← 爱比克泰德

谈话录

§2.14.18-2.14.29

对指出无知的反感与宇宙盛会的观照

爱比克泰德将指出人的无知比作医生的诊断,说明世俗成功者为何会将哲学诘问视作侮辱;并以节日盛会为喻,指出大众只知争逐世俗草料,唯有少数哲学者致力于观照宇宙秩序与神圣统理者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.14.18

— οἶδα κἀγώ. νῦν γὰρ σὺ ἐλήλυθας πρὸς ἐμὲ ὡς μηδενὸς δεόμενος. τίνος δʼ ἂν καὶ φαντασθείης ὡς ἐνδέοντος; πλουτεῖς, τέκνα ἔχεις τυχὸν καὶ γυναῖκα καὶ οἰκέτας πολλούς, ὁ Καῖσάρ σε οἶδεν, ἐν Ῥώμῃ πολλοὺς φίλους κέκτησαι, τὰ καθήκοντα ἀποδίδως, οἶδας τὸν εὖ ποιοῦντα ἀντευποιῆσαι καὶ τὸν κακῶς ποιοῦντα κακῶς ποιῆσαι.

——‘我自己也清楚。因为你现在来找我,俨然是一个无所匮乏的人。你又能想象自己缺少什么呢?你很富有,或许还有妻儿和许多家仆,恺撒认识你,你在罗马结交了许多朋友,你尽到了分内之责,知道以德报德、以怨报怨。

§2.14.19

τί σοι λείπει; ἂν οὖν σοι δείξω, ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν1 καὶ ὅτι μέχρι δεῦρο πάντων μᾶλλον ἢ τῶν προσηκόντων ἐπιμεμέλησαι, καὶ τὸν κολοφῶνα ἐπιθῶ· οὔτε τί θεός ἐστιν οἶδας οὔτε τί ἄνθρωπος οὔτε τί ἀγαθὸν οὔτε τί κακόν, καὶ τὸ μὲν τῶν ἄλλων ἴσως ἀνεκτόν, ὅτι δʼ αὐτὸς αὑτὸν ἀγνοεῖς, πῶς δύνασαι ἀνασχέσθαι μου καὶ ὑποσχεῖν τὸν ἔλεγχον καὶ παραμεῖναι;

你还缺少什么呢?那么,如果我向你指出,对于幸福而言最必要、最重大的东西[你都缺少],并且指出直到现在你关照一切事物胜过关照恰当之事,并加上致命的一击:你既不知道什么是神,也不知道什么是人,不知道什么是善,也不知道什么是恶——在其他事上的无知或许尚可容忍,但既然你对自己都一无所知,你又如何能忍受我、承受驳诘并留下来呢?

§2.14.21

οὐδαμῶς, ἀλλʼ εὐθὺς ἀπαλλάσσῃ χαλεπῶς ἔχων. καίτοι τί σοι ἐγὼ κακὸν πεποίηκα; εἰ μὴ καὶ τὸ ἔσοπτρον τῷ αἰσχρῷ, ὅτι δεικνύει αὐτὸν αὐτῷ οἷός ἐστιν· εἰ μὴ καὶ ὁ ἰατρὸς τὸν νοσοῦντα ὑβρίζει, ὅταν εἴπῃ αὐτῷ ἄνθρωπε, δοκεῖς μηδὲν ἔχειν, πυρέσσεις δέ· ἀσίτησον σήμερον, ὕδωρ πίε· καὶ οὐδεὶς λέγει ὦ δεινῆς ὕβρεως.

决不可能,你反而会立刻忿愤离去。然而我究竟对你做了什么坏事呢?除非镜子对丑陋之人做了坏事,因为它向他显明了他真实的模样;除非医生在对病人说话时侮辱了他: “朋友,你以为自己没病,但你发烧了;今天禁食,喝水吧”;而且没有人会说: “啊,多么可恶的侮辱!”

