- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.16.17-2.16.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德批判了那些精通理论却疏于实践的怯懦之人,指出扰乱人心的并非外部事物而是内心的判断,并劝诫人们遵循神圣法则、摆脱对身外之物的执念。
τίς ἡμῶν οὐκ ἐνεκοιμήθη ὑπὲρ ἐνεργείας; τίς; ἕνα μοι δότε, ἵνα ἴδω τοῦτον, ὃν ἐκ πολλοῦ χρόνου ζητῶ, τὸν ταῖς ἀληθείαις εὐγενῆ καὶ εὐφυᾶ· εἴτε νέον εἴτε πρεσβύτερον, δότε.
我们当中有谁没有在实践的训练上面沉睡?有谁呢?给我指出一个来吧,好让我见见这个人——我寻找了很久的、真正高贵且天赋异禀的人;无论是年轻人还是年长者,指给我看吧。
τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδενὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα; οὐ γὰρ μεμέληκεν ἡμῖν οὐδὲ μελετῶμεν.
那么,我们在理论材料上虽然娴熟,在实际行动中却卑鄙、丑陋、毫无价值、怯懦、懈怠、彻头彻尾是个祸患,对此我们为什么还要感到惊奇呢?因为我们根本未曾用心,也未曾加以操练。
εἰ δὲ μὴ τὸν θάνατον ἢ τὴν φυγὴν ἐφοβούμεθα, ἀλλὰ τὸν φόβον, ἐμελετῶμεν ἂν ἐκείνοις μὴ περιπίπτειν ἃ φαίνεται ἡμῖν κακά.
如果我们害怕的不是死亡或流放,而是恐惧本身,我们就会操练不陷入那些在我们看来是恶的事物之中。
νῦν δʼ ἐν μὲν τῇ σχολῇ γοργοὶ καὶ κατάγλωσσοι, κἂν ζητημάτιον ἐμπέσῃ περί τινος τούτων, ἱκανοὶ τὰ ἑξῆς ἐπελθεῖν· ἕλκυσον δʼ εἰς χρῆσιν καὶ εὑρήσεις τάλανας ναυαγούς. προσπεσέτω φαντασία ταρακτικὴ καὶ γνώσῃ, τί ἐμελετῶμεν καὶ πρὸς τί ἐγυμναζόμεθα.
可是如今,在学园里我们敏锐而饶舌,如果就这些问题中的某一个提出哪怕细小的探讨,我们都能有条有理地推演下去;但若是把我们拉到实际应用中,你就会发现一群可怜的落水者。且让一个令人不安的表象袭来,你就会知道我们操练的是什么,又是为了什么而受训。
λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσσομεν μείζονα τῶν καθεστώτων.
归根到底,由于疏于操练,我们总是平添额外的重负,并且把事情想象得比实际情形更加巨大。
εὐθὺς ἐγώ, ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν ἢ τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται ἀρκοῦσιν. τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ δόγμα.
就拿我自己来说,每当我航海时,俯视深渊,或者环顾大海而看不见陆地,我就会吓得失魂落魄;我心想,如果我遭遇海难,我就必须喝干这整片大海,却想不到三品脱对我来说就足够了。那么,扰乱我的是什么呢?是大海吗?不,而是判断。
πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι ἡ πόλις ἐπιπίπτειν μοι μέλλει· οὐ γὰρ ἀρκεῖ μικρὸν λιθάριον, ἵνʼ ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;
同样,当发生地震时,我便想象整座城市都要倒塌在我身上;难道一块小石头不足以把我的脑浆砸出来吗?
τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα;1
那么,究竟是什么在压迫我们、使我们发疯呢?除了判断之外还能有什么呢?因为对于那个离开并告别熟悉的事物、同伴、场所和日常交往的人来说,压迫他的除了判断之外还能是什么呢?
τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, πλακούντιον λαβόντα ἐπιλέλησται.
至少小孩子们在乳母离开后哭了一小会儿,一旦得到一块小点心,就忘得一干二净了。
θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν;2 οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλʼ ὑπὸ δογμάτων ὀρθῶν.
那么,你希望我们也变得像小孩子一样吗?不,以宙斯的名义起誓,绝不。因为我认为我们不应当通过一块小点心来达到这种状态,而应当通过正确的判断。
τίνα δʼ ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδενὶ προσπάσχειν τῶν ἀλλοτρίων, μηθʼ ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν. τίς δʼ ὁ νόμος ὁ θεῖος;
那么,这些判断是什么呢?就是一个人应当整天加以操练,从而不执着于任何身外之物——既不执着于同伴,也不执着于场所,不执着于运动场,甚至不执着于自己的身体——并且铭记法则并将其置于眼前的那些〔判断〕。那么,神圣的法则又是什么呢?
τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην.
就是守住属于自己的东西,不去觊觎属于他人的东西,而是利用所给予的,不渴望未给予的;而在某样东西被收回时,能够爽快且立即交出,并对曾经得以使用的时间心存感激——如果你不想为乳母和祖母哭泣的话。
τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ τοιαύτην διατριβὴν πενθεῖς;
因为,受制于何物、依赖于何物,这又有什么区别呢?如果你为了一座小运动场、几条小柱廊、年轻少年以及诸如此类的消遣而悲哀,那你又比那个为一个弱女子哭泣的人强在哪里呢?
ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει.3 τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; ἀλλʼ ἐκεῖνό μοι σύνηθες ἦν.
另一个人跑来悲叹自己再也不能喝到狄耳刻的水了。难道马尔基亚的水比狄耳刻的水更差吗? “可是我已经习惯了那里的水。”
καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτʼ ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι "θερμάς τε τὰς Νέρωνος Μάρκιόν θʼ ὕδωρ." ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα τὰ τυγχάνοντʼ ἐμπέσῃ.
这水同样也会成为你习惯的东西。随后,要是你又对这样的东西产生了依恋,那就再为它哭泣吧,并且试着写出一句模仿欧里庇得斯的诗句来: “尼禄的温水浴与马尔基亚之泉。” 看吧,当平淡无奇的事情降临在愚蠢之人身上时,悲剧就是这样产生的。
- 2.16.24τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα;
句首的宾格短语 τὸν... ἐξιόντα καὶ ἀπαλλαττόμενον 是一种前置式提顿(悬空宾格 / 宾格先置),作为话题在句首提出,在句法和语义上充当下文实体化分词 τὸ βαροῦν 的宾语(即“对于那个离去并告别……的人而言,压迫他的除了判断之外还能是什么”)。
- 2.16.26θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν;
动词 θέλεις 之后没有接连词 ἵνα,而是直接接上虚拟语气动词 ὁμοιῶμεν。这一用法继承了古典希腊语中 βούλει + 虚拟语气(意为“你希望我们……吗?”)的句构,是通俗希腊语及讲演对话体中常见的并列/从属虚拟语气表达。
- 2.16.30ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει.
破格句(anacoluthon),分词 ἄλλος ἐλθών 后面省略了表示言说或悲叹的主要限定动词(如 ὀδύρεται 或 λέγει),直接由 ὅτι 引出抱怨的内容(即“另一个人跑来[抱怨说]自己将再也不能……”)。这是对话体中生动表现人物情态的省略手法。
