- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.24.18-2.24.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对对话者抱怨其未作答复,爱比克泰德指出无知乃一切人类过错的根源,说明面对缺乏辨别力的听者时言说者何以无法产生热情,并敦促对方先展现出倾听的能力。
τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν; ὄνῳ δὲ τίς προθυμεῖται συμπαίζειν ἢ συνογκᾶσθαι; καὶ γὰρ εἰ μικρόν, ὅμως ὀνάριόν ἐστιν.
招人喜爱又机灵的孩子们,岂不召唤着所有人去同他们玩耍、同他们爬行、同他们咿呀学语吗?可谁会渴望同一头驴子一起玩耍或一起嘶叫呢?因为就算它体型幼小,终究也只是一头小驴。
τί οὖν μοι οὐδὲν λέγεις;— ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτʼ ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτʼ ὀρέξεται κατὰ φύσιν οὔτʼ ἐκκλινεῖ οὔθʼ ὁρμήσει οὔτʼ ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον.1 κωφὸς καὶ τυφλὸς περιελεύσεται δοκῶν μέν τις εἶναι, ὢν δʼ οὐδείς.
“那么,您为何对我一句话也不说呢?” ——我唯独能对你说的就是:一个人若不知道自己是谁、为何而生、身处怎样的一个世界、与何样的同侪相处,什么是善、恶、美、丑;既跟不上理性也跟不上论证,既不明白何为真实何为虚假,又无法辨别这些事物——这样的人既不会依乎本性去欲求,也不会去规避,既不会发出冲动,也不会采取行动;他既不会表示赞同,也不会予以否定,更不会悬搁判断;总而言之,他将自以为是个人物,实则微不足道,像个又聋又瞎的人般到处乱晃。
νῦν γὰρ πρῶτον τοῦθʼ οὕτως ἔχει; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν, ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα παρὰ ταύτην τὴν ἄγνοιαν2 γεγένηται;
难道如今才是头一遭如此吗?难道不是自从人类存在以来,所有的过失与不幸,都是由于这种无知而产生的吗?
Ἀγαμέμνων καὶ Ἀχιλλεὺς διὰ τί ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ ὁ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα, ὁ δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ ὁ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, ὁ δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ τί ἐληλύθεσαν;
阿伽门农与阿喀琉斯为何彼此争执?难道不正是因为不知道何为有利、何为有害吗?难道不是一人说把克律塞伊斯送还其父是有利的,另一人却说这是不利的?难道不是一人说自己应当夺取他人的荣誉赏物,另一人却说不应当吗?难道不正是由于这些,他们既忘记了自己是谁,也忘记了究竟为何而来吗?
ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος ἢ πολεμήσων; πολεμήσων. τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; τοῖς Τρωσίν. ἀφεὶς οὖν τὸν Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος;
“住手,朋友,你究竟为何而来?是为了赢取情妇,还是为了打仗?” “为了打仗。” “同谁打?同特洛伊人,还是同希腊人?” “同特洛伊人。” “那么,你竟然放过赫克托尔,却向你自己的国王拔剑吗?”
σὺ δʼ, ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα, "ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν,3" περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων;
“而你呢,尊贵的朋友,抛弃了国王的职责, ‘人民已托付于他,重任皆归于一身’, 却为了一个小姑娘,同你盟军中最骁勇善战的人互殴,而此人本是你理当千方百计好生对待并保护的人?难道你竟变得比一个讲究的大祭司还不如,人家尚且以无微不至的关怀照料出色的角斗士呢!你看到了吧,对利害的无知造成了何等的后果?”
ἀλλὰ κἀγὼ πλούσιός εἰμι. μή τι οὖν τοῦ Ἀγαμέμνονος πλουσιώτερος; ἀλλὰ καὶ καλός εἰμι. μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω. ὁ δʼ Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν αὐτὸ κομψῶς οὐδʼ ἔπλασσεν.
“可是我也很富有。” “难道你比阿伽门农更富有吗?” “可是我也很俊美。” “难道你比阿喀琉斯更俊美吗?” “可是我也有一头漂亮的秀发。” “而阿喀琉斯难道没有更漂亮、金黄的头发吗?而且他既不讲究地梳理它,也不特意修饰它。”
ἀλλὰ καὶ ἰσχυρός εἰμι. μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; ἀλλὰ καὶ εὐγενής. μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνον ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; ἀλλὰ ῥήτωρ εἰμί.
“可是我也很有力气。” “那么,你难道能举起像赫克托尔或埃阿斯所举那样大的石头吗?” “可是我出身也很高贵。” “难道你的母亲是女神,父亲是宙斯的后裔吗?可是当他因为那个小姑娘而枯坐痛哭时,这些东西对他又有何益处呢?” “可是我是个雄辩家。”
ἐκεῖνος δʼ οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε;
“难道他不是吗?你难道没看到,他是如何应对希腊人中最擅长言辞的奥德修斯和福尼克斯,又是如何让他们哑口无言的吗?”
ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προθύμως. — διὰ τί; — ὅτι με οὐκ ἠρέθισας.
“我只能对你说这些,而且说这些也毫无热情。” ——“这是为什么?” ——“因为你没有激起我的热情。
εἰς τί γὰρ ἀπιδὼν ἐρεθισθῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, εἰς βλέμμα;
因为我究竟看着什么才能受到触动呢,就像驯马师面对天赋出众的马匹那样?看着你那可怜的肉体吗?你把它修饰得丑态百出。看着你的衣裳吗?你也穿得娇柔奢靡。看着你的姿态,看着你的眼神吗?
εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι οὐδέν μοι λέγεις, ἀλλὰ μόνον δείκνυε σαυτὸν τοῦ ἀκούειν4 καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.
什么也看不到。每当你想聆听哲学家教诲时,切莫对他说: ‘您对我一句话也不说’, 而只需展现出自己是能够倾听之人,你就会看到,你将如何打动言说者。”
- 2.24.19τὸ σύνολον
作为副词性中性宾格使用,意为“总而言之”“大体上”,用于总结前面长串的否定并列句(οὔτʼ... οὔθʼ... οὐ...)。它既可看作修饰后一分句的主要动词(περιελεύσεται),也可作为独立的篇章小结标记。
- 2.24.20παρὰ ταύτην τὴν ἄγνοιαν
介词 παρά 接宾格在此表示原因(“由于……”、“归因于……”),而非表示“违反”或“在……旁边”。它与后文中的原因表达 διὰ τὸ μὴ εἰδέναι(因不知道)同义。
- 2.24.23ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν
直接引自《伊利亚特》第2卷第25行。动词 ἐπιτετράφαται 是 ἐπιτρέπω 的第三人称复数完成时中动/被动态,呈现史诗及爱奥尼亚方言词尾 -αται(相当于雅典方言的 ἐπιτετραμμένοι εἰσί)。与格关系代词 ᾧ 先行词为阿伽门农,表示被动句中托付的对象(“人民托付于他”)。
- 2.24.29δείκνυε σαυτὸν τοῦ ἀκούειν
带有冠词的不定词属格 τοῦ ἀκούειν 作反身代词宾格 σαυτόν 的补足语。此结构可理解为省略了形容词 ἄξιον(“配得上倾听的”),亦可视为表示特征或所属的属格(“展现出自己属于能够倾听的那类人”)。
