- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.14.1-2.14.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对来访的罗马人,爱比克泰德指出哲学学习正如其他技艺一样过程枯燥而结果有益;若要成为完善之人,必须先认识并效法神的本性,并从掌握词句的真实含义开始。
εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν.
当一位罗马人带着儿子进来并听了一段讲读时,爱比克泰德说:“这就是教学的方式”,随后便默不作声。
ἀξιοῦντος δʼ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται.
当那人要求了解接下来的内容时,他说:“任何技艺在传授时,对门外汉和缺乏经验者而言都是枯燥繁难的。
καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι.
而且,由诸技艺产生的成品能够立即显明其受造的目的功用,其中大多数还带有某种引人入胜与令人愉悦的特质。
καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές,1 τὸ δʼ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.
事实上,站在一旁关注某人如何学习鞋匠手艺是令人厌烦的,但鞋子却是有用的,看起来也并不令人不悦。
καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δʼ ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης.
木匠的学习对在旁的门外汉来说是极其恼人的,但成品却显明了这门技艺的功用。
πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό· ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν.
在音乐上你更能清楚地看到这一点:如果你在一旁看着一个正在受教的人,这门功课对你来说似乎是天下最不快活的事,然而音乐的成果让外行人听起来却是甘美而愉悦的。
καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι.2
在此处,我们所设想的哲学者的工作乃是这样一件事:必须使自己的意愿与发生的事情相契合,从而使发生的任何事都不违背我们的意愿而发生,使不发生的任何事在我们希望它发生时也不会不发生。
ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθʼ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.
由此带来的结果是,对于建立起这种品格的人而言,在欲求中不遭挫败,在回避中不致陷入〔所回避之事〕,无痛苦、无恐惧、无纷扰地独善其身,同时在同伴之中维系着自然的与附加的关系——无论是作为儿子、父亲、兄弟、公民、丈夫、妻子、邻人、同行者、统治者还是被统治者。
τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο.
我们所设想的哲学者的工作就是这样。接下来我们要探讨的,便是这如何可能实现。
ὁρῶμεν οὖν ὅτι ὁ τέκτων μαθών τινα γίνεται τέκτων, ὁ κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης. μή ποτʼ οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν οὖν τίνα ταῦτα.
我们看到,木匠是通过学习某些知识才成为木匠的,舵手也是通过学习某些知识才成为舵手的。难道在这里,仅仅想要成为高尚善良之人也是不够的,还需要学习某些知识吗?因此我们追问这些知识究竟是什么。
λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποιοῦντα, ἀλλʼ οὐδὲ διανοούμενον ἢ ἐνθυμούμενον· εἶτα ποῖοί τινες εἰσίν.
哲学家们说,首先必须学到这一点:神是存在的,并且眷顾万有,不仅在行动时,甚至在思考或谋划时都不可能瞒过神;其次,要学到诸神是怎样的存在。
οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξομοιοῦσθαι ἐκείνοις· εἰ πιστόν3 ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν· εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθερον· εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν· εἰ μεγαλόφρον, καὶ τοῦτον μεγαλόφρονα· ὡς θεοῦ τοίνυν ζηλωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν.
因为无论发现他们是怎样的,凡想要取悦并顺从他们的人,就必须尽己所能努力使自己肖似他们: 若神明是忠信的,此人也必当是忠信的;若神明是自由的,此人也必当是自由的;若神明是行善的,此人也必当是行善的;若神明是心胸宽广的,此人也必当是心胸宽广的;从而作为神的效法者,去言说并行作接续的一切事。
πόθεν οὖν ἄρξασθαι δεῖ;— ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν. — ὥστʼ ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν;
——‘那么应当从哪里开始呢?’——‘如果你同意,我就会告诉你,首先你必须理解概念词句的真实含义。’——‘难道我现在不理解词句的含义吗?’
— οὐ παρακολουθεῖς. — πῶς οὖν χρῶμαι αὐτοῖς; — οὕτως ὡς οἱ ἀγράμματοι ταῖς ἐγγραμμάτοις φωναῖς, ὡς τὰ κτήνη ταῖς φαντασίαις· ἄλλο γάρ ἐστι χρῆσις, ἄλλο παρακολούθησις.
——‘你不理解。’——‘那我又是如何使用它们的?’——‘正如文盲使用可书写发音的言辞,正如走兽使用表象一样;因为使用是一回事,理解并掌握是另一回事。
εἰ δʼ οἴει παρακολουθεῖν, φέρε ὃ θέλεις ὄνομα καὶ βασανίσωμεν αὑτούς, εἰ παρακολουθοῦμεν.
如果你自以为理解了,随便提一个你想要的词,让我们检验一下自己是否真的理解。’
— ἀλλʼ ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατείας ἐστρατευμένον.4
——‘然而,对一个上了年纪、而且可能已经服过三次军役的人来说,受到诘问驳斥是一件痛苦的事。’
- 2.14.4σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές
名词 σκυτεύς 通过先置(prolepsis / hyperbaton)被提到了疑问从句 πῶς μανθάνει τις 之前。句子的核心结构是不定式短语 παρεῖναι καὶ παρακολουθεῖν(“在场并关注”)作主语,ἀτερπές(“不快的”)作表语,间接疑问从句则充当 παρακολουθεῖν 的宾语。
- 2.14.7ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι
由 ὡς 引导带不定式的连续(或目的)从句。两个并列成分由 μήτε... μήτε... 连接,各自嵌入了一个属格绝对结构(ἀκόντων ἡμῶν / θελόντων ἡμῶν)。后半部分的 τῶν μὴ γινομένων... μὴ γίνεσθαι 运用了双重否定,表达“在不发生的事物中,没有一件会在我们渴望其发生时却不发生”。
- 2.14.13εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν
受前文非人称表达 ἀνάγκη(“必然/必须”)所支配的宾格加不定式结构(καὶ τοῦτον εἶναι πιστόν),作为条件从句 εἰ πιστόν ἐστι τὸ θεῖον 的归结从句持续发挥作用。代词 τοῦτον 指代前文的 τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον(想要取悦并顺从神的人)。
- 2.14.17τὰς τρεῖς στρατείας ἐστρατευμένον
名词短语 τὰς τρεῖς στρατείας 与动词 ἐστρατευμένον 构成同族宾格(cognate accusative)。历史背景上,这暗指当时罗马骑士阶层(equites)按例当服满的三个阶段军职历练(tres militiae)。
