- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.17.21-2.17.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出唯有顺从神的意愿才能带来真正的自由,严厉斥责了学生们无视哲学的阶梯训练、反而沉溺于逻辑刁难与修辞模仿之虚荣的现状。
τοῦτʼ ἔστιν ἔκπτωσις ψυχῆς μεγάλα νεῦρα ἐχούσης. οὐ γὰρ ᾔδει, ποῦ κεῖται τὸ ποιεῖν ἃ θέλομεν, ὅτι τοῦτο οὐκ ἔξωθεν δεῖ λαμβάνειν οὐδὲ τὰ πράγματα μετατιθέντα καὶ μεθαρμοζόμενον.
这正是一个骨力坚强的灵魂发生脱轨的写照。因为她不知道,实现我们所愿之事的途径究竟何在——不知道这绝非来自外在之物,亦非通过挪移和重组事物便能获得。
μὴ θέλε τὸν ἄνδρα, καὶ οὐδὲν ὧν θέλεις οὐ γίνεται.1 μὴ θέλε αὐτὸν ἐξ ἅπαντός σοι συνοικεῖν, μὴ θέλε μένειν ἐν Κορίνθῳ καὶ ἁπλῶς μηδὲν ἄλλο θέλε ἢ ἃ ὁ θεὸς θέλει. καὶ τίς σε κωλύσει, τίς ἀναγκάσει; οὐ μᾶλλον ἢ τὸν Δία.
“不要渴望那个丈夫,这样你所愿之事就没有一件不会实现。不要强求他无论如何都要与你同住,不要渴望留在科林斯;简而言之,除了神所愿的事之外,不要渴望任何别的事。这样,谁还能阻碍你,谁还能强迫你呢?绝不会比强迫宙斯更多半分。”
ὅταν τοιοῦτον ἔχῃς ἡγεμόνα καὶ τοιούτῳ συνθέλῃς καὶ συνορέγῃ, τί φοβῇ ἔτι μὴ ἀποτύχῃς;
当你拥有这样的向导,并与这样的一位同愿同行、同所企求时,你何须再害怕遭到挫败?
χάρισαί σου τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν πενίᾳ καὶ πλούτῳ· ἀποτεύξῃ, περιπεσῇ. ἀλλʼ ὑγιείᾳ· δυστυχήσεις· ἀρχαῖς, τιμαῖς, πατρίδι, φίλοις, τέκνοις, ἁπλῶς ἄν τινι τῶν ἀπροαιρέτων. ἀλλὰ τῷ Διὶ χάρισαι αὐτάς, τοῖς ἄλλοις θεοῖς· ἐκείνοις παράδος, ἐκεῖνοι κυβερνάτωσαν, μετʼ ἐκείνων τετάχθωσαν· καὶ ποῦ ἔτι δυσροήσεις;
把你的欲求与回避委弃于贫穷与财富吧:你必将一无所获,必将陷于厄运。委弃于健康吧:你必将遭遇不幸;委弃于官职、名誉、祖国、朋友、儿女,简而言之,委弃于非意志所能主宰的任何事物吧。不如把它们托付给宙斯,托付给其余诸神;交托给他们,任由他们掌舵,让你的心意同他们整饬一致;那样的话,你在何处还会受到阻碍、心绪不顺呢?
εἰ δὲ φθονεῖς, ἀταλαίπωρε, καὶ ἐλεεῖς καὶ ζηλοτυπεῖς καὶ τρέμεις καὶ μίαν ἡμέραν οὐ διαλείπεις, ἐν ᾗ οὐ κατακλάεις καὶ σαυτοῦ καὶ τῶν θεῶν, καὶ τί ἔτι λέγεις πεπαιδεῦσθαι;
然而可怜的人啊,若你心怀嫉羡、怜悯、妒忌、战战兢兢,甚至没有一天不在抱怨自己和诸神,那你凭什么还说自己受过教育呢?
ποίαν παιδείαν, ἄνθρωπε; ὅτι συλλογισμοὺς ἔπραξας, μεταπίπτοντας; οὐ θέλεις ἀπομαθεῖν, εἰ δυνατόν, πάντα ταῦτα καὶ ἄνωθεν ἄρξασθαι συναισθανόμενος ὅτι μέχρι νῦν οὐδʼ ἥψω τοῦ πράγματος, καὶ λοιπὸν ἔνθεν ἀρξάμενος προσοικοδομεῖν τὰ ἑξῆς, πῶς μηδὲν ἔσται σοῦ μὴ θέλοντος, θέλοντος μηδὲν οὐκ ἔσται;
受过何种教育,人啊?难道是因为你解演了三段论法,研习了推移动态论证吗?如果可能的话,你难道不愿将这一切统统忘掉,从头开始,意识到自己直到如今甚至都未曾触及此事的根本,并从此开始顺理成章地构建接下来的事物——如何使违背你意愿的事一概不发生,符合你意愿的事无不成就吗?
δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐληλυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενόμενον καὶ λέγοντα ὅτι ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δʼ εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ2 διαγαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων. δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω·
请给我找来一个怀抱这种意图来到学园的年轻人,成为这一事业的角逐健将,并能说道: “对我而言,且让其余一切都付之东流吧;只要有朝一日我能毫无阻碍、毫无悲痛地度过一生,作为一个自由人昂首挺胸面对现实,作为神的朋友仰望苍天而不惧怕任何可能降临之事,这就足够了。” 你们当中谁来给我展示一个这样的人,好让我对他说:
ἔρχου, νεανίσκε, εἰς τὰ σά· σοὶ γὰρ εἵμαρται κοσμῆσαι φιλοσοφίαν, σά ἐστι ταῦτα τὰ κτήματα, σὰ τὰ βιβλία, σοὶ οἱ λόγοι.
“来吧,年轻人,进入属于你自己的天地吧;因为命中注定要由你来光大哲学,这些财富是属于你的,书籍是属于你的,这些论说也是属于你的。”
εἶθʼ, ὅταν τοιοῦτον ἐκπονήσῃ καὶ καταθλήσῃ τὸν τόπον, πάλιν ἐλθών μοι εἰπάτω ἐγὼ θέλω μὲν καὶ ἀπαθὴς εἶναι καὶ ἀτάραχος, θέλω δʼ ὡς εὐσεβὴς καὶ φιλόσοφος καὶ ἐπιμελὴς εἰδέναι τί μοι πρὸς θεούς ἐστι καθῆκον, τί πρὸς γονεῖς, τί πρὸς ἀδελφούς, τί πρὸς τὴν πατρίδα, τί πρὸς ξένους.
然后,当他在这一领域精雕细琢并夺冠胜出之后,就让他再来对我说: “我固然希望做到无欲无求且泰然自若,但我作为虔诚者、哲学家和恪尽职守的人,也想知道自己对诸神、对父母、对兄弟、对祖国、对外人各自负有何种义务。”
ἔρχου καὶ ἐπὶ τὸν δεύτερον τόπον· σός ἐστι καὶ οὗτος.
“那就进入第二领域吧;这同样属于你。”
ἀλλʼ ἤδη καὶ τὸν δεύτερον τόπον ἐκμεμελέτηκα. ἤθελον δʼ ἀσφαλῶς καὶ ἀσείστως καὶ οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων καὶ οἰνωμένος καὶ ἐν μελαγχολίᾳ. σὺ θεὸς εἶ, ὦ ἄνθρωπε, σὺ μεγάλας ἔχεις ἐπιβολάς.
“可是,我已经把第二领域也操练纯熟了。然而我所希望的是能稳固且不可动摇地做到这一点,不仅在醒时,即便在沉睡中、醉酒时、极度忧郁之中亦能如此。” “人啊,你成了神灵了,你拥有如此宏大的抱负!”
οὔ· ἀλλʼ ἐγὼ θέλω γνῶναι, τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου. οὐκ ἀπάγξῃ3 μετὰ τῆς ἐπιβολῆς ταύτης, τάλας; καὶ τί σοι ὄφελος ἔσται; πενθῶν ἅπαν ἀναγνώσῃ καὶ τρέμων πρὸς ἄλλους ἐρεῖς.
