← 爱比克泰德

谈话录

§2.22.1-2.22.18

唯智者能爱与真正友谊的条件

唯有能辨析善恶的智者才懂得真正的爱与友谊,而常人在利益发生冲突时,便会如争夺肉块的群犬一般反目成仇,甚至怨恨至亲与神明。因此,唯有将个人利益与道德责任合而为一,真正的友爱关系方能得以保全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.1

περὶ ἅ τις ἐσπούδακεν, φιλεῖ ταῦτα εἰκότως.1 μή τι οὖν περὶ τὰ κακὰ ἐσπουδάκασιν οἱ ἄνθρωποι; οὐδαμῶς. ἀλλὰ μή τι περὶ τὰ μηδὲν πρὸς αὐτούς; οὐδὲ περὶ ταῦτα.

一个人对什么事情倾注了热情,他自然就会爱这些事情。那么人们难道是对恶事倾注了热情吗?绝非如此。那么难道是对那些与自己毫无关系的事情倾注了热情吗?也不是对这些事情。

§2.22.2

ὑπολείπεται τοίνυν περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέναι αὐτούς· εἰ δʼ ἐσπουδακέναι, καὶ φιλεῖν ταῦτα.2

由此可见,剩下的结论是他们只对善事倾注了热情;而如果倾注了热情,他们也就爱这些事情。

§2.22.3

ὅστις οὖν ἀγαθῶν ἐπιστήμων ἐστίν, οὗτος ἂν καὶ φιλεῖν εἰδείη· ὁ δὲ μὴ δυνάμενος διακρῖναι τὰ ἀγαθὰ ἀπὸ τῶν κακῶν καὶ τὰ οὐδέτερα ἀπʼ ἀμφοτέρων πῶς ἂν ἔτι οὗτος φιλεῖν δύναιτο; τοῦ φρονίμου τοίνυν ἐστὶ μόνου τὸ φιλεῖν.

因此,凡是通晓善事的人,也能懂得去爱;但那不能将善事与恶事、以及中性事物与二者区分开来的人,又怎能懂得去爱呢?因此,只有智者才懂得爱。

§2.22.4

καὶ πῶς; φησίν· ἐγὼ γὰρ ἄφρων ὢν ὅμως φιλῶ μου τὸ παιδίον.

“怎么会这样?”有人说,“我虽然愚蠢,但依然爱我的孩子。”

§2.22.5

— θαυμάζω μὲν νὴ τοὺς θεούς, πῶς καὶ τὸ πρῶτον ὡμολόγηκας ἄφρονα εἶναι σεαυτόν. τί γάρ σοι λείπει; οὐ χρῇ αἰσθήσει, οὐ φαντασίας διακρίνεις, οὐ τροφὰς προσφέρῃ τὰς ἐπιτηδείους τῷ σώματι, οὐ σκέπην, οὐκ οἴκησιν;

——凭诸神起誓,我首先感到惊奇的是,你最初究竟为何会承认自己是愚蠢的。因为你欠缺了什么呢?难道你没有使用感觉,没有辨别表象,没有为身体提供适宜的食物,没有衣服,没有住所吗?

§2.22.6

πόθεν οὖν ὁμολογεῖς ἄφρων εἶναι; ὅτι νὴ Δία πολλάκις ἐξίστασαι ὑπὸ τῶν φαντασιῶν καὶ ταράττῃ καὶ ἡττῶσίν σε αἱ πιθανότητες αὐτῶν· καὶ ποτὲ μὲν ταῦτα ἀγαθὰ ὑπολαμβάνεις, εἶτα ἐκεῖνα αὐτὰ κακά, ὕστερον δʼ οὐδέτερα· καὶ ὅλως λυπῇ, φοβῇ, φθονεῖς, ταράσσῃ, μεταβάλλῃ· διὰ ταῦτα ὁμολογεῖς ἄφρων εἶναι.

