← 爱比克泰德

谈话录

§2.13.1-2.13.12

焦虑的根源与权能之外的事物

埃庇克泰德指出焦虑的根源在于渴望权能之外的事物,以焦虑的乐师和不知律法的外邦人为例,说明人们不应为身外之物担忧,而应关注意志选择范围内的内在事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13.1

ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφʼ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;1

每当我看到一个人焦虑不安时,我便说:“这人究竟想要什么?如果他想要的不是某种不在自己权能之内的事物,他又怎会还在焦虑?”

§2.13.2

διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δʼ εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ· οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δʼ οὐκέτι ἐστὶν ἐπʼ αὐτῷ.

正因如此,弹唱乐师独自歌唱时并不焦虑,可一旦走入剧场,即使嗓音极美且琴艺精湛,他也会焦虑;因为他不仅想要唱得好,还想要博得赞誉,而这已经不在他自己的权能之内了。

§2.13.3

λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος· φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται· ὅπου δʼ οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ.

因此,凡是他具备知识之处,便有自信:随便带来你想要的哪个外行,他都全然不理睬;但在他既不了解也未加练习之处,他就在那里焦虑。

§2.13.4

τί δʼ ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος· ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δʼ ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό.

这又是什么呢?他不知道什么是群众,也不知道什么是群众的称赞;他学会了弹拨最高音弦与最低音弦,但来自大众的称赞究竟是什么、在人生中具有何种力量,他既不知道,也没有练习过。

§2.13.5

ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά.

因此,战栗与脸色发白是必然的。所以,当我看到某人恐惧时,我不能说他不是弹唱乐师,但我能说他是别种人,而且不只说一种,而是能说出许多种。

§2.13.6

καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω· οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλʼ ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλʼ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα·

首先,我称他为外邦人,并说:“这个人不知道自己在世上的何处,居住在此地这么久,却对城邦的法律和习俗一无所知,不知道什么是合法的,什么是不合法的。甚至他从未找过任何法律顾问来向他讲解并阐释法令。

§2.13.7

ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα2 οὐδʼ ἐγγύην ἄλλως σφραγίζεται ἢ ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ καὶ προθέσει.

然而,他在不知道该如何书写或未请教懂行者的情况下绝不立遗嘱,也不在缺乏指导下签署担保或写下契约,但他运用欲求、回避、冲动、规划与意图时,却毫无法律顾问。”

§2.13.8

πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γʼ ᾔδει, οὐδέποτʼ ἂν ἐνεποδίζετο, οὐδέποτʼ ἐκωλύετο, οὐκ ἂν ἠγωνία.

何谓毫无法律顾问?他不知道自己欲求未被赋予之物,回避不可避免之物,既不知道何为自己之物,也不知道何为他人之物。然而他若知道,就绝不会受阻,绝不会受限,也就不会焦虑。

§2.13.9

πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν; — οὔ. — τί δʼ; ὑπὲρ τῶν κακῶν μέν, ἐπʼ αὐτῷ δʼ ὄντων ὥστε μὴ συμβῆναι;3

怎能不是这样呢?难道有人会为非恶之事恐惧吗?——“不会。”——那么,会为虽是恶事但防止其发生乃在自身权能之内的事恐惧吗?

§2.13.10

— οὐδαμῶς. — εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτʼ ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφʼ ἡμῖν καὶ οὔτʼ ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν,4 ποῦ ἔτι τόπος ἀγωνίας;

——“绝不。”——那么,如果意志选择之外的事物既非善亦非恶,而凡属意志选择的事物全在我们的权能之内,且无人能将它们夺走,或将其中我们不愿接受者强加给我们,焦虑又何处立足?

§2.13.11

ἀλλὰ περὶ τοῦ σωματίου ἀγωνιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καίσαρι, περὶ τῶν ἔσω δʼ οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; — οὔ· ἐπʼ ἐμοὶ γάρ ἐστιν. — μή τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; — οὐδὲ περὶ τούτου. —

然而,我们却为渺小的肉身焦虑,为微薄的财产焦虑,为恺撒的看法焦虑,对内心之事却全无焦虑。难道是为了不误信虚妄而焦虑吗?——“不是,因为这在于我。”——难道是为了避免违背自然的冲动吗?——“也不是为了这个。”

§2.13.12

ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, ὡς ὁ ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγει τούτου ὁ σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ, οὕτως καὶ σὺ λέγε τούτου ὄρεξις καὶ ἔκκλισις πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει.

——所以,当你看到有人脸色苍白时,正如医生依据脸色所言,“这人的脾脏受损了,这人的肝脏受损了”,你也同样这样说: “这人的欲求与回避受损了,不能顺畅运作,发炎了。”

语法注4 条
  1. 2.13.1εἰ μὴ τῶν οὐκ ἐφʼ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;

    未完成过去时构成的非真实条件句(与现在事实相反):条件从句为 εἰ 加上未完成过去时 ἤθελεν,结果句为 πῶς ἄν 加上未完成过去时 ἠγωνία,意为“如果他想要的不是……他又怎会还在焦虑?”。τῶν οὐκ ἐφʼ αὑτῷ 为部分属格,修饰 τι(“不在他权能之内的事物中的任何一件”)。

  2. 2.13.7ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα

    否定词 οὐ 直接否定主动词 γράφει,并统摄两个带有条件意味的分词 μὴ εἰδώς 与 ἢ παραλαβών,表达“除非知道……或请来懂行者,否则绝不立遗嘱”。连词 ἤ 将这两种途径(自己懂得或请教他人)并列起来。

  3. 2.13.9ἐπʼ αὐτῷ δʼ ὄντων ὥστε μὴ συμβῆναι

    属格分词 ὄντων 受前置词 ὑπέρ 支配(与 τῶν κακῶν 并列修饰)。ὥστε + 不定词(μὴ συμβῆναι)表结果,整句意为“(关于恶事)而在其权能之内足以使其不发生的”。

  4. 2.13.10οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν

    动词 περιποιῆσαι 在此处意为“施加给/强加于(我们)”。关系从句 ἃ οὐ θέλομεν 作其直接宾语,属格 αὐτῶν 为部分属格,回指 τὰ προαιρετικά(“在其中我们所不愿要的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.13.1-2.13.12