧。正因如此,我们奉承占卜者: “先生,我会继承父亲的遗产吗?” “让我们看看;让我们再献祭一次。” “是的,先生,但凭命运裁决。” 接着,一旦他说: “你将继承,”我们便向他道谢,仿佛是从他那里得到了遗产一样。正因如此,他们随后也拿我们当猴耍。

§2.7.10

τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν ἢ τὴν ἀριστεράν· οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν.

那么该当如何呢?应当不带欲望与回避地前去,正如旅人向路遇之人打听哪条道路通达一样,并不抱有希望右边道路通达胜过左边的欲望;因为他并非想要走这两条路中的特定某一条,而是想要走通达的那一条。

§2.7.11

οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλʼ οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι.

同样,我们也应当来到神面前,视其为向导,正如我们使用眼睛一样:并非恳求眼睛优先向我们展示某些事物,而是眼睛呈现何种景象,我们便接纳何种表象。

§2.7.12

νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ· κύριε, ἐλέησον· ἐπίτρεψόν μοι ἐξελθεῖν. ἀνδράποδον, ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον ἢ τὸ τῷ θεῷ δοκοῦν;

但如今,我们却浑身颤抖地抓着小鸟,呼求神并祈求他: “主啊,垂怜我;允许我脱离险境吧。” 奴才,难道你除了更好的事物之外还想要别的什么吗?难道除了神所意愿的之外,还有什么更美好的吗?

§2.7.14

τί τὸ ὅσον ἐπὶ σοὶ3 διαφθείρεις τὸν κριτήν, παράγεις τὸν σύμβουλον;

你为何要尽你所能去腐蚀审判者,去误导顾问呢?

语法注3 条
  1. 2.7.2πλέον ἰδεῖν θανάτου

    θανάτου 是受比较级 πλέον 支配的比较属格,意为“看到多于死亡(或超越死亡)的什么”。

  2. 2.7.8κατὰ τὸν εἰπόντα

    介词 κατά 支配宾格分词 τὸν εἰπόντα,表示针对某人或向某人应答:“对着那个说……的人”。

  3. 2.7.14τὸ ὅσον ἐπὶ σοὶ

    状语性宾格短语,意为“就你而言”或“在你的能力范围内”,修饰动词 διαφθείρεις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.7.1-2.7.14