那么你凭什么承认自己愚蠢呢?因为,凭宙斯起誓,你常常被表象所左右而心神不宁,它们似是而非的表相征服了你;你有时把这些当作善,随即又把完全相同的东西当作恶,后来又当作中性之物;总之,你悲伤、恐惧、嫉妒、不安、反复无常;正因这些,你承认自己是愚蠢的。

§2.22.7

ἐν δὲ τῷ φιλεῖν οὐ μεταβάλλῃ; ἀλλὰ πλοῦτον μὲν καὶ ἡδονὴν καὶ ἁπλῶς αὐτὰ τὰ πράγματα ποτὲ μὲν ἀγαθὰ ὑπολαμβάνεις εἶναι, ποτὲ δὲ κακά· ἀνθρώπους δὲ τοὺς αὐτοὺς οὐχὶ ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ κακοὺς καὶ ποτὲ μὲν οἰκείως ἔχεις, ποτὲ δʼ ἐχθρῶς αὐτοῖς καὶ ποτὲ μὲν ἐπαινεῖς, ποτὲ δὲ ψέγεις; — ναὶ καὶ ταῦτα πάσχω.

但在爱这件事上,难道你就没有反复无常吗?对于财富、快乐以及一般的事物本身,你有时认为它们是善,有时又认为是恶;对于同样的人,难道你不是有时认为他们是好人,有时又认为是坏人,有时与他们亲近,有时又与他们为敌,有时称赞他们,有时又指责他们吗?——“是的,我也经历这些。”

§2.22.8

— τί οὖν; ὁ ἐξηπατημένος περί τινος δοκεῖ σοι φίλος εἶναι αὐτοῦ; — οὐ πάνυ. — οὐδʼ ὁ μεταπτώτως ἑλόμενος αὐτὸν εἶναι εὔνους αὐτῷ; — οὐδʼ οὗτος. — ὁ δὲ νῦν λοιδορῶν μέν τινα, ὕστερον δὲ θαυμάζων;

——那么怎样?一个在关于某人的事上受蒙蔽的人,在你看来会是他的朋友吗?——“不太像。”——那心意变幻无常地选择了他的人,会是对他怀有善意吗?——“这人也不是。”——那如今辱骂某人、稍后又赞美某人的人呢?

§2.22.9

— οὐδʼ οὗτος. — τί οὖν; κυνάρια οὐδέποτʼ εἶδες σαίνοντα καὶ προσπαίζοντα ἀλλήλοις, ἵνʼ εἴπῃς οὐδὲν φιλικώτερον; ἀλλʼ ὅπως ἴδῃς, τί ἐστι φιλία, βάλε κρέας εἰς μέσον καὶ γνώσῃ.

——“这人也不是。”——那么怎样?你何曾没见过小狗彼此摇尾嬉戏,以致你会说: “没有什么比这更友好的了”? 但为了让你明白什么是友谊,往它们中间扔一块肉,你就会明白了。

§2.22.10

βάλε καὶ σοῦ καὶ τοῦ παιδίου μέσον ἀγρίδιον καὶ γνώσῃ, πῶς σὲ τὸ παιδίον ταχέως κατορύξαι θέλει καὶ σὺ τὸ παιδίον εὔχῃ ἀποθανεῖν. εἶτα σὺ πάλιν οἷον ἐξέθρεψα τεκνίον· πάλαι ἐκφέρει.3

在你和你孩子中间扔进一块小小的田产,你就会明白你的孩子有多么迫切地想把你埋入土中,而你又是如何祈求让孩子死去的。然后你又会说: “我养了怎样一个孩子啊!他早就巴不得把我送进坟墓了。”

§2.22.11

βάλε κορασίδιον κομψὸν καὶ αὐτὸ ὁ γέρων φίλει κἀκεῖνος ὁ νέος· ἂν δέ, δοξάριον. ἂν δὲ κινδυνεῦσαι δέῃ, ἐρεῖς τὰς φωνὰς τὰς τοῦ Ἀδμήτου πατρός· "θέλεις βλέπειν φῶς, πατέρα δʼ οὐ θέλειν δοκεῖς;"

扔进一个俏丽的少女,老人爱她,年轻人也爱她;或者扔进一点点虚荣名声,也是如此。而一旦不得不面临危险,你就会说出阿德墨托斯父亲的那番话: “你渴望看到阳光,难道你以为父亲就不渴望吗?”

