← 爱比克泰德

谈话录

§2.20.1-2.20.15

怀疑论与伊壁鸠鲁派的自相矛盾与人类本性

爱比克泰德揭露了否定普遍真理的怀疑论者以及否定人类天然共同体关联的伊壁鸠鲁的自相矛盾,指出他们试图说服他人的行为本身就依赖于他们所否认的人类社会本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.1

τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ·1

对于健全且显明的事物,即使是反对它们的人也必然不得不加以利用。而且人们几乎可以把这一点当作某事显明的最大证据:即发现连反对者也必然要利用它。

§2.20.2

οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποιήσασθαι· οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδράποδον, οὐδὲ τοῦτο.2

例如,如果有人反对“存在某种普遍的真理”,显然他就必须作出相反的断言:“没有任何东西是普遍真实的。”奴隶啊,连这句断言本身也不是普遍真实的!

§2.20.3

τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ τι ἔστι καθολικόν, ψεῦδός ἐστιν;

因为这与声称“如果有什么是普遍的,那它就是虚假的”又有什么区别呢?

§2.20.4

πάλιν ἄν τις παρελθὼν λέγῃ γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα ἢ ἄλλος ὅτι πίστευσόν μοι καὶ ὠφεληθήσῃ· οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν ἢ πάλιν ἄλλος μάθε παρʼ ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν· ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃς·

再如,若有人走上前来声称: “你要知道,没有任何事物是可知的,一切事物皆无可证实”;或者另一个人说: “相信我吧,你将得益:绝不应当相信任何人”;或者又另一个人说: “人啊,向我学习吧:学习任何事物都是不可能的;如果你愿意,我将把这告诉你并教导你”;那么,与这些人相比,那些——究竟是些什么人?

§2.20.5

τίνι οὖν τούτων διαφέρουσιν οὗτοι — τίνες ποτέ; — οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; ὦ ἄνθρωποι, συγκατάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται· πιστεύσατε ἡμῖν ὅτι οὐδεὶς πιστεύει οὐδενί.

——自称是学园派的人,又有什么差别呢? “人们啊,请赞同‘没有人能赞同’这一判断吧;请相信我们:‘没有人相信任何人’!”

§2.20.6

οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυσικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ ἀναιρουμένῳ συγχρῆται.

同样,当伊壁鸠鲁企图取消人与人之间天然的共同体关联时,他也利用了那正被他取消的东西本身。

§2.20.7

τί γὰρ λέγει; μὴ ἐξαπατᾶσθε, ἄνθρωποι, μηδὲ παράγεσθε μηδὲ διαπίπτετε· οὐκ ἔστι φυσικὴ κοινωνία τοῖς λογικοῖς πρὸς ἀλλήλους· πιστεύσατέ μοι. οἱ δὲ τὰ ἕτερα λέγοντες ἐξαπατῶσιν ὑμᾶς καὶ παραλογίζονται.

因为他说了什么呢? “人们啊,不要受骗,不要被误导,不要陷入歧途:理性存在者相互之间不存在天然的共同体关联;请相信我。而那些主张相反观点的人是在欺骗你们,用诡辩蒙蔽你们。”

§2.20.8

τί οὖν σοι μέλει; ἄφες ἡμᾶς ἐξαπατηθῆναι. μή τι χεῖρον ἀπαλλάξεις, ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν, ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύτην δεῖ παντὶ τρόπῳ φυλάσσειν; καὶ πολὺ κρεῖσσον καὶ ἀσφαλέστερον.

那么这与你何干?任由我们受骗好了!如果我们其余所有人都深信我们彼此之间存在天然的共同体关联,且必须千方百计地维护它,你难道会遭受更坏的待遇吗?这反倒对你更好、更安全得多!

