- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.17.1-2.17.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哲学的首要任务是抛弃自以为是,文中指出人际纷争、个人心绪不顺乃至美狄亚式的悲剧,其根源都在于未能分节阐明预先把握并将其恰当地应用于个别现实。
τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος; ἀποβαλεῖν οἴησιν· ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἴεται, ταῦτα ἄρξασθαι μανθάνειν.
从事哲学探究者的首要职责是什么?抛弃自以为是;因为任何人都不可能开始去学习他自以为已经知道的事情。
τὰ μὲν οὖν ποιητέα καὶ οὐ ποιητέα καὶ ἀγαθὰ καὶ κακὰ καὶ καλὰ καὶ αἰσχρὰ πάντες ἄνω καὶ κάτω λαλοῦντες ἐρχόμεθα πρὸς τοὺς φιλοσόφους, ἐπὶ τούτοις ἐπαινοῦντες ψέγοντες, ἐγκαλοῦντες μεμφόμενοι, περὶ ἐπιτηδευμάτων καλῶν καὶ αἰσχρῶν ἐπικρίνοντες καὶ διαλαμβάνοντες.
那么,关于该做与不该做的事、善与恶、美与丑,我们在前往哲学家那里时无不在上下夸夸其谈,以此为依据进行赞美与谴责,控告与非难,对美好与丑恶的行径做出评判和区分。
τίνος δʼ ἕνεκα προσερχόμεθα τοῖς φιλοσόφοις; ἃ οὐκ οἰόμεθα εἰδέναι. τίνα δʼ ἐστὶ ταῦτα; τὰ θεωρήματα. ἃ γὰρ λαλοῦσιν οἱ φιλόσοφοι, μαθεῖν θέλομεν ὡς κομψὰ καὶ δριμέα, οἱ δʼ, ἵνʼ ἀπʼ αὐτῶν περιποιήσωνται.
那么,我们为了什么而走向哲学家呢?为了那些我们认为自己尚不知道的事情。而这些事情是什么呢?是理论学说。因为我们想要学习哲学家所说的话,当作精巧敏锐之谈,或者有些人是为了从中谋取私利。
γελοῖον οὖν τὸ οἴεσθαι, ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται, ἄλλα δὲ μαθήσεται, ἢ λοιπὸν ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει.
因此,认为某人意欲学习某些东西,却会学会另一些东西,或者进而认为某人会在他没有学习的事物上取得进步,是荒谬可笑的。
τὸ δʼ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτʼ ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι ἕκαστα ὁρίζεσθαι.
欺骗大众的正是这一点,它也同样欺骗了修辞学家塞奥彭普斯,他在某处责难柏拉图意欲定义每一事物。
τί γὰρ λέγει; οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς ἐφθεγγόμεθα τὰς φωνάς;
因为他说了什么呢? “在我们当中,难道在您之前没有人谈论过‘善’或‘正义’吗?抑或我们并不理解这些事物中的每一者究竟为何,而毫无意义、空洞地发出这些字音吗?”
τίς γάρ σοι λέγει, Θεόπομπε, ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τούτων φυσικὰς καὶ προλήψεις; ἀλλʼ οὐχ οἷόν τʼ ἐφαρμόζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώσαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον, ποίαν τινὰ ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον.
因为谁对你说过,塞奥彭普斯,我们没有关于这些事物中每一者的自然观念和前把握?但是,若不对这些前把握加以分节阐明,若不对这一点本身进行审视——即应当将何种实体归入它们各自的名下——就绝不可能将前把握适当地应用于相称的实体之上。
ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς·1 τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι; ἢ κενῶς τὰς φωνὰς ταύτας ἀπηχοῦμεν;
既然如此,你也可以对医生们说同样的话: “因为在希波克拉底出生之前,我们当中有谁没有说过某种‘健康’或‘疾病’之物吗?难道我们只是空洞地复述这些字音吗?”
ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν, ἀλλʼ ἐφαρμόσαι οὐ δυνάμεθα. διὰ τοῦτο ὁ μὲν λέγει ἀνάτεινον, ὁ δὲ λέγει δὸς τροφήν· καὶ ὁ μὲν λέγει φλεβοτόμησον, ὁ δὲ λέγει σικύασον. τί τὸ αἴτιον; ἄλλο γε ἢ ὅτι2 τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους;
因为我们确实对健康也有某种前把握,但我们无法应用它。正因如此,有人说: “让他绝食,”而另一个人说: “给他食物”;有人说: “给他放血,”而另一个人说: “给他拔罐。” 原因何在?难道不正是因为人无法将关于健康的前把握恰当地应用于个别事例吗?
οὕτως ἔχει καὶ ἐνθάδʼ ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν; ἆρʼ οὖν διηρθρωμένην καὶ τελείαν;
人生中的事情也是如此。善与恶、有益与无益,我们当中有谁不谈论呢?我们当中有谁没有关于这些事物中每一者的前把握呢?那么,它是否得到了分节阐明且臻于完备呢?
τοῦτο δεῖξον. πῶς δείξω; ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ χρησίμου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου.
