- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.18.1-2.18.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了一切习惯与激情皆因相应行为的重复而得到滋养,放任不管便会演变为痼疾,因而必须通过每日的克制与警醒反思来对抗愤怒与欲望。
πᾶσα ἕξις καὶ δύναμις ὑπὸ τῶν καταλλήλων ἔργων συνέχεται καὶ αὔξεται, ἡ περιπατητικὴ ὑπὸ τοῦ περιπατεῖν, ἡ τροχαστικὴ ὑπὸ τοῦ τρέχειν.
一切习惯与机能都是由与之相对应的行动所维系并壮大的:步行的机能因步行而存,奔跑的机能因奔跑而强。
ἂν θέλῃς ἀναγνωστικὸς εἶναι, ἀναγίγνωσκε· ἂν γραφικός, γράφε. ὅταν δὲ τριάκοντα ἐφεξῆς ἡμέρας μὴ ἀναγνῷς, ἀλλʼ ἄλλο τι πράξῃς, γνώσῃ τὸ γινόμενον.
若你想要成为善读者,那就读书;若想成为善写者,那就写作。但当你一连三十天不曾读书,转而做了别的事,你自会知晓随之而来的结果。
οὕτως κἂν ἀναπέσῃς δέκα ἡμέρας, ἀναστὰς ἐπιχείρησον μακροτέραν ὁδὸν περιπατῆσαι καὶ ὄψει, πῶς σου τὰ σκέλη παραλύεται.
同样地,即使你只是卧床十天,起身试着走一段较远的路,你就会看到双腿是怎样瘫软无力了。
καθόλου οὖν εἴ τι ποιεῖν ἐθέλῃς, ἑκτικὸν ποίει αὐτό· εἴ τι μὴ ποιεῖν ἐθέλῃς, μὴ ποίει αὐτό, ἀλλʼ ἔθισον ἄλλο τι πράττειν μᾶλλον ἀντʼ αὐτοῦ.
因此总的来说,凡是你想要做的事,就让它成为习惯;凡是你不想做的事,就切莫去做,反而要习惯于去做别的某件事来代替它。
οὕτως ἔχει καὶ ἐπὶ τῶν ψυχικῶν· ὅταν ὀργισθῇς, γίγνωσκε ὅτι οὐ μόνον σοι τοῦτο γέγονεν κακόν, ἀλλʼ ὅτι καὶ τὴν ἕξιν ηὔξησας καὶ ὡς πυρὶ φρύγανα παρέβαλες.
灵魂中的事亦是如此:当你发怒时,应当明白,不仅这一件坏事降临于你,而且你还滋长了那种习惯,仿佛把柴薪投进了火中。
ὅταν ἡττηθῇς τινος ἐν συνουσίᾳ, μὴ τὴν μίαν ἧτταν ταύτην λογίζου, ἀλλʼ ὅτι καὶ τὴν ἀκρασίαν σου τέτροφας, ἐπηύξησας.
当你在男女交媾之事上屈服于某人时,不要仅仅盘算这一次挫败,而要意识到你也喂养了自己的放纵,使之愈发滋蔓。
ἀδύνατον γὰρ ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δʼ ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.1
因为,由于相对应的行为,不可能不使习惯与机能中原本不存在的得以萌生植根,原本已有的则更趋紧绷而变得强大。
οὕτως ἀμέλει καὶ τὰ ἀρρωστήματα ὑποφύεσθαι λέγουσιν οἱ φιλόσοφοι. ὅταν γὰρ ἅπαξ ἐπιθυμήσῃς ἀργυρίου, ἂν μὲν προσαχθῇ λόγος εἰς αἴσθησιν ἄξων τοῦ κακοῦ, πέπαυταί τε ἡ ἐπιθυμία καὶ τὸ ἡγεμονικὸν ἡμῶν εἰς τὸ ἐξαρχῆς ἀποκατέστη· ἐὰν δὲ μηδὲν προσαγάγῃς εἰς θεραπείαν, οὐκέτι εἰς ταὐτὰ ἐπάνεισιν, ἀλλὰ πάλιν ἐρεθισθὲν ὑπὸ τῆς καταλλήλου φαντασίας θᾶττον ἢ πρότερον ἐξήφθη πρὸς τὴν ἐπιθυμίαν. καὶ τούτου συνεχῶς γινομένου τυλοῦται λοιπὸν καὶ τὸ ἀρρώστημα βεβαιοῖ τὴν φιλαργυρίαν.
实际上,哲学家们所说的灵魂痼疾也正是这样悄然滋生的。因为每当你一度渴望金钱时,若能引入理智引导人省察这种恶,欲望便会止息,我们的统御机能也会恢复如初;但若你不采用任何手段加以疗愈,它就再也无法回到原样,反而会在相对应的表象再度刺激下,比从前更快地被点燃而趋向欲望。当这种情况反复发生,终将形成老茧,那痼疾便会巩固拜金的嗜好。
ὁ γὰρ πυρέξας, εἶτα παυσάμενος οὐχ ὁμοίως ἔχει τῷ πρὸ τοῦ πυρέξαι, ἂν μή τι θεραπευθῇ εἰς ἅπαν.
