← 爱比克泰德

谈话录

§2.20.27-2.20.37

怀疑论者日常生活中的自相矛盾与辩驳的徒劳

说话者通过一段主仆之间假想的讽刺性对话,尖锐揭露了怀疑论者一方面宣称不可知,另一方面却在日常感知与社会生活中照旧行事的虚伪与自我矛盾,并指出这类言论对道德伦理的毒害以及劝化他们的不可行性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.27

εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων· καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.

然而,那些说出这等言辞的人却结婚生子,参与城邦政务,自封为祭司和神谕宣谕者。是谁的祭司?是根本不存在之物的祭司!他们亲自去向皮提亚求卜以求探知谎言,又向他人解释神谕。啊,这是何等的无耻与欺诈!

§2.20.28

ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθʼ ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν εἶπες λοπάδα ἢ τὴν τορύνην ὀβελίσκον;

人啊,你在做什么?你每天都在自我拆穿,却不愿放弃这些冰冷乏味的诡辩吗?进食时,你的手伸向何处?是伸向嘴巴还是眼睛?沐浴时,你踏入何处?你何曾将瓦锅叫做浅盘,把搅拌勺叫做烤肉叉?

§2.20.29

εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθʼ ἡμέραν ὑπʼ αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον. ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. τί τοῦτο; φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, νὴ τὴν σὴν τύχην.

如果我是他们其中一人的奴隶,即使每天都要被他抽打得皮开肉绽,我也定要好好折磨他一番。 “小子,往澡盆里倒点橄榄油。” 我便会倒进鱼露,过去浇在他头上。 “这是怎么回事?” “托您的福,我心中浮现了一个与橄榄油毫无二致、极为相似的表象。”

§2.20.30

δὸς ὧδε τὴν πτισάνην. ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. οὐκ ᾔτησα τὴν πτισάνην; ναὶ κύριε· τοῦτο πτισάνη ἐστίν. τοῦτο οὐκ ἔστιν ὀξόγαρον; τί μᾶλλον ἢ πτισάνη;1 λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι. πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις ἡμᾶς ψεύδονται;

“把大麦粥端到这里来。” 我便会盛上一小碟醋鱼露端给他。 “我不是要大麦粥吗?” “是的,主人;这就是大麦粥。” “这难道不是醋鱼露吗?” “为什么是醋鱼露而不是大麦粥呢?” “拿去闻闻,拿去尝尝。” “如果感官在欺骗我们,您又从何而知呢?” 要是我有三四个齐心协力的同僚奴隶,我定会逼得他气急悬梁自尽,或是彻底改弦易辙。

§2.20.31

τρεῖς, τέσσαρας τῶν συνδούλων εἰ ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δʼ ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δʼ αὐτὰ ἀναιροῦντες.

然而在现今,他们一边享用着自然所赐予的一切,一边却在言辞上将其全盘推翻,以此来戏弄我们。 真是知恩图报而又谦逊知耻的人啊!

§2.20.32

εὐχάριστοί γʼ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθʼ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων· ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρʼ ἀνθρώπων συνεργίας ὑπʼ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον.

且不说别的,他们每天吃着面包,竟敢公然说: “我们不知道是否存在德墨忒尔、珀耳塞福涅或普路托”;更不用说,他们享用着昼夜、四季的更迭、星辰、大海、大地以及人类彼此间的互助,却丝毫未被其中任何事物所打动,而仅仅谋求吐出那点微不足道的小论题,锻炼一下胃部,便动身去往浴室。

§2.20.34

τί δʼ ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι· μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι2 ὑπʼ αὐτῶν ἢ καὶ παθὼν πάντʼ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα· μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα· μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων· μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ.

他们将要说什么,关于什么,向谁说,以及这些言论会给他们带来什么后果,他们全然不曾有过〔这样的〕顾虑:生怕某个出身高贵的年轻人听了这些言论后深受其害,或受害之后丧失了高贵品性的全部种苗;生怕我们为通奸者提供了对苟且之事厚颜无耻的借口;生怕侵吞公款者从这些言论中寻得借口;生怕怠慢父母者又从中获得了某种放肆的胆量。

§2.20.36

τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ κακόν, αἰσχρὸν ἢ καλόν; ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει ἢ μεταπείθειν πειρᾶται;

那么依照你的观点,何为善,何为恶?何为耻,何为美?是这些还是那些?既然如此,难道还有人去反驳他们其中任何人,或者与他们讲道理,或是试图劝他们回心转意吗?

§2.20.37

πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους τῶν περὶ αὑτοὺς κακῶν.3

凭宙斯起誓,人们指望劝化娈童改邪归正的希望,也远胜于指望这些对自己身边的祸害已然聋盲到如此地步的人。

语法注3 条
  1. 2.20.30τί μᾶλλον ἢ πτισάνη;

    此处反讽性地套用了怀疑学派的经典公式 οὐδὲν μᾶλλον(不比……更……)或 τί μᾶλλον(为何是这而非那)。奴隶借此反问“凭什么说它是醋鱼露就非得胜过是大麦粥”,用主人自己的怀疑论立场来回敬主人。

  2. 2.20.34μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι

    接在前面的 οὐδὲ κατὰ βραχὺ πεφροντίκασι(“他们丝毫不曾顾虑/担心”)之后的由 μή 引导的一连串担忧/顾虑从句(“唯恐/生怕……”)之始,后文以 μή τινι...、μή τις...、μή τις... 形成排比,并在 παράσχωμεν 处生动地转为第一人称复数。

  3. 2.20.37ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους τῶν περὶ αὑτοὺς κακῶν

    完成时被动分词 ἀποκεκωφωμένους 与 ἀποτετυφλωμένους 支配了其后的属格短语 τῶν περὶ αὑτοὺς κακῶν。前缀 ἀπο- 所带有的分离、剥夺含义使得后接分离属格,意即“对自身周围的祸害丧失听觉与视觉(耳聋眼瞎)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.20.27-2.20.37