- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.19.18-2.19.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德严厉斥责弟子们口头上假冒斯多亚派的虚伪行径,要求他们指出来一个真正践行其教义的斯多亚派。随后他敦促大家将正确运用表象这一可教且属于我们权能之内的事业立即付诸实践。
τί μοι ἐμπαίζεις καὶ σὺ πρὸς τοῖς ἐμοῖς κακοῖς; ὅμως, φιλόσοφε, εἰπέ μοι, τί τρέμεις; οὐχὶ θάνατός ἐστι τὸ κινδυνευόμενον ἢ δεσμωτήριον ἢ πόνος τοῦ σώματος ἢ φυγὴ ἢ ἀδοξία; τί γὰρ ἄλλο; μή τι κακία, μή τι μέτοχον κακίας; σὺ οὖν τίνα ταῦτα ἔλεγες;
“除了我自身的灾祸之外,连你也来嘲弄我吗?” “然而,哲学家啊,请告诉我,你为什么发抖?所冒的风险难道不就是死亡、监禁、肉体的痛苦、流放或名誉扫地吗?还能是什么呢?难道是恶德,或是分有恶德的某种东西吗?那么你自己从前又说这些是什么呢?”
τί ἐμοὶ καὶ σοί, ἄνθρωπε; ἀρκεῖ ἐμοὶ τὰ ἐμὰ κακά. καὶ καλῶς λέγεις. ἀρκεῖ γάρ σοι τὰ σὰ κακά, ἡ ἀγέννεια, ἡ δειλία, ἡ ἀλαζονεία, ἣν ἠλαζονεύου ἐν τῇ σχολῇ καθήμενος. τί τοῖς ἀλλοτρίοις ἐκαλλωπίζου; τί Στωικὸν ἔλεγες σεαυτόν;
“人啊,我与你有什么相干?我自身的灾难对我来说已经足够了。” “你说得太对了!因为你自身的恶对你而言确实足够了:你的卑劣、你的怯懦,以及你在学园中端坐时所夸耀的虚荣。你为何要用属于他人的东西来装点自己?为何要称自己为斯多亚派?”
Τηρεῖτε οὕτως ἑαυτοὺς ἐν οἷς ἐπράσσετε καὶ εὑρήσετε τίνος ἔσθʼ αἱρέσεως. τοὺς πλείστους ὑμῶν Ἐπικουρείους εὑρήσετε, ὀλίγους τινὰς Περιπατητικοὺς καὶ τούτους ἐκλελυμένους.
就这样在你们所践行的事中观察你们自己吧,你们就会发现自己究竟属于哪个学派。你们会发现你们大多数人都是伊壁鸠鲁派,极少数是逍遥派,而且这些人还是萎靡不振的。
ποῦ γὰρ ἵνʼ ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε;1 Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε.
因为你们在行动上把德行视为与一切其他事物同等、甚至更为优越的事,究竟在何处体现过呢?如果你们有人,就给我指出来一个斯多亚派吧!
ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπικούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατητικὰ οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν;
在何处,或者以何种方式能指出来呢?但是诵读斯多亚派那些微不足道的言论的人倒有成千上万!难道正是这些人,在讲述伊壁鸠鲁派的学说时就会逊色一些吗?难道他们不是同样精确地阐述逍遥派的学说吗?
τίς οὖν ἐστι Στωικός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον.
那么,究竟谁才是斯多亚派?正如我们把依照菲迪亚斯的技艺塑造出来的雕像称为菲迪亚斯式的雕像一样,请你们同样给我指出来一个依照他所宣讲的教义塑造出来的人吧!
δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατʼ· ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν.
给我指出来一个在患病中依然幸福、在危险中依然幸福、在垂死中依然幸福、在流放中依然幸福、在名誉扫地中依然幸福的人!指出来吧!凭诸神起誓,我渴望见到一位斯多亚派!
ἀλλʼ οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι· τόν γε τυπούμενον δείξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με· μὴ φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν οὐκ εἶδον.
然而你们无法指出来一个已经完全塑造成功的人;那么至少指出来一个正在被塑造的人,一个已经倾向于这些的人吧!请施恩于我;请不要吝惜让我这个老人看到一幕我至今未曾见过的景象!
οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτʼ ἄνθρωπον μέμφεσθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι,2 μὴ ὀργισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ περιπλέκειν;
难道你们以为要指出来的是菲迪亚斯的宙斯像或雅典娜像——那座象牙和黄金的造物吗?请你们之中的某个人指出来这样一个人的灵魂吧:他渴望与神同心合意,不再抱怨神也不再抱怨人,不欲求落空,不遭遇避忌之事,不发怒,不嫉妒,不妒忌(何须兜圈子说话呢?)
), θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε. τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε;
,他渴望从人化为神,并在这一具渺小的死尸般的肉躯中思索着与宙斯的交往结合!指出来吧!然而你们指不出来。那么你们为何还要自我嘲弄,并去欺骗他人呢?
καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων;
你们为何要穿戴着不属于自己的装束四处走动,充当这些完全不相干的名称与行径的盗贼与强盗呢?
