← 爱比克泰德

谈话录

§2.23.15-2.23.32

选择官能的至高性与下级能力的价值

爱比克泰德指出,统辖一切其余能力且唯独不受阻碍的“选择的官能(prohairesis)”才是至善,伊壁鸠鲁将肉体置于首位的做法自相矛盾。同时他阐明,言语表达等下级能力亦有其固有功用,不应因心存恐惧而彻底抹杀其价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.15

πότερον δʼ εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμεινον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς καταψηφίσασθαι;

然而,究竟是说更好还是沉默更好,是这样说更好还是那样说更好,这样做是得体还是不得体,以及每一件事的时机与需求,宣告〔这些〕的,若非选择的官能,还能有谁?难道你想让它站出来,投票判决自己有罪吗?

§2.23.16

τί οὖν;, φησίν, εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργανον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως. — τί ἐστι τὸ χρώμενον;

“那么,”他说,“如果事情果真如此,难道服侍者可能胜过它所服侍的对象吗?难道马能胜过骑手,猎犬胜过猎人,乐器胜过琴师,或者侍从胜过君王吗?” ——使用它们的是什么?

§2.23.17

προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δʼ ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; προαίρεσις.

是选择。照管一切的是什么?是选择。有时通过饥饿,有时通过绳索,有时通过悬崖,彻底毁灭整个人的是什么?是选择。

§2.23.18

εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα;1 τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν;

既然如此,在人当中难道还有什么比它更强大的吗?受阻碍的事物又怎能比不受阻碍的事物更强大?天性上能够阻碍视觉官能的是什么?

§2.23.19

καὶ προαίρεσις καὶ ἀπροαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δʼ ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη.

既有选择,也有非自主之事。对听觉官能也是如此,对言语表达的官能同样如此。可是,天性上能够阻碍选择的又是什么?任何非自主之事都不能,唯有它自身陷入败坏之时才能阻碍自己。正因如此,唯有它会成为恶德,或者唯有它会成为美德。

§2.23.20

εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς.

既然它是如此伟大的官能且统辖其余一切,难道它竟要站出来对我们宣称,在存在之物中肉体是最优秀的吗?哪怕肉体自身宣称自己是最优秀的,也不会有人容忍它。

§2.23.21

νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰ Φυσικά, τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι τὴν τελευταίαν ἄγοντες ἅμα καὶ μακαρίαν ἡμέραν;

然而在当下,伊壁鸠鲁啊,宣称这些观点的究竟是什么?撰写《论终极》、撰写《物理学》、撰写《论准则》的是什么?留起长髯的是什么?在临终之时写下“在度过这既是最后又是至福之日的时候”的,究竟是什么?

§2.23.22

ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τούτου τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;

是肉体,还是选择?既然你承认自己拥有某种比这更优越的东西,难道你还没有发疯吗?你竟真是如此盲目与聋聩吗?

§2.23.23

τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γένοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόητον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν ἑκάστῳ ἀποδίδωσιν.

那么究竟如何?难道有人在贬低其余的官能吗?绝非如此。难道有人在说,出于选择官能的功用或优先价值一概不存在吗?绝非如此。那将是愚蠢的、不敬的、对神不知感恩的。相反,这是把应有的价值赋予每一项事物。

§2.23.24

ἔστι γάρ τις καὶ ὄνου χρεία, ἀλλʼ οὐχ ἡλίκη βοός· ἔστι καὶ κυνός, ἀλλʼ οὐχ ἡλίκη οἰκέτου· ἔστι καὶ οἰκέτου, ἀλλʼ οὐχ ἡλίκη τῶν πολιτῶν· ἔστι καὶ τούτων, ἀλλʼ οὐχ ἡλίκη τῶν ἀρχόντων.

因为驴确实有其用处,但不如牛那样大;狗也有用处,但不如家奴那样大;家奴也有用处,但不如公民那样大;公民也有用处,但不如统治者那样大。

§2.23.25

οὐ μέντοι διὰ τὸ ἄλλα εἶναι κρείττονα καὶ ἣν παρέχει τὰ ἕτερα χρείαν ἀτιμαστέον. ἔστι τις ἀξία καὶ τῆς φραστικῆς δυνάμεως, ἀλλʼ οὐχ ἡλίκη τῆς προαιρετικῆς.