§2.20.9

ἄνθρωπε, τί ὑπὲρ ἡμῶν φροντίζεις, τί διʼ ἡμᾶς ἀγρυπνεῖς, τί λύχνον ἅπτεις, τί ἐπανίστασαι, τί τηλικαῦτα βιβλία συγγράφεις; μή τις ἡμῶν ἐξαπατηθῇ3 περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων ἢ μή τις ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἢ ἡδονήν;

人啊,你为何替我们操心,为何为了我们而彻夜不眠,为何点上油灯,为何黎明即起,为何撰写如此浩瀚的著作?难道是唯恐我们中有人在神的事情上受骗,以为神眷顾人类;抑或是唯恐有人把善的本质看作快感之外的某种东西吗?

§2.20.10

εἰ γὰρ οὕτως ταῦτα ἔχει, βαλὼν κάθευδε4 καὶ τὰ τοῦ σκώληκος ποίει, ὧν ἄξιον ἔκρινας σεαυτόν· ἔσθιε καὶ πῖνε καὶ συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε.

因为如果事情果真如此,你就径直躺下睡觉,去做一条蠕虫的事情吧——你已判定自己只配如此:吃、喝、交媾、排泄、打鼾!

§2.20.11

τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα;

别人对这些事情如何理解,是健全还是不健全,与你何干?你与我们究竟有什么相干?难道你会去关心绵羊为了被我们剪毛、挤奶以及最终被宰割而将自身奉献给我们吗?

§2.20.12

οὐχὶ δʼ εὐκταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους ἑαυτούς;

如果人们能够被斯多亚派所蛊惑、催眠而昏昏欲睡,并将自己奉献给你及你同类的人去剪毛和挤奶,这难道不是更值得期盼的事吗?

§2.20.13

πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους ἀποκρύπτεσθαι, πολὺ μάλιστʼ ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύσει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα σοι πάντα τηρῆται;

因为你难道本该向你的伊壁鸠鲁派同道讲述这些话,难道不更该对他们隐瞒,尤其应当在众人之前说服他们相信我们天生就是具社会性的存在者、节制乃是一种善,以便为你保全一切吗?

§2.20.14

ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δʼ οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων;

抑或是应当对某些人保持这种共同体关联,而对另一些人则不必?那么应当对谁保持呢?是对那些同样维护它的人,还是对违背它的人?而在违背它的人当中,又有谁比持有这种见解的你们更为严重呢?

§2.20.15

τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα;

那么,究竟是什么将他从睡梦中唤醒,强迫他写下他所写的东西呢?还能是什么呢,不正是人类之中一切事物里最强大的东西——天性,硬拉着他不情愿且呻吟着顺从天性自身的意愿吗?

语法注4 条
  1. 2.20.1τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ

    对指示代词 τοῦτο 进行具体说明的同位语成分。在带冠词不定式短语 τὸ ... εὑρίσκεσθαι(被发现)中,主语是不定式短语 συγχρήσασθαι αὐτῷ(加以利用),ἐπάναγκες(不可避免)作表语补足语,τῷ ἀντιλέγοντι 为相关者与格。τῷ ἀντιλέγοντι 前面的 καί 为副词用法,意为“甚至/连……也”。

  2. 2.20.2ἀνδράποδον, οὐδὲ τοῦτο.

    承前省略句。紧承前句的 οὐδέν ἐστι καθολικὸν ἀληθές,凝练地反驳道:“奴隶啊,连这句断言本身也不是普遍真实的!”语境中省略了谓语 [ἀληθές ἐστι] 或 [καθολικόν ἐστιν ἀληθές]。

  3. 2.20.9μή τις ἡμῶν ἐξαπατηθῇ

    跟在前面的疑问句(τί ὑπὲρ ἡμῶν φροντίζεις...)之后、带有虚拟语气的从属分句,表示否定目的或担忧:“难道是唯恐我们中有人受骗……吗?”它说明了伊壁鸠鲁撰书立说表面上的动机。

  4. 2.20.10βαλὼν κάθευδε

    不定过去时分词 βαλών 在此作为习惯用法,带有不及物或反身意义(省略了 ἑαυτὸν βαλών),意为“直挺挺躺下/身子一扔”,修饰祈使语气动词 κάθευδε(睡觉)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.20.1-2.20.15