← 爱比克泰德

谈话录

§2.22.19-2.22.37

将自我置于意志与真正友谊的维系

爱比克泰德论述道,唯有将自我与利益置于意志(选择)而非外在事物之中,才能建立真正的友谊与人伦关系;他指出对外在事物的错误判断乃是战争与家庭不和的根源,并敦促人们从灵魂中彻底驱除这些兽性的判断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.19

ὅπου γὰρ ἂν τὸ ἐγὼ καὶ τὸ ἐμόν, ἐκεῖ ἀνάγκη ῥέπειν τὸ ζῷον· εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι·1 εἰ ἐν προαιρέσει, ἐκεῖ εἶναι· εἰ ἐν τοῖς ἐκτός, ἐκεῖ.

因为在“我”和“我的”所在之处,生物必然会倾向于彼处:如果是在肉躯中,主导之物就在彼处;如果是在意志(选择)中,就在彼处;如果是在外在事物中,就在彼处。

§2.22.20

εἰ τοίνυν ἐκεῖ εἰμι ἐγώ, ὅπου ἡ προαίρεσις, οὕτως μόνως καὶ φίλος ἔσομαι οἷος δεῖ καὶ υἱὸς καὶ πατήρ. τοῦτο γάρ μοι συνοίσει τηρεῖν τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ἀνεκτικόν, τὸν ἀφεκτικὸν καὶ συνεργητικόν, φυλάσσειν τὰς σχέσεις.

因此,如果我在意志所在之处,唯有如此,我才会成为应有的朋友、儿子和父亲。因为保持忠信、谨逊、忍耐、克制与合作,维护各种人伦关系,对我才是有益的。

§2.22.21

ἂν δʼ ἀλλαχοῦ μὲν ἐμαυτὸν θῶ, ἀλλαχοῦ δὲ τὸ καλόν, οὕτως ἰσχυρὸς γίνεται ὁ Ἐπικούρου λόγος, ἀποφαίνων ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα τὸ ἔνδοξον.2

但如果我将自己置于一处,而将高尚置于另一处,伊壁鸠鲁的学说就会变得强大有力,声称高尚要么根本不存在,要么充其量不过是虚名。

§2.22.22

διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο.

由于这种无知,雅典人与拉刻代蒙人(斯巴达人)相争,底比斯人与双方相争,波斯大王与希腊相争,马其顿人与双方相争,如今罗马人与盖塔人相争,而更早之前伊利昂(特洛伊)的战事也正是因此而生。

§2.22.23

ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλʼ ἐβλήθη εἰς τὸ μέσον μερίδιον, κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος.

亚历山大(帕里斯)曾是墨涅拉俄斯的宾客,若有人曾见他们彼此亲切款待,定不会相信有人说他们不是朋友。然而,一小份利益扔在了他们中间,一个俏丽的小妇人,围绕着她便爆发了战争。

§2.22.24

καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδʼ ἂν ὀμνύωσιν μηδʼ ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι ἀλλήλων.

因此如今,每当你看到朋友或兄弟看似同心同德时,不要仅仅根据这一点就对他们的友谊下定论,哪怕他们发过誓,哪怕他们宣称彼此决不可能分离。

§2.22.25

οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν· ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθʼ ὑπʼ ἄλλης φαντασίας νικώμενον.

卑劣者的主导理性是不可靠的;它是动摇不定的、未经审断的,时时被不同的表象所征服。

§2.22.26

ἀλλʼ ἐξέτασον μὴ ταῦθʼ ἃ οἱ ἄλλοι, εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ, ἀλλʼ ἐκεῖνο μόνον, ποῦ τὸ συμφέρον αὐτοῖς τίθενται, πότερον ἐκτὸς ἢ ἐν προαιρέσει.

不要去考察普通人所考察的那些事情——他们是否同父同母所生、是否一起抚养长大、是否师从同一位监护人,而只需考察那一件事:他们将自己的利益置于何处,是在外在事物中,还是在意志中。

§2.22.27

ἂν ἐκτός, μὴ εἴπῃς φίλους οὐ μᾶλλον ἢ πιστοὺς ἢ βεβαίους ἢ θαρραλέους ἢ ἐλευθέρους, ἀλλὰ μηδʼ ἀνθρώπους, εἰ νοῦν ἔχεις.