因为一个人得了热病随后退烧,只要没有得到彻底根治,其状态就绝不会同发病之前完全一样。
τοιοῦτόν τι καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν γίνεται. ἴχνη τινὰ καὶ μώλωπες ἀπολείπονται ἐν αὐτῇ, οὓς εἰ μή τις ἐξαλείψῃ καλῶς, πάλιν κατὰ τῶν αὐτῶν μαστιγωθεὶς οὐκέτι μώλωπας, ἀλλʼ ἕλκη ποιεῖ.
灵魂的激情中发生的事亦与此类似。在灵魂中会留下某些痕迹与青肿,若是不能将其彻底抹除,那么一旦再次在原处遭受鞭笞,造成的就不再是青肿,而是溃疡了。
εἰ οὖν θέλεις μὴ εἶναι ὀργίλος, μὴ τρέφε σου τὴν ἕξιν, μηδὲν αὐτῇ παράβαλλε αὐξητικόν. τὴν πρώτην2 ἡσύχασον καὶ τὰς ἡμέρας ἀρίθμει ἃς οὐκ ὠργίσθης.
因此,你若是不想成为暴躁易怒之人,就不要喂养你的习惯,不要向它投喂任何促其滋长的东西。起初先平心静气,并计算你没有发怒的天数。
καθʼ ἡμέραν εἰώθειν ὀργίζεσθαι, νῦν παρʼ ἡμέραν, εἶτα παρὰ δύο, εἶτα παρὰ τρεῖς. ἂν δὲ καὶ τριάκοντα παραλίπῃς, ἐπίθυσον τῷ θεῷ. ἡ γὰρ ἕξις ἐκλύεται τὴν πρώτην, εἶτα καὶ παντελῶς ἀναιρεῖται.
“我往常每天都要发怒,如今隔天一次,接着是每隔两天,再接着是每隔三天。” 若你能一连三十天不发怒,就向神献祭吧;因为那习惯起初会松弛,接着便会彻底泯灭。
σήμερον οὐκ ἐλυπήθην οὐδʼ αὔριον οὐδʼ ἐφεξῆς διμήνῳ καὶ τριμήνῳ· ἀλλὰ προσέσχον γενομένων τινῶν ἐρεθιστικῶν. γίγνωσκε ὅτι κομψῶς σοί ἐστιν.
“今天我没有感到悲伤,明天也没有,接下来两个月、三个月皆是如此;而在某些激惹之事发生时,我留心保持了警惕。” 须知你此刻的境况甚佳。
σήμερον καλὸν ἰδὼν ἢ καλὴν οὐκ εἶπον αὐτὸς ἐμαυτῷ ὅτι ὤφελόν τις μετὰ ταύτης ἐκοιμήθη3 καὶ μακάριος ὁ ἀνὴρ αὐτῆς· ὁ γὰρ τοῦτʼ εἰπὼν μακάριος καὶ ὁ μοιχός·4
“今天见到一个美貌的男子或女子, 我没有自言自语道: ‘要是有人能同她共眠该有多好!’ 以及: ‘她的丈夫真是幸福!’” 因为说出这话的人,便等于也在说: “通奸之人也是幸福的。”
οὐδὲ τὰ ἑξῆς ἀναζωγραφῶ, παροῦσαν αὐτὴν καὶ ἀποδυομένην καὶ παρακατακλινομένην.
“我也未曾进一步在脑海中勾勒随后的情景——她身在眼前,宽衣解带,并卧于身侧。”
- 2.18.7ἀδύνατον γὰρ ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δʼ ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.
ἀδύνατον 引出带有否定词 μή 的不定式结构,构成强调的双重否定句式(“不可能不……”)。不定式的逻辑主语为宾格的 τὰς ἕξεις καὶ τὰς δυνάμεις,随后由 τὰς μέν(接 ἐμφύεσθαι)与 τὰς δέ(接 ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι)形成两相对照的谓语不定式分配并列结构。
- 2.18.12τὴν πρώτην
阴性单数宾格短语 τὴν πρώτην 在此处省略了名词(如 ὥραν),用作副词性宾格,意为“起初”、“首先”。在下文的 ἡ γὰρ ἕξις ἐκλύεται τὴν πρώτην 一句中亦重现了完全相同的副词用法。
- 2.18.15ὤφελόν τις μετὰ ταύτης ἐκοιμήθη
表过去无法实现的愿望(与过去事实相反的虚拟愿望)。动词 ὀφείλω 的第二不定过去时形式 ὤφελον 在此已虚化为愿望引导词,后接直陈语气不定过去时 ἐκοιμήθη,表示对过去的未遂之事发出叹息:“要是有人能与她同眠过该有多好!”
- 2.18.15ὁ γὰρ τοῦτʼ εἰπὼν μακάριος καὶ ὁ μοιχός
省去了说话动词及系动词 ἐστίν 的紧凑格言式结构。句法骨架应理解为:ὁ γὰρ τοῦτʼ εἰπὼν [λέγει ὅτι] μακάριος [ἐστὶ] καὶ ὁ μοιχός(“因为说这话的人,[便等于在说]通奸者也[是]幸福的”)。
