- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.5.18-2.5.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者以苏格拉底在法庭上的表现类比玩球,指出外在的苦难不过是供人投掷接取的球,真正重要且值得赞扬的是施展技艺的操持方式。接着他论述人并非孤立存在,而是宇宙和城邦这一整体的一部分,应当顺应整体的需要来承担身为局部的命运。
τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. λέγε μοι, φησίν, Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἢ ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές;
因此苏格拉底懂得如何玩球。怎么玩的?在法庭上嬉戏玩耍。 “告诉我, 他说, 阿尼图斯,你怎么能说我不信神呢?在你看来神灵究竟是什么?他们不要么是神的孩子,要么是人和神结合而生的混血者吗?”
ὁμολογήσαντος δὲ1 τίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιόνους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή; ὡς ἁρπαστίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότʼ ἦν; τὸ δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυναικὸς ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν.
而在对方承认之后,“那么在你看来,谁能相信有骡子存在,却不相信有驴存在呢?” 这正如玩弄小球一般。而在那时的争斗中小球是什么呢?被囚禁、被流放、服下毒药、被夺去妻子、撇下沦为孤儿的孩子。
ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλʼ οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δʼ ἀδιαφορίαν ὡς ὑπὲρ ἁρπαστίου.2
这些便是置于中间任他玩弄的事物;然而他依然玩弄着,并且富有节奏地投掷着球。同样,我们也要在专注上表现得像最熟练的球手,在淡漠上则像对待一个小球。
δεῖ γὰρ πάντως περί τινα τῶν ἐκτὸς ὑλῶν φιλοτεχνεῖν, ἀλλʼ οὐκ ἐκείνην ἀποδεχόμενον, ἀλλʼ οἵα ἂν ᾖ ἐκείνη, τὴν περὶ αὐτὴν φιλοτεχνίαν ἐπιδεικνύοντα. οὕτως καὶ ὁ ὑφάντης οὐκ ἔρια ποιεῖ, ἀλλʼ οἷα ἂν παραλάβῃ περὶ αὐτὰ φιλοτεχνεῖ.
因为人无论如何必须对外在的某些质料施展技艺,但不是接纳质料本身,而是无论它是什么样,都展现出针对它的技艺。织工同样不造羊毛,而是无论收到什么样的羊毛,都在其上施展技艺。
ἄλλος σοι δίδωσι τροφὰς καὶ κτῆσιν καὶ αὐτὰ ταῦτα δύναται ἀφελέσθαι καὶ τὸ σωμάτιον αὐτό. σὺ λοιπὸν παραλαβὼν τὴν ὕλην ἐργάζου. εἶτα ἂν ἐξέλθῃς μηδὲν παθών, οἱ μὲν ἄλλοι ἀπαντῶντές σοι συγχαρήσονται ὅτι ἐσώθης, ὁ δʼ εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται· ἂν δὲ διʼ ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία.3 ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν.
他人给你食物和财产,也能夺走这些东西本身,乃至你的这具皮囊。剩下的是你接过质料并对它进行加工。随后,如果你走出来时毫发无损,其他人遇见你时,会因你获救而向你道贺;但懂得看待此类事物的人,如果看到你在此事中举止得体,便会赞扬并同你一起欣喜;如果看到你是因某种卑劣之举而苟全性命,他就会做出相反的反应。因为凡是合理欣喜之处,共同道贺亦在其中。
πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλʼ, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸν καὶ εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου· εἰ δὲ μή, οὐκέτι ἔσται πούς. τοιοῦτόν τι καὶ ἐφʼ ἡμῶν ὑπολαβεῖν δεῖ.
“那么,外在事物中的某些东西又怎么被说成是合乎本性与违背本性的呢?”就仿佛我们是孤立存在的一样。因为我固然会说,对脚而言,保持洁净是合乎本性的;但如果你把它当作一只脚,而不是当作孤立之物来看待,那么踏入泥淖、踩踏荆棘、有时甚至为了整体而被截断,对它而言也都是应当的;否则,它就将不再是一只脚。关于我们自身,也必须抱有类似的看法。
τί εἶ; ἄνθρωπος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δʼ ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, διʼ ἐκεῖνο τὸ ὅλον νῦν μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦσαι, νῦν δʼ ἀπορηθῆναι, πρὸ ὥρας δʼ ἔστιν ὅτʼ ἀποθανεῖν.
你是什么?是人。如果你作为孤立之物来考察,合乎本性的是活到老年、富有、健康。但如果你作为人和某个整体的一部分来考察,为了那个整体,你有时就应当患病,有时就应当航海并冒险,有时就应当陷入困境,有时甚至在未到寿数前就死去。
τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄνθρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης, ἥ τί ἐστι μικρὸν τῆς ὅλης μίμημα.
那你为何还愤愤不平呢?难道你不知道,正如那只脚将不再是脚一样,你也同样不再是人了吗?因为人究竟是什么?是城邦的一部分,首先是由神和人构成的城邦,其次是就最近的意义所称的城邦,后者只是整体的一个微小摹本。
νῦν οὖν ἐμὲ κρίνεσθαι;4 νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα.
“那么现在轮到我受审判了吗?” 那么现在轮到另一人发高烧,另一人航海,另一人死去,另一人被定罪了吗?因为在这样的身体中、在这样的包容之界里、与这样的同伴共同生活,某些人遭遇此类事而另一些人遭遇彼类事,是不可避免的。
σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπιβάλλει.
因此你的职责是走上前去说该说的话,并按照本分妥善处理这些事情。
εἶτα ἐκεῖνος λέγει κρίνω σε ἀδικεῖν. εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός. ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.
然后那人说道: “我判你违法。” “愿你安好。我已经尽了我自己的本分;至于你是否也尽了你的本分,你自己看着办吧。” 因为对他而言亦存在着某种危险,切莫忽视了这一点。
- 2.5.19ὁμολογήσαντος δέ
属格独立结构,其逻辑主语由上下文省略并补充。省略的逻辑主语为前文中苏格拉底的发问对象阿尼图斯(Ἄνυτος),意为“当他(阿尼图斯)表示同意时”。
- 2.5.20τὴν μὲν ἐπιμέλειαν σφαιριστικωτάτην, τὴν δʼ ἀδιαφορίαν ὡς ὑπὲρ ἁρπαστίου
省略句结构,两个由宾格构成的短语与谓语性修饰语并列,省去了主导动词(如 δεῖ ἔχειν 等表示应当持有的动词)。需补足谓语关系理解为:“我们[应当保持]如球手般的极致专注,又如对待小球般的无动于衷”。
- 2.5.23ἂν δὲ διʼ ἀσχημοσύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία
承前省略结构,与前半句的 ἂν μὲν ἴδῃ... ἐπαινέσει καὶ συνησθήσεται 相对照。条件从句中承前省略了感知动词 ἴδῃ,用以支配宾格分词 διασεσωσμένον;主句中的 τὰ ἐναντία 则省略了谓语动词(如 ποιήσει 或 ἐρεῖ,意为“做出/说出相反的反应”)。
- 2.5.27νῦν οὖν ἐμὲ κρίνεσθαι;
表示愤慨或反诘的独立不定式结构(exclamatory infinitive)。不定式 κρίνεσθαι 带有宾格主语 ἐμέ 而无限定动词,构成带有情感的反问:“难道现在轮到我受审判了吗?”紧随其后的 νῦν οὖν ἄλλον πυρέσσειν... 亦承袭此一并列句式。
