← 爱比克泰德

谈话录

§2.12.1-2.12.25

苏格拉底的论辩术与盘诘权贵的危险

爱比克泰德批评同代人依赖专业术语而在与外行对话中碰壁放弃,推崇苏格拉底激发对手自觉的对话技艺。同时他也提醒,在现实中对有权有势者施加此类盘诘往往伴随着遭受暴力的危险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12.1

ἃ μὲν δεῖ μαθόντα εἰδέναι χρῆσθαι λόγῳ, ἠκρίβωται ὑπὸ τῶν ἡμετέρων. περὶ δὲ τὴν χρῆσιν αὐτῶν τὴν προσήκουσαν τελέως ἀγύμναστοί ἐσμεν.

为了运用论证而必须通过学习掌握的知识,已被我们的先辈们精确地阐明了;但在对其适当的运用方面,我们却完全缺乏训练。

§2.12.2

δὸς γοῦν ᾧ θέλεις ἡμῶν ἰδιώτην τινὰ τὸν προσδιαλεγόμενον· καὶ οὐχ εὑρίσκει χρήσασθαι αὐτῷ, ἀλλὰ μικρὰ κινήσας τὸν ἄνθρωπον, ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος,1 οὐκέτι δύναται μεταχειρίσασθαι, ἀλλʼ ἢ λοιδορεῖ λοιπὸν ἢ καταγελᾷ καὶ λέγει ἰδιώτης ἐστίν· οὐκ ἔστιν αὐτῷ χρήσασθαι.

无论如何,在我们当中随便挑一个人,给他指定一个外行作为谈话对象:他不知该如何与他应对,只是稍微触动对方几句,要是对方出其不意地反驳,他便再也无法对付,于是到头来要么辱骂要么嘲弄,并且说道: “他是个外行,没办法跟他对话。”

§2.12.3

ὁ δʼ ὁδηγός, ὅταν λάβῃ τινὰ πλανώμενον, ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας ἢ λοιδορησάμενος ἀπῆλθεν.2

然而向导在遇到迷路者时,是将他引向正道,而不是在嘲弄或辱骂之后扬长而去。

§2.12.4

καὶ σὺ δεῖξον αὐτῷ τὴν ἀλήθειαν καὶ ὄψει ὅτι ἀκολουθεῖ. μέχρι δʼ ἂν οὗ μὴ δεικνύῃς, μὴ ἐκείνου καταγέλα, ἀλλὰ μᾶλλον αἰσθάνου τῆς ἀδυναμίας τῆς αὑτοῦ.

你也向他展示真理吧,你就会看到他会跟上来。但在你无法展示的时候,不要嘲笑他,而宁可意识到你自己的无能。

§2.12.5

πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δʼ οὐδενὸς ἐδεῖτο μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντιλέγοντι ἀρκοῦμαι μάρτυρι· καὶ τοὺς μὲν ἄλλους οὐκ ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον μόνον.

那么苏格拉底是怎么做的呢?他强迫谈话对手本人作证,而不需要任何其他证人。因此他可以说: “其他人我都听凭不管,我总是满足于以反驳者作为证人;我并不让其他人表决,而仅仅让谈话对手表决。”

§2.12.6

οὕτω γὰρ ἐναργῆ ἐτίθει τὰ ἀπὸ τῶν ἐννοιῶν, ὥστε πάνθʼ ὁντιναοῦν συναισθανόμενον τῆς μάχης ἀναχωρεῖν ἀπʼ αὐτῆς.

因为他把从前概念得出的结论阐释得如此清晰,以至于任何人一旦意识到矛盾,都会从中退步。

§2.12.7

ἆρά γε ὁ φθονῶν χαίρει; — οὐδαμῶς, ἀλλὰ μᾶλλον λυπεῖται. ἀπὸ τοῦ ἐναντίου ἐκίνησε τὸν πλησίον. τί δʼ; ἐπὶ κακοῖς δοκεῖ σοι εἶναι λύπη ὁ φθόνος; καὶ τί ὁ φθόνος ἐστὶ κακῶν;

——“心怀嫉妒的人快乐吗?” ——“绝不,反而感到痛苦。” 他从相反的方面触动了邻人。 ——“那么,在你看来,嫉妒是对恶事的痛苦吗?对于恶事何谈嫉妒呢?”

§2.12.8

οὐκοῦν ἐκεῖνον ἐποίησεν εἰπεῖν ὅτι λύπη ἐστὶν ἐπʼ ἀγαθοῖς ὁ φθόνος. τί δέ; φθονοίη ἄν τις τοῖς οὐδὲν πρὸς αὐτόν;

于是,他让对方承认嫉妒是对善事的痛苦。 ——“那么,会有人嫉妒那些与自己毫无关系的人吗?”

§2.12.9

— οὐδαμῶς. καὶ οὕτως ἐκπεπληρωκὼς τὴν ἔννοιαν καὶ διηρθρωκὼς ἀπηλλάσσετο, οὐ λέγων ὅτι ὅρισαί μοι τὸν φθόνον, εἶτα ὁρισαμένου κακῶς ὡρίσω· οὐ γὰρ ἀντακολουθεῖ τῷ κεφαλαιώδει τὸ ὁρικόν·3

——“绝不。” 就这样,他充实了概念并将其清晰界定之后便结束了论证,而不是说: “你给我定义一下嫉妒,”然后对方定义之后又说: “你定义得不好;因为定义项与被定义项未能完全等同”

§2.12.10

ῥήματα τεχνικὰ καὶ διὰ τοῦτο τοῖς ἰδιώταις φορτικὰ καὶ δυσπαρακολούθητα, ὧν ἡμεῖς ἀποστῆναι οὐ δυνάμεθα.

