- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.23.1-2.23.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了贬低表达能力与感官等自然恩赐乃是不敬之举,同时指出唯有审验、统御并正确运用诸般才能的“选择的官能”才居于至高地位。
βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημοτέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσειε τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐπρεπέσιν ὀνόμασι σεσημασμένους.
任何人都会更乐意且更容易地阅读一本用更清晰字迹书写的书籍;同样,任何人也都会更容易地倾听用优美而典雅的词句表达出来的言论。
οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει1 τὴν εὐχρηστίαν τῆς ὁρατικῆς ἢ τῆς ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς.
因此,绝不可说根本不存在什么表达的官能;因为说这种话既是不敬之人所为,也是怯懦之人所为。说是不敬,是因为他贬低了来自神的恩赐,正如他若取消了视觉、听觉或发声官能本身的功用一样。
εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσσεσθαι τοὺς τύπους τῶν ὁρωμένων;
难道神徒然赐予了你双眼?难道神徒然向其中注入了如此强大而精巧的气息,以至于它能达及远处,印摹下所见之物的形态?
καὶ ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ καὶ τὸν μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντονον, ὥστε διʼ αὐτοῦ τεινομένου πως διικνεῖσθαι τὴν ὅρασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;2
又有哪位使者能如此敏捷而审慎?难道神徒然使中间的空气如此活跃而紧绷,以致当空气以某种方式绷紧时,视线便能贯穿其中?难道神徒然造出光芒?若无光芒在场,其余的一切都毫无益处。
ἄνθρωπε, μήτʼ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλʼ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ· μέμνησο δʼ ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον.
人啊,切莫不知感恩,但也不要遗忘了更优越之物;反而要为了看见、为了听见,凭宙斯起誓,为了生命本身及其助益之物——为了五谷、为了葡萄酒、为了橄榄油——而向神感恩;但要记住,神赐予了你另一件胜过所有这些事物的东西,即那将使用它们、审验它们、估算它们各自价值的官能。
τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτʼ ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; ἀλλʼ ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν.
因为究竟是什么在判定这些官能中的每一项、断定它们各自值多少?难道是各个官能自身吗?你何曾听过视觉官能谈论过自身,或者听过听觉官能谈论过自身?相反,它们被委派为仆人和侍女,去侍奉那使用表象的官能。
κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα καὶ ἀποφαίνεται;
如果你探问每一项值多少,你向谁探问?谁回答你?既然如此,又有哪一种官能能够胜过这一种——它将其余官能当作仆人来使用,且亲自审验并判定每一项事物?
τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆσθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλείουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφʼ ὧν δεῖ ἀποστρέφουσα, τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλʼ ἡ προαιρετική. τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα;
因为它们中有谁知道自己是什么、值多少?它们中有谁知道何时应当使用自己、何时不应当?开合双眼、使其避开不该看的事物而转向该看之物的,是什么?是视觉官能吗?不,而是选择的官能。闭合与打开双耳的又是什么?
τίς, καθʼ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου;3 ἡ ἀκουστική;
我们是依据什么官能而变得好管闲事、探听消息,或者相反对言语无动于衷的?是听觉官能吗?
οὐκ ἄλλη ἢ ἡ προαιρετικὴ δύναμις. εἶτʼ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφʼ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τʼ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;4
绝非他者,唯有选择的官能。既然这一官能自身看到,在所有其余盲目且聋聩、除了被指派来服侍和听命于它的那些具体事务之外无法洞察任何事物的官能之中,唯有它自己目光敏锐,既能看清其余官能各自值多少,又能看清自身,难道它还会向我们宣告除自身之外还有什么是最优秀的吗?
καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τίς λέγει;
睁开的眼睛除了观看之外还能做什么?至于是否应当看某个人的妻子,以及应当如何看,是谁在说话?
ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει;
是选择的官能。至于是否应当相信所说的话或是不信,以及在相信之后是否应当被激惹,是谁在说话?
οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην;
难道不正是选择的官能吗?而这种辞藻表达和修饰词句的才能,如果真算是一种独特的官能,那么当论及某事的话题出现时,除了像理发师摆弄头发那样把词语修饰组合起来之外,它还能做什么呢?
- 2.23.2ὥσπερ εἰ ἀνῄρει
连词 ὥσπερ εἰ 后接未完成过去时直陈式 ἀνῄρει,构成与现在事实相反的虚拟比较从句(“正如同他抹杀了……一样”)。
- 2.23.4οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν
οὗ μὴ παρόντος 是带有否定词 μή 的属格绝对结构,起条件从句的作用。主句中的未完成过去时 ἦν 未加 ἄν,表示与过去相反的虚拟结果(“其余的一切本都会毫无用处”)。
- 2.23.10τίς, καθʼ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου;
疑问代词 τίς 作主语,省略了系动词 ἐστίν。关系代词 ἣν 的先行词是疑问代词 τίς(阴性单数,承上下文省略了 δύναμις),关系从句内部同样省略了第一人称复数系动词 ἐσμέν(“我们依据哪一种官能而成为探听消息的人……”)。
- 2.23.11εἶτʼ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφʼ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τʼ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;
句子的骨干结构为:εἶτα αὐτὴ ἰδοῦσα... μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;(“它既然见到了……难道还会向我们宣告别的什么比它自身更优秀吗?”)。分词 ἰδοῦσα 修饰主语 αὐτή 并统辖 ὅτι 从句,从句内部在盲聋的其余诸官能与该官能自身(αὐτὴ δὲ μόνη)之间形成鲜明对比。主动词 μέλλει 构成反诘疑问句。
