- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.6.1-2.6.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德阐明外在生活与境遇本身是无差别的,唯有用法与内心判断关乎善恶,并援引克律西波斯的话及自然秩序,劝勉人们勘破对死亡与流放的恐惧,坚守意志的自主。
τὸ συνημμένον ἀδιάφορον·1 ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλʼ ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.
假言命题是无差别的;对它的判断却不是无差别的,而是知识、意见或谬误。同样,活着是无差别的,对生命的运用却不是无差别的。
μή ποτʼ οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθʼ ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ, ταπεινοὶ καὶ τὰς ὕλας τεθαυμακότες.
因此,当有人叫你们对这些事物也持无差别态度时,切莫变得懈怠;当有人劝告你们专注留心时,也切莫变得卑下并对质料畏首畏尾。
καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵνʼ ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδʼ ἀγανακτῇς, εἴ τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις.
知道自己的准备和力量也是一件好事,以便在你未做准备的事情上保持平静,即使其他人在这些事情上胜过你,你也不致愤慨。
καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγανακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς· ἐγὼ ἔμαθον, ὑμεῖς δʼ οὔ.
因为你自己在推论上也会自认胜人一筹,如果他们对此愤慨,你就会安慰他们: “我学过了,而你们没有。”
οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς, μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλʼ ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δʼ ἀρκείτω τὸ εὐσταθεῖν.
同样,在需要某种实践经验的地方,不要去追求由那经验带来的优势,而是把它让给那些熟练之人,对你而言,保持坚定安宁就足够了。
ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα. ἀσπάζομαι. πῶς; οὐ ταπεινῶς. ἀλλʼ ἐξεκλείσθης. διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλειμένην εὕρω τὴν θύραν, ἀνάγκη μʼ ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς θυρίδος εἰσελθεῖν.
“去向某某人问候。” “我去问候。” “怎样问候?” “不卑躬屈膝地。” “然而你被关在门外了。” “因为我没学过从窗户钻进去。每当我发现门紧闭着时,我要么离开,要么从窗户钻入,二者必居其一。”
ἀλλὰ καὶ λάλησον αὐτῷ. λαλῶ.
“那么也去同他交谈。” “我交谈。”
τίνα τρόπον; οὐ ταπεινῶς. ἀλλʼ οὐκ ἐπέτυχες. μὴ γὰρ σὸν τοῦτο τὸ ἔργον ἦν; ἀλλʼ ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ τί ἀλλότριον οὐ ταραχθήσῃ.
“以何种方式?” “不卑躬屈膝地。” “然而你未能如愿。” “这难道是你的事吗?这是他的事。那你为何要索求属于他人的东西?始终牢记何为属于你的、何为属于他人的,你便不会心烦意乱。”
διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν·2 αὐτὸς γάρ μʼ ὁ θεὸς ἐποίησεν τούτων ἐκλεκτικόν.
正因如此,克律西波斯说得极好: “只要未来的结局对我而言尚不明朗,我便始终紧抓那些更适于获得合乎本性之物的事物;因为神亲自造就了我,使我能够对这些事物做出选择。
εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπʼ αὐτό· καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.
但若我知道现在命中注定我当患病,我甚至会欣然趋向它;因为脚若有心智,也会欣然趋向踩入泥淖。”
ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ θερισθῶσιν;
其实,麦穗究竟是为了什么而生长的?难道不也是为了干燥吗?而它们干燥,难道不也是为了被收割吗?
οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι.
因为它们并非作为孤立之物而生长的。那么,如果它们具有感觉,难道它们应当祈求永远不被收割吗?对于麦穗而言,永不被收割才是一场诅咒。
οὕτως ἴστε ὅτι καὶ ἐπʼ ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν· ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι.
同样,你们当知道,对于人而言,不死也是一场诅咒;这如同不成熟、不被收割一样。
ἡμεῖς δʼ ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά.
然而我们由于自身一方面是注定要被收割者,另一方面又清醒地意识到自己正在被收割,便因此而愤愤不平。因为我们既不知道自己是谁,也没有像骑手钻研马术那样钻研人生的事务。
ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν· οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον ποιεῖν·
相反,克律桑塔斯在正要击杀敌人时,一听到号角吹响召回的信号,便收住了手;在他看来,遵从将军的命令远比执行自己的意图更为紧要。
ἡμῶν δʼ οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες.
而我们当中,哪怕在必然性召唤时,也没有一个人愿意欣然听从它,而是哭泣着、呻吟着承受我们所承受的一切,并把它们称为‘逆境’。
ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν· εἰ δʼ ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον φθαρῆναι;
“什么逆境,朋友?如果你把围绕着你的事物称为逆境,那么一切都是逆境;但如果你是当作艰难困苦来称呼,那么生成之物归于毁灭,这又有什么艰难可言呢?”
τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ καταβῇς εἰς Ἅιδου;
带来毁灭的是利刃、刑车、大海、瓦片或僭主。你通过哪条道路下到冥府,与你何干?
ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτʼ οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.
一切道路都是平等的。如果你想听真话,僭主打发你走的道路其实更为快捷。绝没有任何僭主用六个月才杀死一个人,而热病却往往要拖上一整年。这一切都不过是虚张声势和空洞名目的喧嚣。
τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος. ἐγὼ δʼ οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δʼ αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; οὐ τῇ κεφαλῇ;
“我在凯撒面前有性命之虞。” “难道我住在地震如此频繁的尼科波利斯,就没有危险吗?你自己横渡亚得里亚海时,冒的是什么险?难道不是性命之险吗?”
ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω. τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν;
“但我还在名誉上面临危险。” “在你自己的名誉上吗?怎么会?谁能强迫你接受某种你不愿接受的看法?还是在他人的看法上?别人持有虚妄的看法,对你而言算得上什么危险?”
ἀλλʼ ἐξορισθῆναι κινδυνεύω. τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι ἢ ἐν Ῥώμῃ; ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ; ἄν σοι ποιῇ,3 ἀπελεύσῃ· εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, ὁ πέμπων σε εἰς Γύαρα.
“然而我面临被流放的危险。” “被流放是什么意思?在罗马之外的其他地方吗?” “是的。那么如果我被送往贾拉岛呢?” “如果那对你合适,你便去;如果不合适,除了贾拉岛之外你还有一个可去之处,那个把你送往贾拉岛的人,无论愿意与否,也同样会去到那里。”
τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵνʼ εἴπῃ νέος εὐφυὴς ὅτι οὐκ ἦν τοσούτου4 τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ οὐ πολλοῦ ἀξίῳ.
“那么你为何要把这些事当作天大的事来面对呢?它们比你的准备还要渺小”;以至于一个有天赋的青年可以说: “听了这么多教诲,写了这么多篇章,在这样一个不值钱的糟老头子身边坐了这么久,原是没有这么大价值的。”
μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθʼ ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή ποτʼ ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων.
只要牢记那个划分:以此划分何为属于你的,何为不属于你的。切莫去索求属于他人的任何事物。
βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ ταπεινός· ἡ προαίρεσις δʼ ἴση, ἂν ἴσην αὐτὴν ἐν ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι.
法庭与监狱各自都只是一个处所,一个显贵,一个卑微;但你的意志选择是平等的,如果你愿意在两处都同样保持它,它就能够保持平等。
καὶ τότʼ ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα παιᾶνας γράφειν.
当我们能够在监狱中谱写赞美诗时,我们才真正成了苏格拉底的效法者。
μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθʼ ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος θέλεις ἀναγνῶ σοι παιᾶνας; τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι ἔστιν — ἐν τίσιν οὖν; ἀποθνῄσκειν μέλλω. ἄνθρωποι δʼ ἄλλοι ἀθάνατοι ἔσονται;
但以我们直到如今的这副样子,看看如果有别人在监狱里对我们说: “你愿意让我为你朗读赞美诗吗?” 我们是否忍受得住: “你为何来烦我?难道你不知道缠绕着我的灾难吗?因为我现在正处于……” “处于什么之中呢?” “我快要死了。” “难道其他的人就能长生不死吗?”
- 2.6.1τὸ συνημμένον ἀδιάφορον
τὸ συνημμένον 是斯多亚逻辑学述语,指“假言命题(条件命题)”。命题本身作为客观结构是无差别的(ἀδιάφορον),唯有针对它所作出的判断(κρίσις)才构成知识、意见或谬误;爱比克泰德以此逻辑学比喻来类比生命本身(τὸ ζῆν)与其运用(ἡ χρῆσις)的关系。
- 2.6.9τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν
动词 ἔχομαι 支配属格,意为“紧抓”、“执持”。τῶν εὐφυεστέρων 为中性复数属格,指“更为相宜/天资上更适合的事物”。πρὸς τὸ τυγχάνειν 是表目的的介词短语(πρός 搭配冠词加不定词),不定词 τυγχάνειν 进而支配属格宾语 τῶν κατὰ φύσιν(合乎本性的事物),构成了双重属格支配结构。
- 2.6.22ἄν σοι ποιῇ
动词 ποιέω 与与格代词(σοι)连用,作不及物动词或非人称用法,表示“合意”、“合适”、“有益”(相当于 συμφέρει),整句意为“如果那对你合适/合意”。
- 2.6.23οὐκ ἦν τοσούτου
τοσούτου 为表示价值或代价的属格(genitive of value),意为“值这么多”。未完成过去时 ἦν 带有回溯性评判的语气(“原不值这么多代价[居然落得如此小题大做]”)。句子的真正主语由后随的一系列完成时不定词短语(ἀκηκοέναι, γεγραφέναι, παρακεκαθικέναι)构成。