καὶ νῦν ἐγὼ μὲν παιδευτής εἰμι ὑμέτερος, ὑμεῖς δὲ παρʼ ἐμοὶ παιδεύεσθε. κἀγὼ μὲν ἔχω ταύτην τὴν ἐπιβολήν, ἀποτελέσαι ὑμᾶς ἀκωλύτους, ἀναναγκάστους, ἀπαραποδίστους, ἐλευθέρους, εὐροοῦντας, εὐδαιμονοῦντας, εἰς τὸν θεὸν ἀφορῶντας ἐν παντὶ καὶ μικρῷ καὶ μεγάλῳ· ὑμεῖς δὲ ταῦτα μαθησόμενοι καὶ μελετήσοντες πάρεστε.
如今,我是你们的教师,你们在我门下受教。而我这一方怀有这样的企图:使你们成为不受阻碍、不受强迫、不遭妨碍、自由、顺遂、幸福、在一切大小事务上仰望神的人;而你们在场则是为了学习并修习这些事。
διὰ τί οὖν οὐκ ἀνύετε τὸ ἔργον, εἰ καὶ ὑμεῖς ἔχετʼ ἐπιβολὴν οἵαν δεῖ κἀγὼ πρὸς τῇ ἐπιβολῇ καὶ παρασκευὴν οἵαν δεῖ;
那么,如果你们也抱有应当具备的企图,而我在企图之外也做好了应当具备的准备,你们为何还不把这项事业完成呢?
τί τὸ λεῖπόν ἐστιν; ὅταν ἴδω τέκτονα, ὅτῳ ὕλη πάρεστιν παρακειμένη, ἐκδέχομαι τὸ ἔργον. καὶ ἐνθάδε τοίνυν ὁ τέκτων ἐστίν, ἡ ὕλη ἐστίν· τί ἡμῖν λείπει;
欠缺的究竟是什么?当我看到一个木匠,旁边放着现成的木材,我就会期待作品的完成。在此处,木匠在场,木材也在场;我们还缺少什么呢?
οὐκ ἔστι διδακτὸν τὸ πρᾶγμα; διδακτόν. οὐκ ἔστιν οὖν ἐφʼ ἡμῖν; μόνον μὲν οὖν τῶν ἄλλων πάντων. οὔτε πλοῦτός ἐστιν ἐφʼ ἡμῖν οὔθʼ ὑγίεια οὔτε δόξα οὔτε ἄλλο τι ἁπλῶς πλὴν ὀρθὴ χρῆσις φαντασιῶν. τοῦτο ἀκώλυτον φύσει μόνον, τοῦτο ἀνεμπόδιστον.
这桩事难道是不可传授的吗?是可以传授的。那么难道它不在我们权能之内吗?恰恰相反,在所有一切事物中,唯有它是属于我们权能之内的。财富不在我们权能之内,健康、名声,或是任何其他事物概不在我们权能之内,唯有对表象的正确运用除外。唯有这一项在天性上是不受阻碍的,唯有它是不可妨碍的。
διὰ τί οὖν οὐκ ἀνύετε; εἴπατέ μοι τὴν αἰτίαν. ἢ γὰρ παρʼ ἐμὲ γίνεται ἢ παρʼ ὑμᾶς ἢ παρὰ τὴν φύσιν τοῦ πράγματος. αὐτὸ τὸ πρᾶγμα ἐνδεχόμενον καὶ μόνον ἐφʼ ἡμῖν. λοιπὸν οὖν ἢ παρʼ ἐμέ ἐστιν ἢ παρʼ ὑμᾶς ἤ, ὅπερ ἀληθέστερον, παρʼ ἀμφοτέρους. τί οὖν;
那么你们为何还不完成它?请告诉我原因。因为这要么归咎于我,要么归咎于你们,要么归咎于事情本身的本性。事情本身是完全可能的,且唯独在我们权能之内。因此剩下的结论就是:要么归咎于我,要么归咎于你们,或者——这更为真实——归咎于双方。那么该怎么办?
θέλετε ἀρξώμεθά ποτε3 τοιαύτην ἐπιβολὴν κομίζειν ἐνταῦθα; τὰ μέχρι νῦν ἀφῶμεν. ἀρξώμεθα μόνον, πιστεύσατέ μοι, καὶ ὄψεσθε.
你们愿意我们终究开始将这样一种企图带到这里来吗?让我们抛开以往的一切吧。只要我们开始,请相信我,你们就会看到的。
- 2.19.21ποῦ γὰρ ἵνʼ ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε;
ποῦ ἵνα 搭配虚拟式(ὑπολάβητε)是一种反诘修辞惯用表达,意为“你们哪里可能……呢?”(即“你们绝不可能……”)。尽管形式上是由 ἵνα 引导的名词性或结果性从句,但整体结构表达强烈的否定。
- 2.19.26μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι
这两个带否定的不定式短语在句法上从属于前面的分词 θέλοντος(“渴望……”)。它们体现了爱比克泰德伦理学中的核心术语构式,即在欲求(ὄρεξις)中不落空(ἀποτυγχάνειν),在避忌(ἔκκλισις)中不遭遇厄运(περιπίπτειν),此处以简洁的不定式并列呈现。
- 2.19.34θέλετε ἀρξώμεθά ποτε
θέλετε(“你们愿意……吗?”)后直接接虚拟式(ἀρξώμεθα),这是口语与会话体中省略连词 ἵνα 的常见构式,相当于在劝诱虚拟式前加上 θέλετε,意为“你们愿意我们开始……吗?”或“让我们开始……好吗?”。
