- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.21.1-2.21.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出人们往往不愿承认愚昧或不义,而只肯承认被视为身不由己的缺点;他告诫那些未曾反省自我便来到学园并抱怨理论无用的学生,应当首先医治自己心灵的创伤。
τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δʼ οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον.1
人们容易承认某些缺点,却不易承认另一些。因此,没有人会承认自己是愚蠢或无知的,反之,你会听到所有人都在说: “但愿我有如同我有才智那样好的运气!”
δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ· τὰ δʼ ἄλλʼ οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον.
然而他们却轻易承认自己胆怯,并且说: “我比较胆怯,我承认;但在其他方面,你不会发现我是个愚蠢的人。”
ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐδʼ ὅλως, φθονερὸν οὐ πάνυ ἢ περίεργον, ἐλεήμονα οἱ πλεῖστοι.
人不会轻易承认自己放荡,绝不承认自己不义,也不太承认自己嫉妒或好管闲事,但大多数人都承认自己富有同情心。
τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δʼ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι· τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δʼ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου· καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται.
那么原因何在?最首要的原因是在善恶问题上的不一致与混乱,而不同的人又有不同的原因,大体上说,凡是他们认为可耻的事情,他们都不太愿意承认;因为他们认为胆怯与富有同情心属于宽厚善良的品性,而愚蠢则完全是奴隶的特性;对于涉及社会人际关系的过失,他们也极少承认。
ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζονταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ καὶ ἐλεήμονι.
对于大多数过错,他们之所以倾向于承认它们,主要是因为他们认为其中带有某种不由自主的成分,正如在胆怯和富有同情心之中一样。
κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπʼ ἀκουσίῳ. τὸ δʼ ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου· διὰ τοῦτο καὶ περὶ τούτου παρομολογοῦσιν.
即使有人在某处顺带承认自己放荡,他也会归咎于爱情,以便作为不由自主之举而获得原谅。但他们绝不认为不义是不由自主的。正如他们所想,在嫉妒中也包含着某种不由自主的成分;正因如此,他们对此也会顺带承认。
ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον, οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθʼ ὅ τι λέγουσιν οὔθʼ ὅ τι ἔχουσιν κακὸν ἢ εἰ ἔχουσιν ἢ παρὰ τί ἔχουσιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον2 συνεχὲς μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι;
因此,在这样的人群中周旋,他们如此混乱,既不知自己所说为何,亦不知自己身负何种祸患,甚至不知自己是否有祸患、因何而有、如何消除,我认为一个人不断反躬自省乃是应当的:“莫非我自己也是他们中的一员?我对自己抱有怎样的表象?我如何对待自己?我是否也把自己当作聪明人,当作自制者?我自己是否也曾说过这样的话:‘为了应对将来发生的一切,我已经受到了教导’?
ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δʼ οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος;
我是否具备一个一无所知者应当具备的自知之明,即自知一无所知?我来到老师这里,是否如去神谕所那般作好了顺服的准备?抑或我也是满脑糊涂地走进学园,仅仅为了学会历史知识,理解以前读不懂的典籍,如果运气好的话,还能讲给别人听?”
ἄνθρωπʼ, ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας· καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς τί ποτʼ ἐφλυάρησα τὰ ἐπελθόντα μοι;
人啊,你在家里跟小奴仆扭打,把家里折腾得天翻地覆,扰得四邻不安;来到我这里,却衣冠楚楚俨然像个智者,坐下来品评我如何解释字句,如何胡扯一通涌上心头的话?
φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός;
你怀着嫉妒而来,因家里没有给你送来任何东西而垂头丧气,在讲论进行期间,你坐着心里却只想着父亲待你如何,或者兄弟待你如何?
τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι ἥξει ἐκεῖνος πάντα εἰδώς.
“那里的乡亲对我议论些什么呢?现在他们以为我大有进境,并且说: ‘他将无所不知地归来。’”
ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς.
“我何尝不想学成一切之后回去,但需要付出巨大的辛劳,而且没人给我寄东西,尼科波利斯的浴室洗得又脏又差,在家里不好过,在这里也不好过。”
εἶτα λέγουσιν οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς. τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα, τίς συναισθησόμενος τίνων δεῖται;
然后他们说: “没有人能从学园中获益。” 因为有谁来到学园,有谁当真像要接受治疗一样来到学园?有谁是为了献出自己的见解去接受净化,有谁是为了认清自己欠缺什么而来的?
