- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.16.1-2.16.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,人们由于未能将“善恶在于意志抉择”这一教条用于实际操练,因而在面对外在评价和结果时充满焦虑,忽视了对其自身活动的关注。
ποῦ τὸ ἀγαθόν; — ἐν προαιρέσει. — ποῦ τὸ κακόν; — ἐν προαιρέσει. — ποῦ τὸ οὐδέτερον; — ἐν τοῖς ἀπροαιρέτοις.
善在何处?——在意志抉择中。——恶在何处?——在意志抉择中。——非善非恶的中性事物在何处?——在意志抉择之外的事物中。
— τί οὖν; μέμνηταί τις ἡμῶν ἔξω τούτων τῶν λόγων; μελετᾷ τις αὐτὸς ἐφʼ αὑτοῦ τοῦτον τὸν τρόπον ἀποκρίνεσθαι τοῖς πράγμασιν ὡς ἐπὶ τῶν ἐρωτημάτων· ἆρά γε ἡμέρα ἐστίν; ναί. τί δέ; νύξ ἐστιν; οὔ. τί δʼ; ἄρτιοί εἰσιν οἱ ἀστέρες; οὐκ ἔχω λέγειν.
——那么怎样呢?我们当中有谁在这些论说之外还记得这一点?有谁独自一人练习用对待提问的方式来回应实际事物: “现在是白天吗?” “是的。” “那么,现在是黑夜吗?” “不是。” “那么,星星的数量是偶数吗?” “我无法回答。”
ὅταν σοι προφαίνηται ἀργύριον, μεμελέτηκας ἀποκρίνεσθαι τὴν δέουσαν ἀπόκρισιν, ὅτι οὐκ ἀγαθόν; ἤσκηκας ἐν ταύταις ταῖς ἀποκρίσεσιν ἢ πρὸς μόνα τὰ σοφίσματα;
当钱财出现在你面前时,你是否练习过做出应有的回答:“这不是善”? 你是在这些回答上受过训练,还是仅仅针对诡辩受过训练?
τί οὖν θαυμάζεις, εἰ, ὅπου μὲν μεμελέτηκας, ἐκεῖ κρείττων γένῃ σεαυτοῦ, ὅπου δʼ ἀμελετήτως ἔχεις, ἐκεῖ δʼ ὁ αὐτὸς διαμένεις;
那么,你在练习过的地方胜过自己,而在未经练习的地方却依然故我,你又何必感到惊讶呢?
ἐπεὶ διὰ τί1 ὁ ῥήτωρ εἰδὼς ὅτι γέγραφε καλῶς, ὅτι ἀνείληφε τὰ γεγραμμένα, φωνὴν εἰσφέρων ἡδεῖαν ὅμως ἔτι ἀγωνιᾷ; ὅτι οὐκ ἀρκεῖται τῷ μελετῆσαι.
既然如此,为什么修辞学家明知自己写得很好,记住了所写的内容,带着悦耳的嗓音,却仍然感到焦虑呢?因为他并不满足于发表演说本身。
τί οὖν θέλει; ἐπαινεθῆναι ὑπὸ τῶν παρόντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται, πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται.
那么他想要什么呢?想要得到在场者的称赞。因此,他固然受过能够发表演说的训练,却没有受过应对称赞与指责的训练。
πότε γὰρ ἤκουσεν παρά τινος, τί ἐστιν ἔπαινος, τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον ἢ τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δʼ ἐμελέτησεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λόγοις;
因为他何曾听别人说过,什么是称赞,什么是谴责,两者的本性是什么?应当追求怎样的称赞,避开怎样的谴责?他又何时按照这些论说练习过这种练习呢?
τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δʼ οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς πολλοῖς ὁ αὐτός ἐστιν;
那么,他在学过的地方胜过他人,在未经练习的地方与大众毫无二致,你又何必仍感到惊讶呢?
ὡς ὁ κιθαρῳδὸς οἶδεν κιθαρίζειν, ᾁδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχόμενος τρέμει· ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ οἶδεν οὐδʼ ὄχλου βοὴ οὐδὲ κατάγελως.
正如琴师懂得弹琴,唱得动听,衣着光鲜,然而上台时却战栗不已;因为他懂得那些技能,却不懂得什么是群众,不懂得群众的喧哗,也不懂得群众的嘲笑。
ἀλλʼ οὐδʼ αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἢ ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι ἢ οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν· ἐὰν δὲ καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.