然而,绝不能因为某些事物更为优越,就去贬低其他事物所提供的用处。言语表达的官能确有某种价值,但不如选择的官能那样大。

§2.23.26

ὅταν οὖν ταῦτα λέγω, μή τις οἰέσθω ὅτι ἀμελεῖν ὑμᾶς ἀξιῶ φράσεως· οὐδὲ γὰρ ὀφθαλμῶν οὐδʼ ὤτων οὐδὲ χειρῶν οὐδὲ ποδῶν οὐδʼ ἐσθῆτος οὐδʼ ὑποδημάτων.

因此,当我讲这些话时,切莫有人以为我是在要求你们忽视表达;因为我既未要求你们忽视双眼、双耳、双手、双脚,也未要求忽视衣物与鞋履。

§2.23.27

ἀλλʼ ἄν μου πυνθάνῃ τί οὖν ἐστι κράτιστον τῶν ὄντων;, τί εἴπω; τὴν φραστικήν; οὐ δύναμαι· ἀλλὰ τὴν προαιρετικήν, ὅταν ὀρθὴ γένηται.

但如果你问我:“那么,在存在之物中究竟什么是最优秀的?”,我该怎么回答?难道说是表达的官能吗?我做不到;相反,应当说是选择的官能,当它处于正道之时。

§2.23.28

τοῦτο γάρ ἐστι τὸ κἀκείνῃ χρώμενον καὶ ταῖς ἄλλαις πάσαις καὶ μικραῖς καὶ μεγάλαις δυνάμεσιν· τούτου κατορθωθέντος ἀγαθὸς ἄνθρωπος γίνεται, ἀποτευχθέντος κακὸς ἄνθρωπος γίνεται· παρʼ ὃ ἀτυχοῦμεν, εὐτυχοῦμεν, μεμφόμεθʼ ἀλλήλους, εὐαρεστοῦμεν, ἁπλῶς ὃ λεληθὸς μὲν κακοδαιμονίαν ποιεῖται, τυχὸν δʼ ἐπιμελείας εὐδαιμονίαν.

因为正是它在使用那一官能,也在使用所有其余无论大小的官能;当它端正时,人便成为善人;当它受挫败坏时,人便成为恶人;依据它,我们或陷于不幸,或享有福祉,或互相指责,或心满意足;简而言之,被忽视时它造成灾厄,获得照料时它带来幸福。

§2.23.30

τὸ δʼ αἴρειν τὴν δύναμιν τῆς φραστικῆς καὶ λέγειν μὴ εἶναι μηδεμίαν ταῖς ἀληθείαις οὐ μόνον ἀχαρίστου ἐστὶ πρὸς τοὺς δεδωκότας, ἀλλὰ καὶ δειλοῦ.

然而,若要彻底否定言语表达的才能,说实际上根本没有任何能力存在,这不仅是对赐予者的不知感恩,而且也是怯懦的表现。

§2.23.31

ὁ γὰρ τοιοῦτος φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς καταφρονῆσαι.2

因为在我看来,这样的人似乎在害怕:倘若在这个领域确实存在某种能力,我们或许就无法轻视它了。

§2.23.32

τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινηθῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα;

那些声称美与丑之间没有任何差别的人也是如此。难道看见忒耳西忒斯与看见阿喀琉斯时,竟可能受到同样的触动吗?看见海伦与看见随便一个普通女人时,竟可能受到同样的触动吗?

语法注2 条
  1. 2.23.18καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα;

    省略谓词(如 ἰσχυρότερα εἶναι 或 κρείσσονα εἶναι)的比较结构,承接前一句的疑问“τούτου τί ἰσχυρότερον”。中性属格形容词 τοῦ ἀκωλύτου 作比较属格(“比起不受阻碍者”),复数中性分词 τὰ κωλυόμενα(“受阻碍的事物”)则作所省略不定词的逻辑主语,构成反问:“受阻碍的事物怎么可能[比]不受阻碍的官能[更强大]呢?”

  2. 2.23.31φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς καταφρονῆσαι.

    由表示担忧的动词 φοβεῖσθαι 引出接有连接语气(δυνηθῶμεν)的 μή... οὐ 从句,中间插入了条件分句 εἴπερ ἐστί τις δύναμις κατὰ τὸν τόπον。表担心的动词后接 μή οὐ 时表示否定意义的担忧(“唯恐/担心……不能……”)。此外,κατὰ τὸν τόπον 中的 τόπος 并非指物理“地点”,而是指“论题、领域”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.23.15-2.23.32