← 爱比克泰德

谈话录

§2.4.1-2.4.11

破坏信义之害与对通奸者的驳斥

爱比克泰德斥责了一位因通奸被捕的文士,指出破坏信义使人在城邦共同体中沦为毫无容身之所的害群之马,并以宴席分餐和剧场就座的比喻驳斥了所谓“女性天生共有”的诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει.

当他正在说“人是为信义而生的,颠覆这一品质的人便颠覆了人的本质”时,进来了一个自命为学者的人,他曾在这座城里因通奸被捕。

§2.4.2

ὁ δʼ Ἀλλʼ ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ὅσιον.

于是他说:“但是,如果我们抛弃我们生来就具备的这种信义,图谋邻人之妻,我们在做什么呢?难道不是在毁灭和消灭?消灭谁呢?那个有信义的人、有羞耻心的人、虔敬的人。

§2.4.3

ταῦτα μόνα; γειτνίασιν δʼ οὐκ ἀναιροῦμεν, φιλίαν δʼ οὔ, πόλιν δʼ οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι πιστεύσω;

仅仅是这些吗?难道我们没有消灭邻里关系,没有消灭友谊,没有消灭城邦吗?我们把自己置于何种地位?人啊,我该把你当成什么来对待?当成邻居,当成朋友?当成什么样的人?当成公民?我能在什么事上信任你?

§2.4.4

εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι,1 ἔξω ἂν ἐπὶ τὰς κοπρίας ἐρρίπτου καὶ οὐδʼ ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο· εἰ δʼ ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν;2 ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν· δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον;

那么,如果你是一件如此破烂以致毫无用处的器皿,你早就被扔到外面的粪堆上,甚至在那里也没有人会把你捡起来; 然而,你作为一个人类,却连任何一个属于人类的位置都无法充当,我们将如何处置你?就算你不能占有朋友的地位;你能占有奴隶的地位吗?谁又会信任你?难道你就不愿意自己也像一件毫无用处的器皿、像粪便一样被扔到某个粪堆上吗?

§2.4.6

εἶτα ἐρεῖς οὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου; κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνηται, πλήξας κατέβαλεν.

然后你还会说:‘难道没有人理睬我这个饱学之士吗?’ 因为你卑鄙而无用。这正如胡蜂因没有人理睬它们,人人都躲避它们,而且若有人能做到,就会将其击打落地而愤愤不平一样。

§2.4.7

σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.3

你拥有这样的毒刺,以至于无论你刺中谁,都会使其陷入麻烦与痛苦。你想让我们如何处置你?你甚至没有容身之处。

§2.4.8

τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων· ἀλλʼ ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς συμπότης καὶ σύνδειπνος Σωκρατικός.

‘那么怎样?女人天生不是共有的吗?’我也这么说。烤乳猪对所有被邀请的宾客确实是共有的;但当分好肉块时,如果你高兴,就走过去抢夺身旁同席者的那份,暗中偷窃,或者伸出手去大快朵颐,就算撕不下肉来,也把手指抹得满是油腻并舔个干净吧。真是一位出色的同饮者和苏格拉底式的共餐者!

§2.4.9

ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν.

喂,剧场难道不是公民共有的吗?那么,当他们坐下时,如果你高兴,就走去把他们中的某个人赶出去吧。

§2.4.10

οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δʼ ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις;

女人在天性上也是如此共有的。但当立法者像宴会的主人那样将她们分配完毕后,你难道不愿意自己也去寻找属于你自己的那份,反而去抢夺并贪食属于他人的那份吗?

§2.4.11

ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ. Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι4 καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;

‘但我是一个学者,我懂得阿刻德谟斯。’ 那么你就一边懂得阿刻德谟斯,一边做一个通奸者和背信弃义之徒,不做人而做狼或猿猴吧。因为有何能阻止你呢?”

语法注4 条
  1. 2.4.4ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι

    在 ὥστε 引导的结果从句中,由于动词 χράομαι 支配与格,代词 σοι 以与格形式充当其补足语(“使用你”)。不定式 δύνασθαι 的逻辑主语是泛指的“人”,整个短语作非人称理解,意为“以致于人们无法把你用于任何事情”。

  2. 2.4.5τί σε ποιήσομεν

    动词 ποιέω 与宾格代词 σε 以及疑问代词 τί 连用,构成表示处置的习惯用法,意为“我们该把你怎么办/怎样处置你?”。此处为表审虑意义的将来时直陈式,与后文的 τί σε θέλεις ποιήσωμεν 相呼应。

  3. 2.4.7οὐκ ἔχεις ποῦ τεθῇς

    动词 ἔχω 加上间接疑问句中的审虑连接式(deliberative subjunctive),构成习惯句型,意为“你甚至没有可被安置之处/容身之所”。τεθῇς 是 τίθημι 的第二人称单数不定过去时被动语态连接式。

  4. 2.4.11Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι

    ἴσθι 是动词 εἰμί 的第二人称现在时命令式(形式上虽与 οἶδα 的命令式相同,但因带有表语 μοιχός,故确定为 εἰμί)。现在分词 νοῶν 表伴随状况或让步,构成辛辣的讽刺:“那么你就一边懂着阿刻德谟斯,一边去作奸夫吧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.4.1-2.4.11