← 爱比克泰德

谈话录

§2.24.1-2.24.17

倾听的技艺与激发言说的听者

面对一位请求他向自己讲授道理的访客,爱比克泰德指出不仅言说需要专门的技艺,倾听同样需要长期的训练。正如适宜的草料才能激起羊的食欲,哲学家也唯有面对具备理解力并能给予有效刺激的听者时,才会被激发起言说的意欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24.1

εἰπόντος αὐτῷ τινος ὅτι1 Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω·

有人对他说:“我常想聆听您的教诲,多次前来拜访,您却从未回答过我; 如今若有可能,我恳请您对我说点什么。”

§2.24.2

καὶ νῦν, εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ μὴ ἔχων ἀπείρως;

对此他说道:“你是否认为,正如对其他事情有专门的技艺一样,说话也同样存在一种技艺,掌握它的人便能娴熟地言说,不掌握它的人便拙劣地言说?”

§2.24.3

— δοκεῖ. — οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν βλαπτομένους τοὺς δʼ ὠφελουμένους.

——“确实如此。”——“那么,通过言说既使自己获益又能使他人获益的人,会娴熟地言说;而反而受害且害人的人,岂不就是对这门说话的技艺一无所知的人吗?你会发现有些人受害,有些人获益。”

§2.24.4

οἱ δʼ ἀκούοντες πάντες ὠφελοῦνται ἀφʼ ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; — καὶ τούτων, ἔφη. — οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δʼ ἀπείρως βλάπτονται;

“那么,听话的人全都能从所听到的内容中获益吗?抑或在他们当中,你同样能发现有些人获益,有些人受害?”——“在他们当中也能发现。”他说。——“那么在听话这方面,凡是娴熟地听的人都获益,凡是拙劣地听的人都受害,不是吗?”

§2.24.5

— ὡμολόγει. — ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; — ἔοικεν.

——他表示赞同。——“那么,正如言说有某种熟练技艺,倾听也同样存在某种熟练技艺了?”——“看来如此。”

§2.24.6

— εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ;2 — μουσικοῦ. — τί δέ;

——“若你愿意,也可以这样来思考它:合乎音乐之道地弹奏,依你之见属于何人?”——“属于音乐家。”

§2.24.7

τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; — ἀνδριαντοποιοῦ. — τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; — προσδεῖται καὶ τοῦτο.

——“那么, 如法制作雕像,依你看属于何人?”——“属于雕塑家。”——“以娴熟的眼光去鉴赏,依你看难道就不需要任何技艺吗?”——“这也需要技艺。”

§2.24.8

— οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως τοῦ ἐμπείρου ἐστίν;

——“那么,如果如法地说话属于精通此道者,你岂不见有益地倾听同样属于精通此道者吗?”

§2.24.9

καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου· ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκουσόμενος. ἢ γὰρ οὔ;

“至于‘完满且有益地’这一点,若你愿意,我们暂且搁置不提,因为我们两人都与这类境界相去甚远;但有一点我想人人都赞同:准备聆听哲学家教诲的人,至少需要对倾听进行过某种程度的训练。难道不是吗?

§2.24.11

περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; — οὔ. — ἀλλὰ βοός; — οὔ. — τί οὖν;

那么,我当对你谈论什么呢?请指给我看。你能够听懂关于什么的议论?关于善与恶吗?什么事物的善与恶?难道是马吗?”——“不是。”——“那么是牛吗?”——“不是。”——“究竟是什么?

§2.24.12

ἀνθρώπου; — ναί. — οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα;3 ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι;

关于人吗?”——“是的。”——“那么,我们知道人是什么、人的本性是什么、关于人的观念是什么吗?我们对此哪怕稍微有点开窍了吗?还是说,你能理解本性究竟是什么,或者当我讲说时能稍微跟得上我吗?

