← 爱比克泰德

谈话录

§2.18.17-2.18.32

战胜诱惑的表象与不可推延的修练

爱比克泰德指出,战胜欲望的表象远比破解逻辑学难题更为尊贵,主张以苏格拉底的自制为榜样来检验并替换不良表象。他进而警告,若在修练上一味推延,终将陷入连过错都无法察觉的麻木绝境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18.17

καταψῶ τὴν κορυφήν μου καὶ λέγω· εὖ, Ἐπίκτητε, κομψὸν σοφισμάτιον ἔλυσας, πολλῷ κομψότερον τοῦ Κυριεύοντος.

我抚摸着自己的头说:“干得好,爱比克泰德,你破解了一个精巧的小诡辩,远比‘主权论’更为精巧。”

§2.18.18

ἂν δὲ καὶ βουλομένου τοῦ γυναικαρίου καὶ νεύοντος καὶ προσπέμποντος, ἂν δὲ καὶ ἁπτομένου καὶ συνεγγίζοντος ἀπόσχωμαι καὶ νικήσω, τοῦτο μὲν ἤδη τὸ σόφισμα ὑπὲρ τὸν Ψευδόμενον, ὑπὲρ τὸν Ἡσυχάζοντα. ἐπὶ τούτῳ καὶ μέγα φρονεῖν ἄξιον, οὐκ ἐπὶ τῷ τὸν Κυριεύοντα ἐρωτῆσαι.

但如果当那妇人心怀意愿、暗送秋波、派人传话,甚至动手触摸、挨近身旁之时,我若能克制自持并克敌制胜,那么这一破难之举便胜过‘说谎者悖论’,胜过‘静止论’。为此而自豪才是值得的,而不是为了提出‘主权论’的问题。

§2.18.19

πῶς οὖν γένηται τοῦτο; θέλησον ἀρέσαι αὐτός ποτε σεαυτῷ, θέλησον καλὸς φανῆναι τῷ θεῷ· ἐπιθύμησον καθαρὸς μετὰ καθαροῦ σαυτοῦ γενέσθαι καὶ μετὰ τοῦ θεοῦ.

那么,这该如何做到呢?要渴望有朝一日取悦于你自己,渴望在神面前显为美好;热切希望与纯洁的自己同在,并与神同在而变得纯洁。

§2.18.20

εἶθʼ ὅταν προσπίπτῃ σοί τις φαντασία τοιαύτη, Πλάτων μὲν ὅτι ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις,1 ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης·

此后,每当有此类表象向你袭来时,柏拉图固然说:“去举行祓除之礼,去作为恳求者前往驱祸诸神之神庙。”

§2.18.21

ἀρκεῖ κἂν ἐπὶ τὰς τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν συνουσίας ἀποχωρήσας πρὸς τούτῳ γίνῃ ἀντεξετάζων, ἄν τε τῶν ζώντων τινὰ ἔχῃς ἄν τε τῶν ἀποθανόντων.

即便你只是退隐到贤良之士的交往之中,将自己与他们加以对照审视,这也足够了——无论你所借助的是活着的人,还是已经死去的人。

§2.18.22

ἄπελθε πρὸς Σωκράτη καὶ ἴδε αὐτὸν συγκατακείμενον Ἀλκιβιάδῃ καὶ διαπαίζοντα αὐτοῦ τὴν ὥραν. ἐνθυμήθητι οἵαν νίκην ποτὲ ἔγνω ἐκεῖνος νενικηκότα ἑαυτόν,2 οἷα Ὀλύμπια, πόστος ἀφʼ Ἡρακλέους ἐγένετο· ἵνα τις, νὴ τοὺς θεούς, δικαίως ἀσπάζηται αὐτὸν χαῖρε, παράδοξε, οὐχὶ τοὺς σαπροὺς τούτους πύκτας καὶ παγκρατιαστὰς οὐδὲ τοὺς ὁμοίους αὐτοῖς, τοὺς μονομάχους.

去到苏格拉底那里,看他与阿尔喀比亚德同席而卧,却轻视他的青春芳华。想一想,他认识到自己战胜了自我,那是何等辉煌的胜利,那是怎样的奥林匹亚盛典,他堪称赫拉克勒斯的何等传人!以致人们凭诸神起誓,完全可以正当地向他致敬: “欢呼吧,奇迹般的胜者!” 而不是向这些腐败的拳击手、搏击手,或与他们相似的角斗士致敬。

§2.18.23

ταῦτα ἀντιθεὶς νικήσεις τὴν φαντασίαν, οὐχ ἑλκυσθήσῃ ὑπʼ αὐτῆς.

