← 爱比克泰德

谈话录

§2.23.33-2.23.47

将技能视作客栈与追求根本目标

作者将修辞与逻辑技能比作旅途中的客栈,告诫人们切莫因留恋客栈而遗忘归宿,强调必须专注于真正的目标即端正的选择。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.33

καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν,1 ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ.

而且,这些主张是愚蠢而鄙陋的,出于那些不明白每样事物之本性的人,他们只是害怕一旦有人觉察到差异,便会立刻被掳获、被打败并离开。

§2.23.34

ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως2 καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐδʼ ἐκείνων κατὰ δύναμιν.

相反,伟大之处在于:赋予每样事物以其所拥有的力量,并在赋予之后看清该力量的价值,彻知存在之物中最高贵者,并在一切事上追寻它,专心致力于它,将其余一切视作服务于它的附属品,然而在力量所及的范围内也不忽视那些事物。

§2.23.35

καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλʼ οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον· ὅτι ἐκεῖνο οὐκ ἄλλως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα αἱρούμενον.

因为眼睛确实也需要照料,但不可当作最高贵者,而是为了最高贵者也照料它们;因为最高贵者若非在这些事物中审慎思虑并在二者之中择善而从,它自身就无法合乎自然。

§2.23.36

τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον καλὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ πανδοκείῳ.

那么,现在发生的情形究竟是什么?这就像有人在返回自己祖国的途中,经过一家美好的客栈,因为喜欢那家客栈便留宿其中不走一样。

§2.23.37

ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως· οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. ἀλλὰ κομψὸν τοῦτο. πόσα δʼ ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λειμῶνες· ἁπλῶς ὡς δίοδος.

“人啊,你忘掉了自己的初衷;你不是朝着这里赶路,而是穿过这里赶路。” “但这地方很雅致。” “又有多少其他客栈同样雅致,多少草甸同样怡人!但它们纯粹只是通道而已。”

§2.23.38

τὸ δὲ προκείμενον ἐκεῖνο· εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖσθαι, ἄρξαι τὰς νομιζομένας ἀρχάς.

摆在你面前的目标是那个:回到祖国,解除家人的恐惧,自己履行公民的职责,娶妻,生子,担任按惯例应当担任的官职。

§2.23.39

οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλʼ ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ γινόμενον.

因为你来这里,并不是要为我们挑选更雅致的场所,而是要生活在你出生并被列为公民的地方。在此处发生的事情,也正是与此相似。

§2.23.40

ἐπεὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ καὶ τὴν αὑτοῦ προαίρεσιν ἐκκαθᾶραι καὶ τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν ὀρθὴν κατασκευάσαι, ἀνάγκη δὲ τὴν παράδοσιν γίνεσθαι διά τινων θεωρημάτων καὶ διὰ λέξεως ποιᾶς καὶ μετά τινος ποικιλίας καὶ δριμύτητος τῶν θεωρημάτων, ὑπʼ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ,3 ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δʼ ὑπὸ συλλογισμῶν, ὁ δʼ ὑπὸ μεταπιπτόντων, ὁ δʼ ὑπʼ ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται ὡς παρὰ ταῖς Σειρῆσιν.

既然人必须通过言辞和这般的传授来达到完满,必须涤清自己的选择,并使运用表象的能力趋于端正;而传授又必然要通过某些定理、通过特定的言语表达,并伴随着定理的某种丰富性与精妙性来进行,于是一些人就被这些事物本身所俘获而留在了原地:有人耽溺于言语表达,有人耽溺于推论,有人耽溺于变命题,还有人耽溺于其他类似的客栈;他们流连不去,就像在塞壬身旁那样逐渐腐朽堕落。

§2.23.42

ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυτὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δʼ ἐκκλίσει ἀπερίπτωτον, μηδέποτʼ ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα, ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρεστοῦντα, μηδένα μεμφόμενον, μηδένʼ αἰτιώμενον, δυνάμενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς "ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη."

“人啊,摆在你面前的目标原本是:使自己能够合乎自然地运用迎面而来的表象,在欲望中不落空,在厌恶中不遭遇所忌避之事,永无不幸,永无厄运,自由,不受阻碍,不受强迫,与宙斯的治理相谐调,顺从它,欣然于它,不责怪任何人,不抱怨任何人,能够全心全意吟诵这些诗句: ‘引领我吧,宙斯,还有你,命运!’

§2.23.43

εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξειδίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις ταῦτα κομψά ἐστιν; τίς γὰρ λέγει μὴ εἶναι αὐτὰ κομψά;

然而,你分明拥有这样的目标,却只因喜欢上了一句漂亮话,喜欢上了几个定理,便停留在那里,选择在那里定居,忘记了家中的事务,并且说: ‘这些东西真雅致’?” 因为有谁说过它们不雅致呢?

§2.23.44

ἀλλʼ ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κωλύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαιμονεῖν;

“但它们只是作为通道,作为客栈。”因为有什么能阻碍一个像德摩斯梯尼那样善辩的人陷于不幸呢?又有什么能阻碍一个像克律西波斯那样解析推论的人变得凄惨、哀叹、嫉妒,简而言之陷入纷乱与不幸呢?

§2.23.45

οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐδενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν.

没有任何东西能阻碍。那么,难道你看不到这些只是毫无价值的客栈,而摆在你面前的目标原本是别的东西吗?

§2.23.46

ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δʼ οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτʼ ἀκαταληκτικῶς ἔχειν4 καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας.

每当我向某些人说这些话时,他们便以为我是在废弃对言辞的用心,或废弃对定理的探究。但我并非在废弃这些,而是在废弃无休止地沉溺于这些事物,并把自己的希望寄托在它们上面。

§2.23.47

εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δʼ ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵνʼ ὑμῖν χαρίσωμαι.

如果向人指出这一点就算伤害了听众,那么就把我也算作伤害者之一吧。但我既然看到了最高贵、最主导的事物乃是另一者,便不能为了讨好你们而硬说那是别的东西。

语法注4 条
  1. 2.23.33καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν

    以中性复数代词 ταῦτα(指上文“美丑无别”等主张)为主语,谓语形容词 μωρὰ καὶ ἄγροικα 与属格分词短语 οὐκ εἰδότων ... 并列,后者用作表示特征或归属的属格(相当于“属于/出于不知各物本性之人”)。

  2. 2.23.34ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως

    不定词 ἀπολιπεῖν ... καὶ ... ἰδεῖν 作为开头 τὸ μέγα τοῦτο 的同位语展开。由于不定词隐含的动作主体为泛指的单数主体(“人”),与之协调的分词(ἀπολιπόντα、πεποιημένον、ἀμελοῦντα)均一致地采取阳性单数宾格。

  3. 2.23.40ἐπεὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ ... ὑπʼ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ

    从 ἐπεὶ ... δεῖ ... ἀνάγκη δέ ... 构成长篇的原因状语从句(“既然必须……又必然……”),主句为 ὑπʼ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένουσιν αὐτοῦ(“其中一些人被这些事物所俘获而留在此处”)。主句主语 τινες 随后通过 ὁ μὲν ... ὁ δέ ...(有人……有人……)展开为分述。

  4. 2.23.46ἀκαταληκτικῶς ἔχειν

    由副词 ἀκαταληκτικῶς 与 ἔχω(接副词表示处于某种状态)构成的短语。副词源自 ἀκατάληκτος(永无休止的、无止境的),意为“无休止地、滞留不停地”,在此指人无休止地沉溺、固着于修辞和逻辑等手段之中而不再向前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.23.33-2.23.47