“不,相反: ‘我想知道克律西波斯在《论说谎者》中讲了什么。’” 可怜的人啊,带着这样的企图,你难道不该去上吊吗?这对你又有什么益处呢?你将在满腔悲戚中通读全篇,并在战战兢兢中转述于他人。
οὕτως καὶ ὑμεῖς ποιεῖτε. θέλεις ἀναγνῶ σοι, ἀδελφέ; καὶ σὺ ἐμοί. θαυμαστῶς, ἄνθρωπε, γράφεις· καὶ σὺ μεγάλως εἰς τὸν Ξενοφῶντος χαρακτῆρα, σὺ εἰς τὸν Πλάτωνος, σὺ εἰς τὸν Ἀντισθένους. εἶτʼ ἀλλήλοις ὀνείρους διηγησάμενοι πάλιν ἐπὶ ταὐτὰ ἐπανέρχεσθε· ὡσαύτως ὀρέγεσθε, ὡσαύτως ἐκκλίνετε, ὁμοίως ὁρμᾶτε, ἐπιβάλλεσθε, προτίθεσθε, ταὐτὰ εὔχεσθε, περὶ ταὐτὰ σπουδάζετε. εἶτα οὐδὲ ζητεῖτε τὸν ὑπομνήσοντα ὑμᾶς, ἀλλʼ ἄχθεσθε, ἐὰν ἀκούητε τούτων. εἶτα λέγετε ἀφιλόστοργος γέρων· ἐξερχομένου μου οὐκ ἔκλαυσεν οὐδʼ εἶπεν εἰς οἵαν περίστασιν4 ἀπέρχῃ μοι, τέκνον· ἂν σωθῇς, ἅψω λύχνους. ταῦτʼ ἔστι τὰ τοῦ φιλοστόργου;
你们也正是这样做的。 “兄弟,要我读给你听吗?” “你也读给我听吧。” “人啊,你写得太妙了!” 以及: “你深得色诺芬的风骨,” “你深得柏拉图的遗韵,” “你深得安提斯泰尼的神采。” 接着,在彼此倾诉了这些虚幻的梦境之后,你们又重归原样:同样地贪求,同样地回避,同样地萌生冲动、付诸企图、立定心意,祈求相同的事物,为同样的事情焦虑不安。然后你们甚至不去寻找能提醒你们的人,反而在一听到这些话时就心生恼怒。接着你们便说: “毫无慈爱之心的老头子!我离开时他甚至不曾哭泣,也不曾说: ‘孩子,你这是离我而去奔赴何等险境啊!你若是平安归来,我必点起明灯。’” 难道这才是慈爱者的举动吗?
μέγα σοι ἀγαθὸν ἔσται σωθέντι τοιούτῳ καὶ λύχνων ἄξιον. ἀθάνατον γὰρ εἶναί σε δεῖ καὶ ἄνοσον.
像你这样的人平安归来,对你可真是莫大的好事,值得点起明灯啊!因为你本就应当是不死且无病的,是吧!
ταύτην οὖν, ὅπερ λέγω, τὴν οἴησιν τὴν τοῦ δοκεῖν εἰδέναι τι τῶν χρησίμων ἀποβάλλοντας ἔρχεσθαι δεῖ πρὸς τὸν λόγον, ὡς πρὸς τὰ γεωμετρικὰ προσάγομεν, ὡς πρὸς τὰ μουσικά· εἰ δὲ μή, οὐδʼ ἐγγὺς ἐσόμεθα τῷ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν.
因此,正如我所说的,我们必须抛弃这种自以为知晓某些有益之事的虚妄傲慢,去接近哲学之理,就像我们接近几何学、接近音乐那样;否则,即便我们将克律西波斯的全部导论和著作,连同安提帕特与阿凯德谟的书卷都一一读遍,我们也绝不可能接近所谓的求道进德。
- 2.17.22οὐδὲν ὧν θέλεις οὐ γίνεται
双重否定(οὐδὲν ... οὐ)构成强烈的肯定语气,意为“凡你所愿,无一不成就”。语境指一旦将自身意愿与神的意愿完全调和,便绝不会遭遇任何挫折或阻碍。
- 2.17.29ἀπαραποδίστῳ καὶ ἀλύπῳ
与格谓语形容词,与非人称动词 ἐξέσται 的隐含与格逻辑主语(μοι)相一致。它们充当不定式 διαγαγεῖν(度过一生)的谓语补足语,意为“不受阻碍且无悲无痛地度日”。
- 2.17.34οὐκ ἀπάγξῃ
由否定词 οὐ 与将来时中间态动词(ἀπάγξῃ)构成的修辞反问句,表达强烈的催促或愤慨的斥责(“你难道不去上吊吗?”即“去上吊自尽算了”)。
- 2.17.37εἰς οἵαν περίστασιν
数字化底本在引用开头误留了校勘记编号“1”的直接引语感叹句。感叹形容词 οἵαν 修饰 περίστασιν,意为“(奔赴)何等险恶艰难的境地!”
