← 爱比克泰德

谈话录

§2.15.1-2.15.20

盲目固执于决定的顽固与心灵病态

爱比克泰德批判了将固执于任何决定本身视为美德的误解,列举了他劝阻友人绝食自尽的实例,并指出这种顽固并非意志的刚毅,而是一种类似疯狂的心灵病态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.1

ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέβαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δʼ ἄλλα κωλυτά, ἀναγκαστά, δοῦλα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι ὑπʼ αὐτῶν ἀπαραβάτως ἐμμένειν.

当某些人听到这些论说——说人应当坚定,意志抉择依其本性是自由且不受强迫的,而其他事物则是受阻的、受迫的、奴役的、属外在的——他们便妄想,自己所决定的每一件事都必须不可动摇地坚持下去。

§2.15.2

ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώματι, ἀλλʼ ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι· ἂν δέ μοι φρενιτικοῦ τόνους ἔχων ἐνδεικνύῃ καὶ ἀλαζονεύῃ ἐπʼ αὐτοῖς, ἐρῶ σοι ὅτι ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα. τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλʼ ἀτονία.

然而,首先所决定的事情必须是健全的。因为我确实希望身体中有张力,但这应当是作为一个健康人、作为一个竞技者所有的张力;但如果你向我展示狂乱之人的痉挛并以此自夸,我会对你说: “朋友,找一个能医治你的人吧。这并不是张力,而是虚脱。”

§2.15.4

ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούοντες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν.

那些误解这些论说的人,在心灵方面也以另一种方式遭受类似的情形。例如,我的一个同伴毫无缘由地决意要绝食自尽。

§2.15.5

ἔγνων ἐγὼ ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς1 καὶ ἐλθὼν ἐπυνθανόμην τί ἐγένετο.

当他禁食已进入第三天时,我得知了此事,便前去问他发生了什么事。

§2.15.6

— κέκρικα, φησίν. — ἀλλʼ ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵνʼ ἐξέλθῃς· εἰ δʼ ἀλόγως ἔκρινας, μετάθου.

“我已经决定了,”他说。——“然而,究竟是什么说服了你?因为如果你决定的正确,看哪,我们正坐在你身旁,协助你离开人世;但如果你决定的不合情理,就改变主意吧。”

§2.15.7

— τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. — τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ, μὴ μετατίθεσο, ἀλλʼ ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.

——“必须坚持已决定的事。”——“你在做什么,朋友?不是坚持所有的事,而是坚持那些被正确决定的事。既然如此,如果你刚才以为现在是黑夜,要是你乐意,就别改变主意,而是坚持下去,并说必须坚持已决定的事吧!

§2.15.8

οὐ θέλεις τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψασθαι πότερον ὑγιὲς ἢ οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν;

难道你不愿立定始基与根基,审视这一判定究竟健全与否,然后才在此之上建立起充沛的张力与稳固吗?

§2.15.9

ἂν δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκ οἰκοδόμημά τι ὄν, ὅσῳ δʼ ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ θᾶττον κατενεχθήσεται.

但如果你立下一个腐烂且即将倾覆的底座,那根本算不上什么建筑,你往上堆放的材料越多越坚固,它就坍塌得越快。

§2.15.10

ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς· εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.

你毫无缘由地要从我们中间,把一个朋友兼熟人、一个同属伟大城邦与渺小城邦的公民从生命中带走;接着,在行凶杀人、毁灭一个毫无过犯的人时,你却说必须坚持已决定的事!

§2.15.12

εἰ δʼ ἐπῆλθέν σοί πώς ποτʼ ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;

要是你出于某种念头决意要杀我,难道你也必须坚持已决定的事吗?”

§2.15.13

ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον· μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν.2

最终那个人好不容易才被说服改变了主意;但如今的某些人却是无法劝改的。以至于我觉得自己如今明白了以前不曾明白的一句俗话的意思:“蠢人既不能被说服,也不能被折服。”

§2.15.14

μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστότερον οὐδέν ἐστιν. κέκρικα. καὶ γὰρ οἱ μαινόμενοι· ἀλλʼ ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ πλείονος ἐλλεβόρου δέονται.

愿我决不要拥有一个自作聪明的愚人作朋友!再没有比这更难对付的了。 “我已经决定了。” 疯子也是如此;然而他们对不存在的事物判断得越坚定,所需要的嚏根草就越多。

§2.15.15

οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; νοσῶ, κύριε· βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι· ἐμόν ἐστι πείθεσθαί σοι.

难道你不愿尽一个病人的本分去延请医生吗? “我病了,主人;请救救我。看看我该做什么;听从你是我的分内事。”

§2.15.16

οὕτως καὶ ἐνταῦθʼ. ἃ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος. οὔ, ἀλλὰ περὶ τῶν ἄλλων μοι λέγε. τοῦτο δὲ κέκρικα.

在这里也是如此: “我不知道该做什么,但我来是为了求教。” 然而并不,而是: “跟我谈谈别的事吧;至于这件事,我已经决定了。”

§2.15.17

περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι;

谈论什么别的事?有什么比让你确信——光是做出了决定且不改变主意是远远不够的——更为重大、更为紧要的呢?

§2.15.18

οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς. διὰ τί, ἄνθρωπε; τί ἐγένετο; κέκρικα. ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ ἀποκτεῖναι.

这些是癫狂的张力,而非健康的张力。 “如果你强迫我做这件事,我就宁愿去死。” “为什么,朋友?发生了什么?” “我已经决定了。” “万幸你没决定杀了我,我才捡回了一条命!”

§2.15.19

ἀργύριον οὐ λαμβάνω. διὰ τί; κέκρικα. ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε3 ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ πάλιν λέγειν ὅτι κέκρικα, ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δʼ ἐπʼ ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει· ὅταν δὲ καὶ τόνος προσῇ τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.

“我不收钱。” “为什么?” “我已经决定了。” 你要知道,凭着你现在用来拒不收受的那股劲头,完全没有什么能阻止你哪一天又毫无道理地倒向收受钱财,并且再次说: “我已经决定了。”正如在一个患病且流注的身体中,体液有时流向这一处,有时流向那一处;同样,虚弱的灵魂会倾向何方也是不确定的;但是,当张力也被加诸这种倾向和冲动之上时,那时的恶患便无法挽救、无可救药了。

语法注3 条
  1. 2.15.5ἤδη τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς

    属格独立结构,以 αὐτοῦ 为逻辑主语,动词分词 ἔχοντος 意为“度过(时间)”。τρίτην ἡμέραν 作 ἔχοντος 的宾语(或时间延展宾格),τῆς ἀποχῆς 为限定属格,意为“绝食的”,整句意为“当他绝食已进入第三天时”。

  2. 2.15.13μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν

    由表示可能的非人称动词 ἔστιν(“能够……”)支配两个不定式 πεῖσαι(说服)与 ῥῆξαι(击碎、折服)。μωρόν 是两个不定式的共同宾格宾语,意为“蠢人既不能被说服,也不能被折服”,此为当时的俗谚。

  3. 2.15.19ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε

    关系从句前置的倒置结构,先行词 τόνῳ 与关系代词 ᾧ 一同并入关系从句中(与 χρῇ 搭配而取与格)。主句中承接这一工具性含义:“凭借你现在用来拒绝收受的这股张力,完全没有什么能阻止你……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.15.1-2.15.20