§2.22.12

οἴει ὅτι ἐκεῖνος οὐκ ἐφίλει τὸ ἴδιον παιδίον, ὅτε μικρὸν ἦν, οὐδὲ πυρέσσοντος αὐτοῦ ἠγωνία οὐδʼ ἔλεγεν πολλάκις ὅτι ὤφελον ἐγὼ μᾶλλον ἐπύρεσσον; εἶτα ἐλθόντος τοῦ πράγματος καὶ ἐγγίσαντος ὅρα οἵας φωνὰς ἀφιᾶσιν.

你以为那父亲在孩子年幼时就不爱他,或者在孩子发烧时不焦虑,抑或没有常常说过这样的话吗: “但愿发烧的是我而不是他!” 然而,当事情真正来临并迫近眼前时,看看他们吐露出了怎样的话语!

§2.22.13

ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐκ ἦσαν ἐκ τῆς αὐτῆς μητρὸς καὶ τοῦ αὐτοῦ πατρός; οὐκ ἦσαν συντεθραμμένοι, συμβεβιωκότες, συμπεπωκότες, συγκεκοιμημένοι, πολλάκις ἀλλήλους καταπεφιληκότες; ὥστʼ εἴ τις οἶμαι εἶδεν αὐτούς, κατεγέλασεν ἂν τῶν φιλοσόφων ἐφʼ οἷς περὶ φιλίας παραδοξολογοῦσιν.

厄忒俄克勒斯和波吕涅克斯难道不是同一个母亲、同一个父亲所生的吗?他们难道不是一同被抚养长大,一同生活,一同饮酒,一同寝卧,并且常常互相亲吻吗?以至于我想,若有人曾见过他们,定会嘲笑哲学家们关于友谊所发表的那些离经叛道之论。

§2.22.14

ἀλλʼ ἐμπεσούσης εἰς τὸ μέσον ὥσπερ κρέως τῆς τυραννίδος ὅρα οἷα λέγουσι· "ποῦ ποτε στήσῃ πρὸ πύργων; — ὡς τί μʼ ἐρωτᾷς τῷδʼ;4 — ἀντιτάξομαι κτενῶν σε. — κἀμὲ τοῦδʼ ἔρως ἔχει." καὶ εὔχονται εὐχὰς τοιάσδε.

但是,当王位像一块肉一样掉在他们中间时,看看他们说了些什么: “你将在城楼前的什么位置站立?”——“你何必以此问我?”——“我将布阵与你对决以杀死你。”——“我也渴望如此。” 而且他们还发出了这样的祈咒。

§2.22.15

καθόλου γὰρ — μὴ ἐξαπατᾶσθε — πᾶν ζῷον οὐδενὶ οὕτως ᾠκείωται ὡς τῷ ἰδίῳ συμφέροντι. ὅ τι ἂν οὖν πρὸς τοῦτο φαίνηται αὐτῷ ἐμποδίζειν, ἄν τʼ ἀδελφὸς ᾖ τοῦτο ἄν τε πατὴρ ἄν τε τέκνον ἄν τʼ ἐρώμενος ἄν τʼ ἐραστής, μισεῖ, προβάλλεται, καταρᾶται.

因为总括而言——不要自欺——任何动物对任何事物的亲和,都比不上对自身利益的亲和。因此,无论什么看起来对自身利益有所阻碍,哪怕是兄弟、父亲、子女、所爱之人还是追求者,它都会憎恨、唾弃和咒骂。

§2.22.16

οὐδὲν γὰρ οὕτως φιλεῖν πέφυκεν ὡς τὸ αὑτοῦ συμφέρον· τοῦτο πατὴρ καὶ ἀδελφὸς καὶ συγγενεῖς καὶ πατρὶς καὶ θεός.