§2.14.22

ἐὰν δέ τινι εἴπῃς αἱ ὀρέξεις σου φλεγμαίνουσιν, αἱ ἐκκλίσεις ταπειναί εἰσιν, αἱ ἐπιβολαὶ ἀνομολογούμεναι, αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει, αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι, εὐθὺς ἐξελθὼν λέγει ὕβρισέν με.

但如果你对某人说: “你的欲求在发炎,你的回避是卑下的,你的企图自相矛盾,你的冲动不合自然,你的见解是轻率且虚妄的”,他立刻走出去说: “他侮辱了我”。

§2.14.23

τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει. τὰ μὲν κτήνη πραθησόμενα ἄγεται καὶ οἱ βόες, οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες· ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς πανηγύρεως, πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι.

我们的境遇就如同一场节日集会。牲口和牛群被牵来出售,大多数人来,有的为了买,有的为了卖;然而只有极少数人是为了观赏盛会而来,探究这是如何形成的、为何如此、是谁举办了盛会以及为了什么目的。

§2.14.24

οὕτως καὶ ἐνθάδʼ ἐν τῇ πανηγύρει ταύτῃ· οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου· ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας ἀναστρέφεσθε, ταῦτα οὐδὲν ἄλλο ἢ χόρτος ἐστίν· ὀλίγοι δʼ εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεάμονες. τί ποτʼ οὖν ἐστιν ὁ κόσμος, τίς αὐτὸν διοικεῖ. οὐδείς;

在这里,在这场盛会中也是如此:有些人像牲畜一样,除了草料之外什么也不过问;因为凡是热衷于产业、田庄、家奴和某些官职的你们,这些东西无非就是草料;在过节的人中,乐于观照的人只是少数。“宇宙究竟是什么,谁在统理它?难道没有人吗?

§2.14.26

καὶ πῶς οἷόν τε πόλιν μὲν ἢ οἶκον μὴ δύνασθαι διαμένειν μηδʼ ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου, τὸ δʼ οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως οἰκονομεῖσθαι;

如果连城邦或家宅若无管领与操持之人,都不能维系哪怕片刻,那么如此伟大美妙的造化,又怎能凭空且偶然地被治理得如此井然有序?

§2.14.27

ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπʼ αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον; ἆρά γʼ ἔχομέν τινα ἐπιπλοκὴν πρὸς αὐτὸν καὶ σχέσιν ἢ οὐδεμίαν;

因此必有统理者存在。这位统理者是怎样的存在,又是如何统理的?作为由他所造的我们又是怎样的存在,为了何种工作而生?我们与他究竟有某种联系与关系,还是毫无关联?”

§2.14.28

ταῦτʼ ἔστιν ἃ πάσχουσιν οὗτοι οἱ ὀλίγοι· καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν.2

这些就是这少数人所思索的事情;自此之后,他们只专注于这一件事:在考查了这场盛会之后离去。

§2.14.29

τί οὖν; καταγελῶνται ὑπὸ τῶν πολλῶν· καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων· καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων ἢ τὸν χόρτον.

那又如何呢?他们受到大众的嘲笑,正如在那里的观众受到商人的嘲笑一样;如果牲畜有某种自我意识,也会嘲笑那些对草料之外的事物感到惊叹的人。’

语法注2 条
  1. 2.14.19ἂν οὖν σοι δείξω, ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν

    ὅτι 之后省略了动词(如 λείπει σοι),可由前文的 τί σοι λείπει 承前补出。此句与后面的 ὅτι μέχρι δεῦρο... ἐπιμεμέλησαι 构成并列的名词性从句。

  2. 2.14.28τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν

    带冠词的不定式短语 τῷ... ἀπελθεῖν 与与格指示代词 τούτῳ μόνῳ 构成同位语。分词 ἱστορήσαντας 在语义上指代主句主语,但在语法上与不定式 ἀπελθεῖν 隐含的宾格主语保持一致而作宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.14.18-2.14.29