← 爱比克泰德

谈话录

§2.19.1-2.19.17

主权论与危机中践行哲学的必要性

爱比克泰德概述了“主权论”的三个冲突命题及各派立场,将仅仅死记硬背学说史和列举作者的做法比作修辞文法学者的琐碎知识。他进而指出,伦理学中关于善、恶与无差别之物的划分,若不能在遭遇风暴海难或被皇帝传唤等现实危机中转化为自身的坚定信念,便毫无用处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19.1

ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ δυνατὸν εἶναι ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται,1 συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται.

“主权论”似乎是基于如下的前提被提出来的。因为在这三个命题之间存在着彼此共同的矛盾:其一,“凡过去的真实者皆是必然的”;其二,“从可能者中不会引申出不可能者”;其三,“既非真实、将来也不会是真实的事物是可能的”。狄奥多罗洞察到这一矛盾,便借助前两个命题的可信性,来确立“凡既非真实、将来也不会是真实的事物,概非可能”。

§2.19.2

λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος.

于是,有人会坚持后两个命题,即“存在着某种既非真实、将来也不会是真实的可能事物”,以及“从可能者中不会引申出不可能者”;但“并非凡过去的真实者皆是必然的”——正如克勒安德学派所倾向持有的立场那样,安提帕特曾极力为之辩护。

§2.19.3

οἱ δὲ τἆλλα δύο, ὅτι δυνατόν τʼ ἐστίν, ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, δυνατῷ δʼ ἀδύνατον ἀκολουθεῖ.

另一些人则坚持其余两个命题,即“既非真实、将来也不会是真实的事物是可能的”,以及“凡过去的真实者皆是必然的”;但“从可能者中会引申出不可能者”。

§2.19.4

τὰ τρία δʼ ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.

然而,要同时坚持这三者是不可能的,因为它们彼此之间存在着矛盾。

§2.19.5

ἂν οὖν τίς μου πύθηται σὺ δὲ ποῖα αὐτῶν τηρεῖς; ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα· παρείληφα δʼ ἱστορίαν τοιαύτην, ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ περὶ Χρύσιππον τὰ ἄλλα.

因此,如果有人问我: “那么你自己坚持其中的哪几个?” 我会回答他说:“我不知道。但我继承了这样一种学术记载:狄奥多罗坚持那些,我想潘托伊德和克勒安德学派坚持另一些,而克律西波学派则坚持再另一些。”

§2.19.6

σὺ οὖν τί; οὐδὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν2 καὶ συγκρῖναι τὰ λεγόμενα καὶ δόγμα τι ἐμαυτοῦ ποιήσασθαι κατὰ τὸν τόπον. διὰ τοῦτο οὐδὲν διαφέρω τοῦ γραμματικοῦ.

“那么你自己又怎样呢?” “我根本没有致力于此——即去审视我自己的表象,比对各家言论,并在此论题上形成我自己的确信。因此,我与文法学者毫无差别。”

§2.19.7

τίς ἦν ὁ τοῦ Ἕκτορος πατήρ; Πρίαμος. τίνες ἀδελφοί; Ἀλέξανδρος καὶ Δηίφοβος. μήτηρ δʼ αὐτῶν τίς; Ἑκάβη. παρείληφα ταύτην τὴν ἱστορίαν. παρὰ τίνος; παρʼ Ὁμήρου. γράφει δὲ περὶ τῶν αὐτῶν δοκῶ καὶ Ἑλλάνικος καὶ εἴ τις ἄλλος τοιοῦτος.

“赫克托尔的父亲是谁?” “普里阿摩斯。” “兄弟是谁?” “亚历山大和德伊福玻斯。” “他们的母亲是谁?” “赫卡柏。我继承了这一故事传说。” “从谁那里得来的?” “从荷马那里。我想赫拉尼库斯以及其他此类人物也写过同样的内容。”

§2.19.8

κἀγὼ περὶ τοῦ Κυριεύοντος τί ἄλλο ἔχω ἀνωτέρω; ἀλλʼ ἂν ὦ κενός, μάλιστα ἐπὶ συμποσίῳ καταπλήσσομαι τοὺς παρόντας ἐξαριθμούμενος τοὺς γεγραφότας.

“而我关于‘主权论’,除了这些以外又掌握了什么更高深的东西呢?但如果我是个虚荣之徒,尤其是在酒宴上,我就会通过列举〔就此〕撰述过的人来震慑在座的人:

§2.19.9

γέγραφεν δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης δʼ ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος. γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δʼ ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατʼ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος. οὐκ ἀνέγνωκας τὴν σύνταξιν;

‘克律西波在《论可能者》第一卷中写得极其精彩。克勒安德也专门就此作过论述,阿耳刻德谟也是如此。安提帕特也写过,不仅在《论可能者》中,而且专门在《论主权论》中撰述过。你难道没有读过这篇论著吗?’