不仅如此,他甚至不懂得焦虑本身是什么,它是属于我们的事情还是属于外人的事情,是否有办法平息它。正因如此,他若受称赞,便趾高气扬地走出来;但若受嘲笑,那一股虚浮之气便被刺破而塌瘪下去。
τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτʼ ἀποροῦμεν, πῶς φοβούμεθα ἢ πῶς ἀγωνιῶμεν;
我们所遭受的也类似如此。我们赞叹什么?外在的事物。我们热衷于什么?外在的事物。然后我们还纳闷,为什么我们会恐惧,为什么我们会焦虑?
τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυνάμεθα μὴ φοβεῖσθαι,2 οὐ δυνάμεθα μὴ ἀγωνιᾶν.
当我们把临头的事情视为恶事时,还能有别的结果吗?我们不可能不恐惧,不可能不焦虑。
εἶτα λέγομεν κύριε ὁ θεός, πῶς μὴ ἀγωνιῶ; μωρέ, χεῖρας οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς ὁ θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν· ἀπόμυξαι μᾶλλον καὶ μὴ ἐγκάλει.
然后我们说: “主啊神啊,我如何才能不焦虑呢?” 蠢人,难道你没有手吗?难道神没有为你造出手来吗?现在你就坐着祈求你的鼻涕不要流下来吧;不如擦掉你的鼻涕,不要怨天尤人。
τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέδωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγαλοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖρας ἔτι ζητεῖς τὸν ἀπομύξοντα;
那么怎样呢?神在此没有赐给你任何东西吗?难道祂没有赐给你坚忍,没有赐给你宽宏大度,没有赐给你勇气吗?有着这样的双手,你还在寻找替你擦鼻涕的人吗?
ἀλλʼ οὐδὲ μελετῶμεν ταῦτα οὐδʼ ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, ᾧ μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ·3 τίς περιπατῶν τῆς ἐνεργείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βουλεύεται;
然而我们既不练习这些,也不留心这些。否则,找出一个在意自己如何行事、留心的不是获得某物而是自己的活动本身的人给我看看吧!有谁在散步时留心自己的活动本身?有谁在斟酌谋划时留心谋划本身,而不是留心获得他所谋划的那件事?
κἂν μὲν τύχῃ, ἐπῆρται καὶ λέγει πῶς γὰρ ἡμεῖς καλῶς ἐβουλευσάμεθα; οὐκ ἔλεγόν σοι, ἀδελφέ, ὅτι ἀδύνατόν ἐστιν ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι;4 ἂν δʼ ἑτέρως χωρήσῃ, τεταπείνωται τάλας, οὐχ εὑρίσκει οὐδὲ τί εἴπῃ περὶ τῶν γεγονότων. τίς ἡμῶν τούτου ἕνεκα μάντιν παρέλαβεν;
如果他如愿以偿,就洋洋自得地说: “我们谋划得多好啊!兄弟,我不是告诉过你,只要我们深思熟虑过的事,绝不可能不这样实现吗?” 但如果事情走向了反面,可怜的人便垂头丧气,连关于所发生的事该说些什么都找不出来。我们当中有谁是为了这个缘故而求助于占卜者的呢?
- 2.16.5ἐπεὶ διὰ τί
连词 ἐπεί 在此用作反问或论证的引介词(意为“否则;既然如此,究竟为何”),通过修辞学家的例子来证实并深化前文关于“在未加练习之处人便依然故我”的论述。
- 2.16.12οὐ δυνάμεθα μὴ φοβεῖσθαι
由否定词 οὐ 与修饰不定词的否定词 μή 构成的双重否定结构,表示不可避免的必然性(“我们不可能不害怕”)。
- 2.16.15ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ
中动相动词 ἐπιστρέφομαι 在此接属格以表示关注或留心的对象。冠词性不定词 τοῦ τυχεῖν 与名词短语 τῆς ἐνεργείας τῆς αὑτοῦ 形成对照,在句法上强调关注的核心应当是活动本身而非外在结果的获取。
- 2.16.16ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι
ἡμῶν τι σκεψαμένων 为属格独立结构,表假设条件(“一旦我们审慎考虑过某事”)。其后的不定词短语 μὴ οὕτως ἐκβῆναι 作为非人称句 ἀδύνατόν ἐστιν 的主语补足,带有不定词否定词 μή,表示“不如此结果”。
