← 爱比克泰德

谈话录

§2.5.1-2.5.17

外在质料的无差别性与其慎重运用

爱比克泰德指出外在质料本身是无差别的,但对其使用则关乎善恶,因此必须专注且沉着地对待,并以掷骰子、航海和玩球为例进行了论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος.

质料是无差别的,但对它们的使用却并非无差别。

§2.5.2

πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μηδʼ ἐπισεσυρμένον;

那么,一个人如何能既保持沉着与安宁,同时又保持专注,既不轻率也不马虎呢?

§2.5.3

ἂν μιμῆται τοὺς κυβεύοντας.1 αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι· πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δʼ ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι, τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν.

如果他效仿那些掷骰子的人即可。算子是无差别的,骰子是无差别的;我怎么知道将掷出什么点数?但周到而有技巧地使用所掷出的点数,这便已是我的职责了。

§2.5.4

οὕτως τοίνυν τὸ μὲν προηγούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο· δίελε τὰ πράγματα καὶ διάστησον καὶ εἰπὲ τὰ ἔξω οὐκ ἐπʼ ἐμοί· προαίρεσις ἐπʼ ἐμοί.

因此,在生活中那也是首要的职责:划分并区分事物,然后说: “外在事物不在于我;选择在于我。

§2.5.5

ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κακόν; ἔσω ἐν τοῖς ἐμοῖς. ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτʼ ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτʼ ὠφέλειαν μήτε βλάβην μήτʼ ἄλλο τι τῶν τοιούτων.

我该在哪里寻求善与恶?在内,在属于我自身的事物中。” 而在属于他人的事物中,绝不要称任何东西为善或恶,为益处或损害,或任何此类名称。

§2.5.6

τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ παρὰ φύσιν.

“那么怎样?必须粗疏地对待这些事物吗?”绝非如此。因为这对选择而言又是恶的,且在这一方面违背了本性。

§2.5.7

ἀλλʼ ἅμα μὲν ἐπιμελῶς, ὅτι ἡ χρῆσις οὐκ ἀδιάφορον, ἅμα δʼ εὐσταθῶς καὶ ἀταράχως, ὅτι ἡ ὕλη οὐ διαφέρουσα.

相反,既要专注,因为使用并非无差别;又要沉着且安宁,因为质料本身并不造成差异。

§2.5.8

ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κωλῦσαί μέ τις δύναται οὔτʼ ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων ἡ μὲν τεῦξις οὐκ ἐπʼ ἐμοὶ οὐδʼ ἀγαθὸν ἢ κακόν, ἡ χρῆσις δʼ ἢ κακὸν ἢ ἀγαθόν, ἀλλʼ ἐπʼ ἐμοί.

因为凡是有差异之处,在那里没有人能阻碍我,也没有人能强迫我。而在我受阻碍和强迫之处,获得那些事物并不在于我,它们本身亦非善非恶,但其使用要么是恶要么是善,并且是在于我的。

§2.5.9

δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστάθειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι.

将这些结合并汇聚在一起固然困难——既有执着于质料者的专注,又有对质料无动于衷者的沉着——但并非不可能。否则,想要获得幸福是不可能的。

§2.5.10

ἀλλʼ οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται;2 τὸ ἐκλέξασθαι τὸν κυβερνήτην, τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν.

相反,这正如我们在航海时所做的一样。什么是我力所能及的?挑选舵手、水手、出海的日子和时机。

§2.5.11

εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ἡ ὑπόθεσις, τοῦ κυβερνήτου. ἀλλὰ καὶ ἡ ναῦς καταδύεται.

然后风暴骤降。那我还有何挂念?因为属于我的部分已经完成。这桩事属于另一人,即舵手。“但是船也在下沉。”

§2.5.12

τί οὖν ἔχω ποιῆσαι; ὃ δύναμαι, τοῦτο μόνον ποιῶ· μὴ φοβούμενος ἀποπνίγομαι οὐδὲ κεκραγὼς οὐδʼ ἐγκαλῶν τῷ θεῷ, ἀλλʼ εἰδώς, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ.

那我还能做什么?凡是我能做的,我仅做这一件事:不恐惧、不号叫、不埋怨神,而是深知生成之物亦必将毁灭而溺水死去。

§2.5.13

οὐ γάρ εἰμι αἰών, ἀλλʼ ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν ὡς ὥραν.

因为我不是永恒,而是人,是万物的一部分,正如一个小时是一天的一部分。我必须像一个小时那样到来,也像一个小时那样过去。

§2.5.14

τί οὖν μοι διαφέρει πῶς παρέλθω, πότερον πνιγεὶς ἢ πυρέξας; διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με.

那么,我究竟是如何过去,是溺死还是发高烧而死,对我又有何分别呢?因为我必须经由某种类似的事物而过去。

§2.5.15

τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπείρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ ἢ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχεσθαι.

你会看到那些熟练玩球的人也是这样做的。他们中没有人把球本身当作善或恶来计较,而是计较投掷与接球。

§2.5.16

λοιπὸν ἐν τούτῳ ἡ εὐρυθμία, ἐν τούτῳ ἡ τέχνη, τὸ τάχος, ἡ εὐγνωμοσύνη, ἵνʼ ἐγώ, μηδʼ ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, ὁ δέ, ἂν βάλω, λαμβάνει.

因此,节奏在其中,技巧、速度与判断力亦在其中,以致我即使张开衣襟也不能接住它,而如果我投出,对方就能接住。

§2.5.17

ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα ἢ βάλλωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει, ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλʼ ὁ μὲν ἐρεῖ βάλε, ὁ δὲ μὴ βάλῃς, ὁ δὲ μὴ ἀνέβαλες.3 τοῦτο δὴ μάχη ἐστὶ καὶ οὐ παιδιά.

但如果我们带着混乱与恐惧去接或投球,这还成什么游戏,人在何处还能保持沉着,人在何处还能看清其中的次序呢?相反,一人会说: “投!” 另一人会说: “别投!” 又一人会说: “你没有往上投!” 这确实是一场争斗,而不是游戏了。

语法注3 条
  1. 2.5.3ἂν μιμῆται τοὺς κυβεύοντας.

    承接前文疑问句(πῶς οὖν τηρήσῃ τις...)的回答,仅出现条件从句,主句(如 τηρήσει 等)被省略。在日常对话体中表示“如果他效仿那些掷骰子的人[就能保持]”。

  2. 2.5.10τί μοι δύναται;

    δύναται 与与格代词 μοι 连用,作表示能力或可能性的非人称/中性表达,意为“何者对我而言是可能的(我能做什么)”。后接的带冠词不定式短语(τὸ ἐκλέξασθαι...)充当其对应的主语。

  3. 2.5.17μὴ ἀνέβαλες.

    否定小词 μή 与直陈式不定过去时(ἀνέβαλες)连用的口语化非常规表达。相较于用 οὐ 的客观否定,此处带有说话者主观的指责、抱怨或不满语气,是球戏中表示抱怨的喊话(“你没往上抛!”或“你不该抛起来的!”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.5.1-2.5.17