- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.16.32-2.16.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德敦促人们放弃对特定场所和熟人的依恋,顺从上帝的旨意,像赫拉克勒斯那样荡除内心的恶德,从而获得自由与心灵的顺遂。
πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν; τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθʼ ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης;
“那么,我什么时候才能再次见到雅典和卫城呢?” 可怜的人啊,你每天所见到的难道还不足以令你满足吗?比起太阳、月亮、繁星、整个大地和大海,你还有什么更好、更伟大的东西可看吗?
εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις;
如果你确实跟随着统辖万物的主宰,并把那位主宰随身携带在自己心中,你难道还贪恋那些小石子和漂亮的石头吗?那么,当你将要告别太阳本身和月亮时,你又会做什么呢?
κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν;1 ὅτι εἰσαγωγὰς ἔπραξά τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δʼ οὐδὲ θύραν παρῆλθον.
你会像小孩子们一样坐着痛哭吗?那么你以前在学园里究竟做了些什么?听了些什么?学了些什么?你本可以按照实际情况题写自己,为什么偏要自封为哲学家呢?——即题写道: “我学过几本入门书,读过克律西波斯的著作,但我连哲学家的门槛都未曾踏入过。”
ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει μετῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν;
因为对于那位如此死去、如此生活的苏格拉底所分享的事业,对于第欧根尼所分享的事业,我又在何处分得了一份呢?
ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδʼ ἐν Ἀθήναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλʼ, ἂν οὕτως τύχῃ, ἐν Σούσοις ἢ ἐν Ἐκβατάνοις;
你能想象他们当中的任何一个人会因为见不到某某人、某某妇人,或者不能留在雅典或科林斯,而是碰巧要留在苏萨或埃克巴塔那,就哭泣或愤愤不平吗?
ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δʼ ὡς παιδιᾷ παραμένει, μέχρις ἂν ψυχαγωγῆται;
因为,对于一个只要愿意就可以随时离开宴席不再参与游戏的人来说,难道他留下来还会感到痛苦吗?难道他不是只在自得其乐的时候,才像玩游戏一样留下来吗?
ταχύ γʼ ἂν ὁ τοιοῦτος ὑπομείναι2 φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς.
这样的人难道会轻易忍受永远流亡,或者在被判处死刑时忍受屈从吗!
οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ τιτθάς, γραῶν ἀποκλαύματα;
你难道不想像小孩子那样终于断奶,去吃更坚硬的食物,不再为祖母和乳母哭泣吗——不再像老婆子那样哭天抢地?
ἀλλʼ ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω. σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλʼ ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δʼ ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν· εἰ δὲ μή, οἰμώξουσι διʼ αὑτάς.
“可是我的离去会让她们伤心。” 是你让她们伤心吗?绝不是,而是那同样让你伤心的东西:判断。那么你能做什么呢?祛除你自己的判断吧;至于她们的判断,如果她们做得好,她们自己会去祛除;如果不然,她们将由着自己的缘故去悲叹。
ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι3 ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος δουλείας, τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς· ὁμογνωμονῶ σοι, σός εἰμι· οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων· ὅπου θέλεις, ἄγε· ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους ἀπολογήσομαι· δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν. οὔ·
人啊,正所谓孤注一掷吧,为了心绪的顺遂,为了自由,为了崇高的灵魂!像摆脱了奴役的人那样,终于把脖颈挺起来吧!勇敢地仰望上帝并说道: “从今以后,请随意将我用于您意愿之事;我与您同心同德,我是属于您的。凡是您认为正确的,我绝不推辞。带我到您想去的任何地方,给我穿上您想要的任何衣服。您希望我身居要职,还是做平民百姓?希望我留下,还是流亡?希望我贫穷,还是富有?我将在众人面前为所有这些替您辩护;我将揭示每一事物的本性究竟为何。”
ἀλλʼ ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμμην, μέχρις σε χορτάσῃ. ὁ Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις ἔσχεν, φίλους; ἀλλʼ οὐδὲν φίλτερον τοῦ θεοῦ· διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθόμενος περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν.
不;倒不如坐在牛肚子里,等着你的祖母来把你喂饱吧。赫拉克勒斯如果当年坐在家里守着亲属,他会变成什么样的人呢?欧律斯透斯,而绝非赫拉克勒斯。来吧,在他走遍天下时,他结识了多少熟人和朋友?然而没有任何东西比上帝更亲近;正因如此,他被信奉为宙斯之子,而且确实如此。于是他服从上帝,巡游四方,涤除不公与不法。
ἀλλʼ οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλʼ οὐδὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς· τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυμίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν, ἀκρασίαν.
然而你并不是赫拉克勒斯,你无法荡除他人的邪恶;你甚至不是忒修斯,去荡平阿提卡的祸害:荡除属于你自己的邪恶吧。从这里,从你的心灵之中,抛弃悲伤、恐惧、欲望、嫉妒、幸灾乐祸、贪财、软弱和无节制,来代替普罗克儒斯忒斯和斯基隆。
ταῦτα δʼ οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσπεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον. ἂν δʼ ἄλλο τι θέλῃς, οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτʼ εὐροεῖν δυνάμενος. ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.
而除了单单仰望上帝、单单依恋上帝、全心奉献于上帝的训诫之外,绝不可能以别的方式抛弃这些。但如果你还希求别的东西,你就会一面呻吟哀叹,一面跟随着比你更强的事物,总是在身外寻求顺遂,却永远无法顺遂。因为你是在顺遂不存在的地方寻求它,而放弃了在它存在的地方去寻求它。
- 2.16.34ἐξὸν τὰ ὄντα ἐπιγράφειν
非人称动词 ἔξεστι 的分词中性宾格构成的宾格绝对结构(accusative absolute),带有让步或反事实的语气(“本可以题写真实的事实”)。其后的 ὅτι 从句引出了应当作为 τὰ ὄντα(事实真相)来题写的具体内容。
- 2.16.38ταχύ γʼ ἂν ὁ τοιοῦτος ὑπομείναι
副词 ταχύ 与强调小品词 γέ 以及表示潜在的 ἄν(ταχύ γʼ ἄν)连用,后接希求语气(ὑπομείναι),构成表示强烈讽刺与反诘的惯用表达(“这样的人怎么可能忍受得住呢……”/“他绝不可能忍受”)。若直译为“这样的人会迅速忍受”,则背离了说话者的反讽意图。
- 2.16.41ἀπονοήθητι
动词 ἀπονοέομαι(“铤而走险”、“孤注一掷”、“作绝望的决断”)的不定过去时祈使语气。搭配前面的插入性宾格短语 τὸ λεγόμενον τοῦτο(“如俗话所说”),构成一句俗语性质的号召,督促读者破釜沉舟、为获得真正的自由与德性作出根本性的决断。
