← 爱比克泰德

谈话录

§2.13.13-2.13.27

从芝诺与安提柯之会看内心的从容与自信

爱比克泰德援引芝诺与安提柯会面的例子,指出为他人评价等身外之物感到焦虑是荒谬的。他严厉训诫那些畏惧死亡、缺乏真正践行自信的人,应当停止自诩为哲人,而安心缩在角落里摆弄无益的三段论推演。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.13

χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο1 οὐδὲ τρόμον ποιεῖ οὐδὲ ψόφον τῶν ὀδόντων οὐδὲ "μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει."

因为没有别的任何东西会改变人的脸色,导致发抖与牙齿打战,以及 “双脚来回倒换,蹲踞两足之上”。

§2.13.14

διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία· ἃ γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δʼ εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο οὗτος·2

正因如此,芝诺在将要会见安提柯时并不焦虑;因为芝诺所看重的事物,安提柯对其毫无支配权,而安提柯握有支配权的事物,芝诺全然不予理会。

§2.13.15

Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως· ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δʼ ἔξω ἔκειτο· οὗτος δʼ ἐκείνῳ οὐκ ἤθελεν, οὐδὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ.

然而,安提柯在将要会见芝诺时却十分焦虑,这合情合理;因为他渴望取悦芝诺,而这属于外在之物。但芝诺并不想取悦安提柯,正如任何手艺人都不想取悦外行人一样。

§2.13.16

ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέτρα, καθʼ ἃ κρίνεται ἄνθρωπος ὑπʼ ἀνθρώπου; μεμέληκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ αὐτὸς ἀγαθὸς οὐκ εἶ;

“我想要取悦你吗?为了换取什么?你难道懂得人被他人评判的标准吗?你曾留心去了解什么是善人、什么是恶人,以及二者各自如何形成吗?既然如此,你自己为何不是善人?”

§2.13.17

— πῶς, φησίν, οὐκ εἰμί; — ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐδὲ στενάζει, οὐδεὶς οἰμώζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐδὲ λέγει πῶς μʼ ἀποδέξεται, πῶς μου ἀκούσει;

——“我怎就不是了?”他说。——“因为没有哪个善人会悲伤,会叹息,没有哪个善人会哀号,没有哪个善人会脸色发白、浑身发抖,或者说: ‘他会怎样接待我?他会怎样听我说话?’

§2.13.18

ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι τὰ παρὰ σοῦ; — πῶς γὰρ οὔ; — δύναται δʼ ἄλλου μὲν εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; — οὔ. — τί οὖν ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων;

奴才,他觉得怎样好就怎样!你何必挂虑属于他人的事物?现在,不恰当地对待从你那里说出的话,难道不是他自己的过失吗?”——“怎能不是呢?”——“一个人的过失可能成为另一个人的祸害吗?”——“不可能。”——“那你为何为属于他人的事物而焦虑?”

§2.13.19

— ναί· ἀλλʼ ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. — εἶτʼ οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; — ἀλλὰ δέδοικα μὴ ἐκκρουσθῶ.3

——“是的,但我焦虑的是我该如何对他开口。”——“难道你不能随你所愿地对他开口吗?”——“但我害怕自己被驳倒而张皇失措。”

§2.13.20

— μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέδοικας μὴ ἐκκρουσθῇς; — οὐδαμῶς. — τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; — πῶς γὰρ οὔ; — τί δʼ; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες; — ὡσαύτως. — τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς.

——“难道你在将要写下狄翁的名字时,也害怕自己张皇失措吗?”——“绝不。”——“原因何在?难道不是因为你练习过书写吗?”——“怎能不是呢?”——“那么,在将要阅读时,你的情形不也是一样吗?”——“一样。”——“原因何在?因为每门技艺在其自身范围内都具有某种坚定与大胆。”

§2.13.21

λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; — συλλογισμοὺς καὶ μεταπίπτοντας. — ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δʼ ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δʼ ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; — ναί.

“难道你没有练习过言谈吗?而且你在学堂里还练习过别的什么?”——“三段论和变转命题。”——“为了什么?难道不是为了能熟练地进行对话吗?而熟练地进行对话,难道不就是合宜地、稳妥地、明智地,而且不跌跤、不受阻碍地进行,并在这一切之上怀着自信吗?”——“是的。”

§2.13.22

— ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δʼ ἀμελέτητός ἐστιν; — ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με.

——“那么,作为一名骑兵进入平原去迎战步兵,在你自己练习过而对方未受练习之处,你还会焦虑吗?”——“是的,但他有权杀我。”

§2.13.23

— λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.

——“那么,可怜的人,说实话吧,不要夸大其词,不要妄自以哲人自居,也不要认不清你的主人;只要你还留有这个来自肉体的把柄,你就顺从每一个比你强壮的人吧。

§2.13.24

λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν (25, 26) ἐκείνοις, οἷς μεμέληκεν, τοῖς θαρροῦσι·4 σὺ δʼ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε· " οὐκ ἔστι δʼ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ."

练习言谈的是苏格拉底,他正是在僭主面前、在审判官面前以及在监狱中这样对话的。练习言谈的是第欧根尼,他正是对亚历山大、对腓力、对海盗以及对买下他的买主这样言谈的。把那些事留给那些用心操持、充满自信的人吧;而你,去忙你自己的事,绝不要离开它们。退到角落里坐着去,编织你的三段论并向别人提出吧: ‘但在你身上,并无足以成为城邦统帅之人。’”

语法注4 条
  1. 2.13.13χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο

    承接前节末尾的病理诊断(“这人的欲求与回避受损了”)的因果解释句。否定主语 οὐδὲν ἄλλο 统摄谓语动词 μεταβάλλει、ποιεῖ 等,表达排他性的否定:“除了欲求与回避的失序,没有别的东西能改变脸色”。

  2. 2.13.14ὧν δʼ εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο οὗτος

    关系代词 ὧν 融合了被省略的先行词(指示代名词 τούτων),作为动词 ἐπεστρέφετο 所支配的属格宾语。动词 ἐπιστρέφομαι(“理会、顾及”)按惯用法支配属格。

  3. 2.13.19δέδοικα μὴ ἐκκρουσθῶ

    由表示恐惧的动词 δέδοικα 引导 μή 搭配虚拟式(被动不定过去时 ἐκκρουσθῶ)的从属从句,意为“唯恐/担心被……”。动词 ἐκκρούω 字面意为“击出、使脱轨”,在论辩语境中引申为“被问倒、陷入混乱、张皇失措”。

  4. 2.13.25ἐκείνοις, οἷς μεμέληκεν, τοῖς θαρροῦσι

    此句在抄本传承中脱落了主导动词(如 παράδος 或 μέλειν ἔα)。与格短语(ἐκείνοις... τοῖς θαρροῦσι)承担着“(留给/交付给)那些有所准备并怀有自信的人”之意。下一句以 σὺ δέ(“而你”)形成鲜明对比,确证了此处需补出让渡或交付性质的祈使谓语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.13.13-2.13.27