§2.19.10

οὐκ ἀνέγνωκα. ἀνάγνωθι. καὶ τί ὠφεληθήσεται; φλυαρότερος ἔσται καὶ ἀκαιρότερος ἢ νῦν ἐστιν. σοὶ γὰρ τί ἄλλο προσγέγονεν ἀναγνόντι; ποῖον δόγμα πεποίησαι κατὰ τὸν τόπον; ἀλλʼ ἐρεῖς ἡμῖν Ἑλένην καὶ Πρίαμον καὶ τὴν τῆς Καλυψοῦς νῆσον τὴν οὔτε γενομένην οὔτʼ ἐσομένην.

‘我没有读过。’ ‘去读吧。’ 而他能从中得到什么益处呢?他只会比现在更加废话连篇、更不合时宜。因为对读过它的你而言,究竟又增添了什么呢?你在此论题上形成了怎样的定论?你只会向我们谈论海伦、普里阿摩斯,以及那座既未曾存在过、将来也绝不会存在的卡吕普索之岛。”

§2.19.11

καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων.

在这里,仅掌握学术传闻而未形成任何自己的定见,倒也算不得什么大问题。然而在伦理学的事项上,我们陷入这种境地的程度要远远超过这些。

§2.19.12

εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν. ἄκουε· "Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν." τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος.

“请给我讲讲善与恶。” “听着: ‘强风自伊利昂将我吹送,靠近了基科涅斯人的土地。’ 在存在的事物中,有些是善, 有些是恶,有些则是无差别的。善乃是诸德行及分有德行之物,恶乃是诸恶德及分有恶德之物,无差别者乃是介于其间之物:财富、健康、生命、死亡、快乐、痛苦。”

§2.19.14

πόθεν οἶδας; Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐτῶν καὶ δόγμα σεαυτοῦ πεποίησαι;

“你从何得知这些?” “赫拉尼库斯在《埃及纪事》中是这样说的。” “这与说是第欧根尼在《伦理学》中说的,或是克律西波、克勒安德说的,又有什么区别呢?那么,你曾审验过其中的任何一项,并形成你自己的定见吗?”

§2.19.15

δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι. μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσαντί σοι κακόσχολός πως παραστὰς εἴπῃ λέγε μοι τοὺς θεούς σοι ἃ πρῴην ἔλεγες·3 μή τι κακία ἐστὶ τὸ ναυαγῆσαι, μή τι κακίας μετέχον;

“表现一下你在船上遭遇风暴时通常是怎样的吧。当风帆作响,你吓得大声哭喊时,如果有个游手好闲之徒恰好站在身旁这样对你说,你还记得这套划分吗: ‘凭诸神起誓,请你告诉我前天说过的话:遭遇海难是恶德吗?或是分有恶德的某种东西吗?’

§2.19.16

οὐκ ἄρας ξύλον ἐνσείσεις αὐτῷ; τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα καὶ σὺ ἐλθὼν παίζεις.

难道你不会抓起一根木棒朝他挥去吗? ‘人啊,我们与你有什么相干?我们快要丧命了,你却跑来开玩笑!’

§2.19.17

ἂν δέ σε ὁ Καῖσαρ μεταπέμψηται κατηγορούμενον, μέμνησαι τῆς διαιρέσεως, ἄν τίς σοι εἰσιόντι καὶ ὠχριῶντι ἅμα καὶ τρέμοντι προσελθὼν εἴπῃ τί τρέμεις, ἄνθρωπε; περὶ τίνων σοί ἐστιν ὁ λόγος; μή τι ἔσω ὁ Καῖσαρ ἀρετὴν καὶ κακίαν τοῖς εἰσερχομένοις δίδωσι;

或者,如果凯撒因你被控告而传唤你,当你走进去时面色苍白且浑身发抖,如果有人走上前来这样对你说,你还记得那套划分吗: ‘人啊,你发抖什么?你的事情究竟是关于什么的?难道里面的凯撒能给走进去的人赐予美德与恶德吗?’”

语法注3 条
  1. 2.19.1κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ δυνατὸν εἶναι ὃ οὔτʼ ἔστιν ἀληθὲς οὔτʼ ἔσται

    带有与格冠词的三个不定式短语(τῷ ... εἶναι、τῷ ... μὴ ἀκολουθεῖν、τῷ ... εἶναι)是前面指示代词短语 τοῖς τρισὶ τούτοις(“这三者”)的同位语。属格独立结构 κοινῆς οὔσης μάχης 表明前置原因与背景,引出狄奥多罗做出论证的主动词 συνεχρήσατο。

  2. 2.19.6οὐδὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν

    短语 γίγνεσθαι πρός 接与格是固定搭配,意为“专心致志于……”或“致力于……”。其后的冠词不定式短语 τῷ βασανίσαι... 作为指示代词 τούτῳ 的同位语,具体说明其内容。

  3. 2.19.15λέγε μοι τοὺς θεούς σοι ἃ πρῴην ἔλεγες

    短语 τοὺς θεούς σοι 是插入在恳求或提问中的口语化誓言表达(宾格源于如 ὄμνυμι 等省略的发誓动词的受词),意为“凭诸神起誓,我求求你”,用以修饰祈使动词 λέγε 的语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.19.1-2.19.17