τί οὖν θαυμάζετʼ, εἰ ἃ φέρετʼ εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν; οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλʼ ἀντʼ αὐτῶν ληψόμενοι ἔρχεσθε.
既然如此,你们把带到学园的东西原封不动地带回去,又有什么好奇怪的呢?因为你们来这里既不是为了弃绝它们,也不是为了修正它们,更不是为了换取别的东西。
πόθεν; οὐδʼ ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφʼ ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; οὐ συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε εἰ ἐφʼ ἃ πάρεστε, ταῦτα λαμβάνετε;
怎么会呢?差得远呢!你们倒不如看看这一点:你们前来的目的,是否在你们身上实现了。你们想要高谈阔论那些学说。那么怎样?你们不是变得更加饶舌了吗?这些小理论不是为你们提供了炫耀的谈资吗?你们不是在分析推论和前提变动推论吗?你们不是在考察说谎者悖论的前提和假言命题吗?既然你们得到了你们为此而来的东西,那你们为何还要愤愤不平呢?
ναί· ἀλλʼ ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ ἢ στρεβλοῦσθαι, τί με τὰ τοιαῦτα ὠφελήσει;
“是的;但若我的孩子或兄弟死了,或者我必须去死或受酷刑拷打,这些东西对我有什么益处呢?”
μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες,3 μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας; ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ ἐφωδεύσατε;
因为你总不见得是为了这个而来的吧?你总不见得是为了这个而坐在我身旁的吧?你何曾为此点灯熬夜?或者在出外散步时,你何曾为自己提出某个表象而非推论,并同众人一起探讨过它?
ποῦ ποτε; εἶτα λέγετε ἄχρηστα τὰ θεωρήματα. τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δʼ οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι, ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι.
何时有过?然后你们便说: “那些学说是无用的。” 对谁无用?对那些未能恰当使用它们的人无用。因为对于在需要之时并以恰当方式敷用的人而言,眼药水并非无用,膏药并非无用,哑铃并非无用;但它们对某些人无用,对另一些人则有用。
ἄν μου πυνθάνῃ νῦν χρήσιμοί εἰσιν οἱ συλλογισμοί; ἐρῶ σοι ὅτι χρήσιμοι, κἂν θέλῃς, ἀποδείξω, πῶς. ἐμὲ οὖν τι ὠφελήκασιν; ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι, ἀλλὰ καθόλου;
如果你现在问我: “推论有用吗?” 我会对你说有用,并且如果你愿意,我还可以向你论证它是如何有用的。 “那么它们对我有什么益处吗?” 人啊,你刚才问的难道是对你是否有用,而不是泛泛地是否有用吗?
πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον. ἐμοὶ οὖν χρήσιμον; ἐρῶ οὔ. ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶτον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν· καὶ γνώσεσθε οἵαν ἰσχὺν ὁ λόγος ἔχει.
让痢疾患者来问我醋是否有用,我也会说有用。 “那么对我而言有用吗?” 我会说: “没用。” 首先谋求让你的体液止住,让你的小溃疡愈合吧。先生们,你们也要首先医治溃疡,制止体液流泻,平复心绪,带着不受纷扰的心灵来到学园;这样你们就会知道,理性具有怎样的力量。
- 2.21.1ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον.
ὤφελον 配合未完成过去直陈式(εἶχον)表示无法实现的愿望(与事实相反的愿望)。ὡς(接现在直陈式 ἔχω)与 οὕτως(接未完成过去直陈式 εἶχον)构成对比,意为“但愿我有如同我现在所拥有的才智一样好的运气!”
- 2.21.8καὶ αὐτὸν οἶμαι ἐφιστάνειν ἄξιον
在句法结构上,ἄξιον [ἐστί] 为无人称结构,支配不定式 ἐφιστάνειν(“注意、反省”),前面的分词短语 ἐν ... ἀναστρεφόμενον 以及 καὶ αὐτόν 作为不定式的逻辑主语(宾格主语)。οἶμαι 为插入语。
- 2.21.19μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες
否定小词 μή 与说明性的 γάρ 连用,引导期待否定回答的强烈反问句:“因为你总不见得是为了这个而来的吧?”