只要以此相对抗,你就能战胜那表象,而不会被它拖着走。

§2.18.24

τὸ πρῶτον δʼ ὑπὸ τῆς ὀξύτητος μὴ συναρπασθῇς, ἀλλʼ εἰπὲ ἔκδεξαί με μικρόν, φαντασία· ἄφες ἴδω τίς εἶ καὶ περὶ τίνος, ἄφες σε δοκιμάσω.

但首先,不要被它的突发烈度所裹挟,而要说: “表象啊,稍等我片刻;让我看看你是谁,关于何事;让我检验你。”

§2.18.25

καὶ τὸ λοιπὸν μὴ ἐφῇς αὐτῇ προάγειν ἀναζωγραφούσῃ τὰ ἑξῆς. εἰ δὲ μή, οἴχεταί σε ἔχουσα ὅπου ἂν θέλῃ. ἀλλὰ μᾶλλον ἄλλην τινὰ ἀντεισάγαγε καλὴν καὶ γενναίαν φαντασίαν καὶ ταύτην τὴν ῥυπαρὰν ἔκβαλε.

此后,切莫容许它进一步描绘随后的情景而向前推进。否则,它就会将你掳走,带往它想去的任何地方。相反,应当引入另一种美好而崇高的表象来替代它,并将这肮脏的表象驱逐出去。

§2.18.26

κἂν ἐθισθῇς οὕτως γυμνάζεσθαι, ὄψει, οἷοι ὦμοι γίνονται, οἷα νεῦρα, οἷοι τόνοι· νῦν δὲ μόνον τὰ λογάρια καὶ πλέον οὐδὲ ἕν.

你若习惯于这样锻炼,你就会看到自己将长出怎样的臂膀、怎样的筋骨、怎样的力道;而如今却只有琐碎的言辞,此外别无长进。

§2.18.27

οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν.

这才是真正意义上的修练者——即针对此类表象锻炼自己的人。

§2.18.28

μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ ἀταραξίας.

停下,不幸的人,切莫被卷走!这是一场伟大的竞赛,神圣的事业;是为了王权,为了自由,为了顺畅的生活,为了宁静的心境。

§2.18.29

τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοηθὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χειμὼν τί ἄλλο ἐστὶν ἢ φαντασία;

要铭记神,呼求神作为助手和庇护者,正如航海者在风暴中呼求狄俄斯库里兄弟一样。因为还有什么风暴能比源自强烈且击溃理智的表象的风暴更为巨大呢?毕竟,风暴本身除了表象之外,又是什么呢?

§2.18.30

ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ,3 ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ εὐδία.

须知,只要除去对死亡的恐惧,任凭你招来多少雷鸣与闪电,你都会知道统御机能之中有着何等的平静与晴朗。

§2.18.31

ἂν δʼ ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθʼ ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μηδʼ ἐφιστάνειν ὕστερον ὅτι ἁμαρτάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ πράγματος· καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν "αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει."

但若你一度受挫后却说日后定能战胜,随后又故态复萌,那么须知,有朝一日你将沦落到如此糟糕衰弱的地步,以致日后甚至察觉不到自己在犯错,反而开始为这行径寻找说辞;那时,你便印证了赫西俄德那句箴言的真实性: “拖延劳作之人,终日与灾厄搏斗。”

语法注3 条
  1. 2.18.20Πλάτων μὲν ὅτι ἴθι ἐπὶ τὰς ἀποδιοπομπήσεις

    主节的言说动词(如 λέγει 或 φησίν)被省略,ὅτι 直接引出包含祈使句的引文(引自柏拉图《法律篇》854b)。

  2. 2.18.22οἵαν νίκην ποτὲ ἔγνω ἐκεῖνος νενικηκότα ἑαυτόν

    认知动词 ἔγνω(第三人称不定过去时)接宾格分词 νενικηκότα(完成时能动态宾格阳性单数)作补足成分,其逻辑主语为反身代词 ἑαυτόν;νίκην 为 νενικηκότα 的同族宾语,并受关系代词 οἵαν 修饰。

  3. 2.18.30ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ

    连词 ἐπεί (τοι) 用于引出论证或例证。接下来的两个命令式动词(ἆρον, φέρε)起到了假定条件从句的作用(“除去……,招来……,你便会知道”),通过连词 καὶ 与后接的将来时直陈式主句(γνώσῃ)相连。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.18.17-2.18.32