因为它天生不会像爱自己的利益那样爱任何事物;利益就是父亲、兄弟、亲族、祖国和神明。

§2.22.17

ὅταν γοῦν εἰς τοῦτο ἐμποδίζειν ἡμῖν οἱ θεοὶ δοκῶσιν, κἀκείνους λοιδοροῦμεν καὶ τὰ ἱδρύματα αὐτῶν καταστρέφομεν καὶ τοὺς ναοὺς ἐμπιπρῶμεν, ὥσπερ Ἀλέξανδρος ἐκέλευσεν ἐμπρησθῆναι τὰ Ἀσκλήπεια ἀποθανόντος τοῦ ἐρωμένου.

至少,一旦神明看起来在此事上阻碍了我们,我们甚至会辱骂神明,推倒他们的塑像,焚烧他们的庙宇,正如亚历山大在所爱之人死后下令焚毁阿斯克勒庇俄斯神庙一样。

§2.22.18

διὰ τοῦτο ἂν μὲν ἐν ταὐτῷ τις θῇ τὸ συμφέρον καὶ τὸ ὅσιον καὶ τὸ καλὸν καὶ πατρίδα καὶ γονεῖς καὶ φίλους, σῴζεται ταῦτα πάντα· ἂν δʼ ἀλλαχοῦ μὲν τὸ συμφέρον, ἀλλαχοῦ δὲ τοὺς φίλους καὶ τὴν πατρίδα καὶ τοὺς συγγενεῖς καὶ αὐτὸ τὸ δίκαιον, οἴχεται πάντα ταῦτα καταβαρούμενα ὑπὸ τοῦ συμφέροντος.

因此,若有人将利益与虔敬、高尚、祖国、父母和朋友置于同一处,所有这些就都能保全;但若将利益置于一处,而将朋友、祖国、亲属以及正义本身置于另一处,所有这些都会因承受不住利益的重压而化为乌有。

语法注4 条
  1. 2.22.1περὶ ἅ τις ἐσπούδακεν, φιλεῖ ταῦτα εἰκότως.

    关系代词从句 περὶ ἅ... 置于主句指示代词 ταῦτα 之前。介词短语 περὶ ἅ 依存于 ἐσπούδακεν(σπουδάζω περί τι,“倾注热情于……”),而 ταῦτα 则是及物动词 φιλεῖ 的直接宾语。

  2. 2.22.2ὑπολείπεται τοίνυν περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέναι αὐτούς· εἰ δʼ ἐσπουδακέναι, καὶ φιλεῖν ταῦτα.

    无人称动词 ὑπολείπεται(“余下的结论是……”)以不定式短语 περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέναι αὐτούς 为主语。后半部分的条件从句 εἰ δʼ ἐσπουδακέναι 省略了谓语动词的重复,其归结分句 καὶ φιλεῖν ταῦτα 同样以不定式形式出现,需补充被省去的主句结构(如 [ἀνάγκη ἐστὶν / ὑπολείπεται] καὶ φιλεῖν ταῦτα)。

  3. 2.22.10πάλαι ἐκφέρει

    副词 πάλαι(“早已”、“向来”)与现在时动词 ἐκφέρει 连用,表示自过去发生并一直持续到现在的动作或企图。此外,ἐκφέρω 在此处具有出殡、送葬(“运出尸体以埋葬”)的专门含义。

  4. 2.22.14ὡς τί μʼ ἐρωτᾷς τῷδʼ;

    引自欧里庇得斯《腓尼基妇女》第621行。短语 ὡς τί 是相当于 ἵνα τί 或 πρὸς τί 的习惯表达,意为“何故”、“为了什么”,而与格 τῷδʼ(τῷδε)则表示理由或指涉范畴(“关于此事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.22.1-2.22.18