如果是置于外在事物中,就不要称他们为朋友,正如不能称他们为忠实、坚定、勇敢或自由的人一样;甚至如果你还有理智的话,也不要把他们称为人。

§2.22.28

οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ ποιοῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν ἢ τὰς ἀγορὰς ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν· οὐδὲ τὸ ἀκρατεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐδʼ ὅσʼ ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατʼ ἀλλήλων διʼ ἓν καὶ μόνον τοῦτο δόγμα, τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι αὑτοὺς καὶ τὰ ἑαυτῶν.

因为使人彼此撕咬、互相辱骂、像占领荒山野岭那样占领荒郊或市集、并在法庭上暴露出强盗行径的判断,绝非合乎人性的判断;造就不节制者、通奸者与败坏者的,以及人类彼此之间所犯下的一切其他过错,也绝非合乎人性的判断,而全都是出于这唯一且相同的判断:将自身及其所有物置于不受意志支配的事物之中。

§2.22.29

ἂν δʼ ἀκούσῃς, ὅτι ταῖς ἀληθείαις οὗτοι οἱ ἄνθρωποι ἐκεῖ μόνον οἴονται τὸ ἀγαθὸν ὅπου προαίρεσις, ὅπου χρῆσις ὀρθὴ φαντασιῶν, μηκέτι πολυπραγμονήσῃς μήτʼ εἰ υἱὸς καὶ πατήρ ἐστι μήτʼ εἰ ἀδελφοὶ μήτʼ εἰ πολὺν χρόνον συμπεφοιτηκότες καὶ ἑταῖροι, ἀλλὰ μόνον αὐτὸ τοῦτο γνοὺς θαρρῶν ἀποφαίνου, ὅτι φίλοι, ὥσπερ ὅτι πιστοί, ὅτι δίκαιοι.

但如果你听说这些人真切地认为,唯有在意志所在之处、在对表象的正确运用所在之处才有善,就不要再去探究他们是父子、是兄弟,还是长期结伴受教的同窗好友;只要知道了这一点本身,就请放心地断言他们是朋友,正如断言他们是忠诚的、正义的一样。

§2.22.30

ποῦ γὰρ ἀλλαχοῦ φιλία ἢ ὅπου πίστις, ὅπου αἰδώς, ὅπου δόσις τοῦ καλοῦ, τῶν δʼ ἄλλων οὐδενός;

因为除了在有信义、有谨逊、有高尚的赐予而无任何其余事物之处以外,友谊还能存在于何处呢?

§2.22.31

ἀλλὰ τεθεράπευκέ με τοσούτῳ χρόνῳ· καὶ οὐκ ἐφίλει με; πόθεν οἶδας, ἀνδράποδον, εἰ οὕτως τεθεράπευκεν ὡς τὰ ὑποδήματα σπογγίζει τὰ ἑαυτοῦ, ὡς τὸ κτῆνος; πόθεν οἶδας, εἰ τὴν χρείαν σʼ ἀποβαλόντα τὴν τοῦ σκευαρίου ῥίψει ὡς κατεαγὸς πινάκιον;

“可是他侍奉了我这么长时间;难道他还不爱我吗?” 奴隶般的人啊,你怎么知道他是不是像擦拭自己的鞋子或照料牲畜那样侍奉你的呢?你怎么知道,一旦你失去了作为用具的价值,他会不会把你像摔破的碟子一样随手扔掉呢?

§2.22.32

ἀλλὰ γυνή μου ἐστὶ καὶ τοσούτῳ χρόνῳ συμβεβιώκαμεν. πόσῳ δʼ ἡ Ἐριφύλη μετὰ τοῦ Ἀμφιαράου καὶ τέκνων μήτηρ καὶ πολλῶν;

“可是她是我的妻子,我们共同生活了这么久。” 厄里费勒与安菲阿剌俄斯共同生活了多久?她还是众多子女的母亲呢!

§2.22.33

ἀλλʼ ὅρμος ἦλθεν εἰς τὸ μέσον. τί δʼ ἐστὶν ὅρμος; τὸ δόγμα τὸ περὶ τῶν τοιούτων. ἐκεῖνο ἦν τὸ θηριῶδες, ἐκεῖνο τὸ διακόπτον τὴν φιλίαν, τὸ οὐκ ἐῶν εἶναι γυναῖκα γαμετήν, μητέρα μητέρα.