请证明这一点。 “我该如何证明?” 把它恰当地应用于各个个别的实体之上。随即,柏拉图将定义归入有益的前把握之下,而你却归入无益的前把握之下。
δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόν τε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δʼ οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ δὲ τῆς ὑγείας;
那么,你们双方都击中要害是可能的吗?这怎么可能呢?而对于财富这种实体,难道不是有人应用关于善的前把握,而另一个人不这样应用吗?对于快乐、对于健康,不也是如此吗?
καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους;
因为总括而言,如果我们所有谈论这些名称的人都不是空洞地知晓这些事物中的每一者,并且在阐明前把握方面不需要任何费心,那我们为何还要起争执,为何还要起冲突,为何还要彼此责难呢?
καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ;
而现在我又何必引证彼此间的争斗并提及它呢?你自己如果能够恰当地应用前把握,为什么你的心绪还会受阻不顺,为什么还会受到阻碍呢?
ἀφῶμεν ἄρτι τὸν δεύτερον τόπον τὸν περὶ τὰς ὁρμὰς καὶ τὴν κατὰ ταύτας περὶ τὸ καθῆκον φιλοτεχνίαν. ἀφῶμεν καὶ τὸν τρίτον τὸν περὶ τὰς συγκαταθέσεις.
我们暂且把关于冲动以及依据冲动对待义务的缜密讲求这第二个领域放在一边吧。我们也把关于同意的第三个领域放在一边吧。
χαρίζομαί σοι ταῦτα πάντα. στῶμεν ἐπὶ τοῦ πρώτου καὶ σχεδὸν αἰσθητὴν παρέχοντος τὴν ἀπόδειξιν τοῦ μὴ ἐφαρμόζειν καλῶς τὰς προλήψεις.
所有这些我都让步于你。让我们立足于第一个领域吧,它提供了你未能恰当应用前把握的几乎显而易见的证据。
νῦν σὺ θέλεις τὰ δυνατὰ καὶ τὰ σοὶ δυνατά; τί οὖν ἐμποδίζῃ; διὰ τί δυσροεῖς; νῦν οὐ φεύγεις τὰ ἀναγκαῖα; διὰ τί οὖν περιπίπτεις τινί, διὰ τί δυστυχεῖς; διὰ τί θέλοντός σού τι οὐ γίνεται καὶ μὴ θέλοντος γίνεται;
现在,你渴望的是可能的事物以及对你而言可能的事物吗?那么,你为什么受到阻碍?为什么心绪不顺?现在,你是不回避必然的事物吗?那么,你为什么会陷入某种困境,为什么会遭遇不幸?为什么在你想要某事时它没有发生,而在你不想时它偏偏发生?
ἀπόδειξις γὰρ αὕτη μεγίστη δυσροίας καὶ κακοδαιμονίας. θέλω τι καὶ οὐ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ; οὐ θέλω τι καὶ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ;
因为这是心绪不顺与悲惨命运的最大证据。“我想要某事,它却不发生;还有谁比我更可怜?我不想要某事,它偏偏发生;还有谁比我更可怜?”
τοῦτο καὶ ἡ Μήδεια οὐχ ὑπομείνασα ἦλθεν ἐπὶ τὸ ἀποκτεῖναι τὰ τέκνα. μεγαλοφυῶς κατά γε τοῦτο. εἶχε γὰρ ἣν δεῖ φαντασίαν, οἷόν ἐστι τὸ ἃ θέλει τινὶ μὴ προχωρεῖν.
美狄亚也是因为无法忍受这一点,才走到了杀死自己孩子的地步。至少在这方面是极为豪迈的;因为她拥有理应拥有的表象,明白一个人的意愿得不到顺遂究竟意味着什么。
εἶτα οὕτως τιμωρήσομαι τὸν ἀδικήσαντά με καὶ ὑβρίσαντα. καὶ τί ὄφελος τοῦ κακῶς οὕτως διακειμένου; πῶς οὖν γένηται;3 ἀποκτείνω μὲν τὰ τέκνα. ἀλλὰ καὶ ἐμαυτὴν τιμωρήσομαι. καὶ τί μοι μέλει;
“然后我就要这样报复那个亏负我、侮辱我的人。然而对于一个处于如此悲惨境地的人,还有什么用处呢?那么该如何办成呢?我要杀死孩子。但我也会惩罚我自己。这与我又有何相干呢?”
- 2.17.8ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς
连词 ἐπεί 在此用于反驳或引向归谬法(“既然如此,那就……”或“否则你就……”),引出祈使句 λέγε,将塞奥彭普斯反对定义的逻辑推至医术领域,以揭露其荒谬。
- 2.17.9ἄλλο γε ἢ ὅτι
此为惯用句型 ἄλλο τι ἤ(“难道是别的什么……吗?”,即“无非是……”)的变体,省略了动词,以反问语气强调无法恰当应用前把握是造成分歧的唯一原因。
- 2.17.20πῶς οὖν γένηται;
不定过去时虚拟式 γένηται 在此作审慎/思虑虚拟式(deliberative subjunctive),表现美狄亚内心自问如何达成复仇的独白(“那么该如何办成呢?”)。
