- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.20.16-2.20.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论证人性的力量不可战胜,哪怕倡导反社会学说的伊壁鸠鲁也无法根除人性的内在冲动;并通过对否定敬虔与正义的哲学家施以辛辣的反讽,捍卫了传统美德与城邦共同体的价值。
ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα,1 γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον διʼ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων.
既然这些反社会的信条在你看来是正确的,难道你就该把它们写下来,留给后人,为它们彻夜不眠,并且亲身在行动上成为你自己教条的控诉者吗?
εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι· τούτῳ δʼ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί;2 ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλʼ ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος.
难道我们要说,俄瑞斯忒斯是在复仇女神的驱使下从睡梦中惊醒,而对这个人来说,复仇与惩罚的女神难道不更为严酷吗?她们唤醒沉睡中的他,不许他安歇,而是强迫他宣告自己的祸害,正如狂热与美酒强迫加鲁斯狂热僧侣一样。
οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλʼ ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλʼ ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον.
人的本性就是如此强大、不可战胜。因为一株葡萄树怎能不像葡萄树那样活动,反倒像橄榄树;抑或一株橄榄树又怎能不像橄榄树,反倒像葡萄树呢?这是不可能的,是不可思议的。
οὐ τοίνυν οὐδʼ ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται.
因此,人也绝不可能彻底丧失人性的活动,即使是那些被阉割的人,也无法割除身为男子的欲望。
οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντʼ ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο· οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.
同样,伊壁鸠鲁虽然割除了一切属于大丈夫、一家之主、公民以及朋友的事物,却没有割除人性的欲望。因为他做不到,正如那些可怜的学园派人士纵然竭尽全力追求这一点,也无法抛弃或弄瞎自己的感官一样。
τίς ἢ ἀτυχίας;3 λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλοτεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λείποντα, ἀλλὰ πᾶν τοὐναντίον, εἴ τι καὶ ἔχει γνωριστικὸν τῆς ἀληθείας, ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν.
这是何等的厄运啊!一个人从自然那里获得了认识真理的尺度与标准,他不去悉心钻研、向其补充并完善所欠缺的部分,反而完全背道而驰,即使掌握了某种认识真理的能力,也企图将其铲除并毁灭。
τί λέγεις, φιλόσοφε; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται; ἂν θέλῃς, κατασκευάσω ὅτι ἀγαθόν. ναὶ κατασκεύασον, ἵνʼ οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τιμῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα. ἔχεις οὖν τὰς κατασκευάς; ἔχω καὶ χάριν οἶδα.
“哲学家,你说什么?敬虔与神圣在你看来是怎样的东西?” “如果你愿意,我可以论证它是善。” “好啊,论证吧,好让我们的公民能够回心转意,敬重神明,并在最重大的事情上不再懈怠。” “那么你掌握这些论证了吗?” “我掌握了,而且心怀感激。”
ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει, λάβε τὰ ἐναντία· ὅτι θεοὶ οὔτʼ εἰσίν, εἴ τε καὶ εἰσίν, οὐκ ἐπιμελοῦνται ἀνθρώπων οὐδὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τό τʼ εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευσμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν ἀδικούντων.
“既然你如此喜欢这些,那就接受相反的观点吧:神既不存在;即使存在,也不眷顾人类,我们与他们之间没有任何共同关联;而且凡夫俗子口中所谓的这种敬虔与神圣,不过是骗子和智者,或者凭宙斯起誓,是立法者们为了恐吓并制止作恶者而捏造的谎言。”
εὖ, φιλόσοφε· ὠφέλησας ἡμῶν τοὺς πολίτας, ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς καταφρόνησιν τῶν θείων.
“太好了,哲学家!你造福了我们的公民,挽救了那些本已倾向于蔑视神明的年轻人!”
τί οὖν; οὐκ ἀρέσκει σοι ταῦτα; λάβε νῦν, πῶς ἡ δικαιοσύνη οὐδέν ἐστιν, πῶς ἡ αἰδὼς μωρία ἐστίν, πῶς πατὴρ οὐδέν ἐστιν, πῶς ὁ υἱὸς οὐδέν ἐστιν.
“怎么?这些不合你的心意吗?那么现在接受这些吧:正义如何根本算不得什么,羞耻如何是愚蠢,父亲如何算不得什么,儿子如何算不得什么。”
εὖ, φιλόσοφε· ἐπίμενε, πεῖθε τοὺς νέους, ἵνα πλείονας ἔχωμεν ταὐτά σοι πεπονθότας καὶ λέγοντας. ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐνομούμεναι πόλεις,4 Λακεδαίμων διὰ τούτους τοὺς λόγους ἐγένετο, Λυκοῦργος ταῦτα τὰ πείσματα ἐνεποίησεν αὐτοῖς διὰ τῶν νόμων αὐτοῦ καὶ τῆς παιδείας, ὅτι οὔτε τὸ δουλεύειν αἰσχρόν ἐστι μᾶλλον ἢ καλὸν οὔτε τὸ ἐλευθέρους εἶναι καλὸν μᾶλλον ἢ αἰσχρόν, οἱ ἐν Θερμοπύλαις ἀποθανόντες διὰ ταῦτα τὰ δόγματα ἀπέθανον, Ἀθηναῖοι δὲ τὴν πόλιν διὰ ποίους ἄλλους λόγους ἀπέλιπον;
“太好了,哲学家!坚持下去,去劝导年轻人吧,好让我们有更多遭受同样感染并说同样话的人!正是在这些言论的基础上,我们那些治理优良的城邦才得以壮大,斯巴达正是通过这些言论才得以确立,吕库古通过他的法律与教育向他们灌输了这些信念:沦为奴隶并不比崇高更可耻,保持自由也不比可耻更崇高;那些在温泉关战死的人正是为了这些教条而死;雅典人又是因何种别的言论才放弃了自己的城邦呢?”
- 2.20.16ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα
句首的 ὅτι 承接前文(天性违背伊壁鸠鲁的意愿硬拉着他),引出原因分句,与后面的命令式动词(γράψον, ἀπόλιπε, ἀγρύπνησον, γενοῦ)相连,构成带有强烈反讽和质问色彩的修辞句:“难道正因为这些反社会的信条在你看来是正确的,你才要去书写……成为你自己的告发者吗?”
- 2.20.17τούτῳ δʼ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί;
由 οὐ 引导的修辞疑问句,期待肯定的回答(“难道不是更严酷吗?”即“确实更严酷”)。主语为 αἱ Ἐρινύες καὶ Ποιναί,谓语形容词为比较级 χαλεπώτεραι,τούτῳ 为关系与格(“对这个人[伊壁鸠鲁]来说”),系动词 ἦσαν 被省略。
- 2.20.21τίς ἢ ἀτυχίας;
写本中保留的难读句式,通常被解读为包含感叹属格(ἀτυχίας)的省略感叹表达:“何等的厄运啊!”它表达了对后文分词短语(λαβών τις...)所描述的荒谬现象(人从自然获得了真理的标准却反过来要消灭它)的愤慨与惊叹。
- 2.20.26ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐνομούμεναι πόλεις
整句话运用了极强的反讽修辞。ἐκ τούτων τῶν λόγων(“正是出于这些言论”)表面上把良好治理的城邦的繁荣、斯巴达的崛起、吕库古的立法、温泉关的牺牲以及雅典人撤离城邦的壮举归功于无神与享乐主义言论,实则通过历史事实与这些言论的巨大反差,揭露其荒谬绝伦。ἡμῖν 为伦理与格。