然而一条项链落在了他们中间。项链是什么?就是关于这类事物的判断。正是那野兽般的判断,正是那割断友谊的判断,使妻子不再成其为妻子,使母亲不再成其为母亲。

§2.22.34

καὶ ὑμῶν ὅστις ἐσπούδακεν ἢ αὐτός τινι εἶναι φίλος ἢ ἄλλον κτήσασθαι φίλον, ταῦτα τὰ δόγματα ἐκκοπτέτω, ταῦτα μισησάτω, ταῦτα ἐξελασάτω ἐκ τῆς ψυχῆς τῆς ἑαυτοῦ.

你们之中凡切望自己成为他人的朋友、或赢得他人为友的人,就应当斩断这些判断,憎恶这些判断,将这些判断从自己的灵魂中驱逐出去。

§2.22.35

καὶ οὕτως ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ μὴ λοιδορούμενος, μὴ μαχόμενος, μὴ μετανοῶν, μὴ βασανίζων ἑαυτόν·

唯有如此,他首先自身便不会辱骂自己、不与自己争斗、不后悔、不折磨自己;其次对待他人也是如此:

§2.22.36

ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δʼ ἀνομοίου ἀνεκτικός,3 πρᾷος πρὸς αὐτόν, ἥμερος, συγγνωμονικὸς ὡς πρὸς ἀγνοοῦντα, ὡς πρὸς διαπίπτοντα περὶ τῶν μεγίστων· οὐδενὶ χαλεπός, ἅτʼ εἰδὼς ἀκριβῶς τὸ τοῦ Πλάτωνος, ὅτι πᾶσα ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας.

对待一切与自己志同道合者坦诚相待;对待不相同者则包容容忍,对他温和、柔顺、宽宥,视其为无知之人,视其为在最重大的事情上犯了过错的人;不对任何人苛刻,因为他确切地知晓柏拉图的名言:一切灵魂违背其本愿而被剥夺了真理。

§2.22.37

εἰ δὲ μή, τὰ μὲν ἄλλα πράξετε πάντα ὅσα οἱ φίλοι καὶ συμπιεῖσθε καὶ συσκηνήσετε καὶ συμπλεύσετε καὶ ἐκ τῶν αὐτῶν γεγενημένοι ἔσεσθε· καὶ γὰρ οἱ ὄφεις· φίλοι δʼ οὔτʼ ἐκεῖνοι οὔθʼ ὑμεῖς, μέχρις ἂν ἔχητε τὰ θηριώδη ταῦτα καὶ μιαρὰ δόγματα.

否则,你们将做出朋友所做的一切其余事情——一同饮酒、同居一帐、同舟共济、并且出自同胞;因为蛇也是如此;但只要你们还抱有这些野兽般的、污秽的判断,它们和你们就都绝不是朋友。

语法注3 条
  1. 2.22.19εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι

    不定词 εἶναι 承接前句的非人称表达 ἀνάγκη [ἐστί](必然……),并在其后的各个省略条件句(εἰ ἐν σαρκί, εἰ ἐν προαιρέσει 等)的结果分句中作补足成分,意为“[必然]支配之物在彼处”。

  2. 2.22.21εἰ ἄρα τὸ ἔνδοξον

    此处为紧凑的省略结构,补充完整即为 ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα [ἐστί τι, τοῦτο εἶναι] τὸ ἔνδοξον。小词 ἄρα 带有一种退让假定的意味(“假使真有什么的话”),概括了伊壁鸠鲁学派认为高尚之事若非虚无、便充其量只是名望世评的观点。

  3. 2.22.36ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δʼ ἀνομοίου ἀνεκτικός

    这是一个承接上文 ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ... 的紧凑破格结构:主动词 ἔσται 省略于 ἔπειτα καὶ ἑτέρῳ 之后,随后对两类人采用了不同的格支配——对志同道合者用与格 τῷ μὲν ὁμοίῳ(全然坦诚),而对不相同者则用受形容词 ἀνεκτικός(容忍的)支配的属格 τοῦ δʼ ἀνομοίου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.22.19-2.22.37