§2.24.13

ἀλλʼ ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δʼ οὐκ ἔστιν;

抑或我要对你使用论证?该如何用?因为你难道掌握了这本身:什么是论证、事物如何被论证、通过什么被论证?抑或哪些东西看似论证而实际上并非论证?

§2.24.14

τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος; τί τίνι ἀκολουθεῖ, τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ ἀσύμφωνον;

你难道知道什么是真实、什么是虚假吗?什么推导出什么,什么与什么冲突、不一致或不调和?

§2.24.15

ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν; πῶς παραδεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων, καθʼ ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφερόντων καὶ ἀσυμφόρων, αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι;4 δεῖξον οὖν μοι, τί περανῶ διαλεγόμενός σοι. κίνησόν μοι προθυμίαν.

抑或我要激发你去追求哲学?对于连“什么是冲突”这一点本身都不知道的人,我又该如何向你指明众人就善恶利害彼此分歧的那种冲突?所以,请指给我看,我同你交谈究竟能达成什么。请激起我的热情吧!

§2.24.16

ὡς ἡ κατάλληλος πόα τῷ προβάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν, ἂν δὲ λίθον ἢ ἄρτον παραθῇς, οὐ κινηθήσεται, οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν, ὅταν ὁ ἀκουσόμενος φανῇ τις, ὅταν αὐτὸς ἐρεθίσῃ. ἂν δʼ ὡς λίθος ἢ χόρτος ᾖ παρακείμενος, πῶς δύναται ἀνθρώπῳ ὄρεξιν κινῆσαι;

正如合适的青草呈现在羊面前便能激起它吃的愿望,可若是摆上石头或面包它便无动于衷;同样,当我们面前出现能够倾听的人、当他自身给出触动时,我们也会产生某种说话的自然冲动。但若他像块石头或干草般摆在旁边,又怎能在人心中激起意欲呢?

§2.24.17

ἡ ἄμπελος μή τι λέγει τῷ γεωργῷ ἐπιμελοῦ μου; ἀλλʼ αὐτὴ διʼ αὑτῆς ἐμφαίνουσα, ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ,5 ἐκκαλεῖται πρὸς τὴν ἐπιμέλειαν.

葡萄藤难道会对农夫说: ‘照料我吧’? 而是由于它自身表明,农夫若悉心照料它便会获利,从而召唤农夫前去照料。”

语法注5 条
  1. 2.24.1εἰπόντος αὐτῷ τινος ὅτι

    属格独立结构。连词 ὅτι 在此用作引语引导词(ὅτι recitativum,引出直接引语),而后文的 ἔφη 则以插入语的形式嵌入直接引述的回答之中。

  2. 2.24.6τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ;

    带冠词的不定式短语 τὸ μουσικῶς ἅψασθαι 作主语。动词 ἅπτομαι 在此独立使用,意为“触摸/弹奏乐器(如琴弦)”。疑问代词属格 τίνος 为所有格属格,作表语表示“属于何人/归属于谁的职分”。

  3. 2.24.12τὰ ὦτα τετρημένα

    动词 τιτραίνω(穿孔、打通)的完成时被动分词中性复数宾格。“耳朵被打通/穿孔”为惯用表达,隐喻“具备倾听与理解的能力、经过听觉训练”。

  4. 2.24.15αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι

    与格分词 οὐκ εἰδότι 与主句中的间接宾语代词 σοι(πῶς παραδεικνύω σοι)相一致,表示附带条件(“对一个……不知道的人”)。指示代词 αὐτὸ τοῦτο 起先行指引作用,其后紧接的间接疑问从句 τί ἐστι μάχη 作为其同位语解释具体内容。

  5. 2.24.17ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ

    不定过去时被动态(异态词)分词 ἐπιμεληθέντι 表条件(“若予以照料”)。它与无人称动词 λυσιτελήσει(“将带来益处”)所支配的关涉与格代词 αὐτῷ(指代农夫)在性、数、格上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.24.1-2.24.17