——这些专业术语对于外行来说是沉重的负担,难以跟上,而我们却无法摆脱它们。

§2.12.11

ἐξ ὧν δʼ αὐτὸς ὁ ἰδιώτης ἐπακολουθῶν ταῖς αὑτοῦ φαντασίαις παραχωρῆσαι δύναιτʼ ἄν τι ἢ ἀθετῆσαι, οὐδαμῶς διὰ τούτων αὐτὸν κινῆσαι δυνάμεθα.

然而,凡能让外行凭着遵循自身的表象而作出让步或予以拒绝的途径,我们却丝毫不能借此触动他。

§2.12.12

καὶ λοιπὸν εἰκότως συναισθανόμενοι ταύτης ἡμῶν τῆς ἀδυναμίας ἀπεχόμεθα τοῦ πράγματος, ὅσοις γʼ ἐστί τι εὐλαβείας.

因此,我们当中凡稍有谨慎之心的人,在理所当然地意识到自身的这种无能后,便对这件事情敬而远之。

§2.12.13

οἱ δὲ πολλοὶ καὶ εἰκαῖοι συγκαθέντες εἴς τι τοιοῦτον φύρονται καὶ φύρουσι καὶ τὰ τελευταῖα λοιδορήσαντες καὶ λοιδορηθέντες ἀπέρχονται.

但多数轻率之人贸然卷入此类争论,自己陷入混乱也使人混乱,最终在辱骂了别人并遭到辱骂之后离去。

§2.12.14

τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθʼ ὑβριστικόν, ἀλλὰ τῶν λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην.

而这乃是首要的、最属于苏格拉底的特质:在论辩中从不动怒,绝不吐露任何侮辱之辞,绝无傲慢之语,而是忍受辱骂者并平息争端。

§2.12.15

εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας διαλέλυκεν.

如果你想知道他在这方面有多大能耐,读一读色诺芬的《会饮篇》,你就会看到他化解了多少纷争。

§2.12.16

διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.

正因如此,诗人们也合情合理地以极高的赞誉说道:“他迅即而巧妙地平息了巨大的纷争。”

§2.12.17

τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπατικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας; ἔγωγε. ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς; οὐδαμῶς. τί δʼ; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα; οὐδὲ ταῦτα τῷ τυχόντι.

那又怎样呢?如今这件事可不太安全,尤其是在罗马。因为做这件事的人显然不能在角落里做,而是必须走到一位——如果恰巧如此的话——富有的前执政官身旁,向他探询:“这位先生,你能告诉我,你把自己的马匹托付给谁了吗?” ——“能。” ——“难道是托付给任何碰巧遇到且不懂骑术的人吗?” ——“绝非如此。” ——“那么金子、银子或衣服〔托付〕给谁呢?” ——“这些也不托付给随随便便的人。”

§2.12.19

τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ; πῶς γὰρ οὔ; ἐμπείρῳ δηλονότι καὶ τούτῳ ἀλειπτικῆς ἢ ἰατρικῆς; πάνυ μὲν οὖν.

——“那么你自己的身体,你是否已经考虑托付给某人加以照料了?” ——“怎么会没有呢?” ——“显然也是托付给精通体育或医术的人吗?” ——“正是如此。”

§2.12.20

πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον; ποῖον καὶ λέγεις; τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ βουλευόμενον.

——“这些是你最宝贵的东西呢,还是你还拥有比这一切更好的别的东西?” ——“你究竟指的是什么?” ——“凭宙斯起誓,指的正是运用这些东西、审视每一项并进行深思熟虑的东西。”

§2.12.21

ἆρά γε τὴν ψυχὴν λέγεις; ὀρθῶς ὑπέλαβες· ταύτην γάρ τοι καὶ λέγω. πολὺ νὴ Δία τῶν ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι.

——“你指的是灵魂吗?” ——“你理解得对,我指的正是它。” ——“凭宙斯起誓,我认为我拥有的这个东西远胜于其他事物。”

§2.12.22

ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμενον καὶ ἀπολλύμενον.

——“那么你能说出,你是以何种方式照料灵魂的吗?因为像你这样聪明且在城邦中身居显位的人,不大可能随便且漫不经心地听任自己最宝贵的东西受到忽视并归于毁灭。”

§2.12.23

οὐδαμῶς. ἀλλʼ αὐτὸς ἐπιμεμέλησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός; ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ τί δέ σοι μέλει, βέλτιστε; κύριός μου εἶ; εἶτʼ ἂν ἐπιμείνῃς πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ.4

——“绝不。” ——“那么是你亲自照料它吗?是向人学来的,还是你自己摸索出来的?” 危险随之而来,唯恐对方首先说:“与你何干,尊驾?你是我的主人吗?” 然后如果你坚持纠缠不休,他就会抡起拳头揍你。

§2.12.25

τούτου τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.

我自己从前也曾热衷于这件事,直到陷入如今的境遇之前。

语法注4 条
  1. 2.12.2ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος

    短语 παρὰ σκέλος 源自摔跤运动的习语比喻,意为“绊腿式地”或“出其不意地反击”。在此语境中,指外行对手从意料之外的角度提出反驳或回应。

  2. 2.12.3ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας ἢ λοιδορησάμενος ἀπῆλθεν

    动词 ἤγαγεν 与 ἀπῆλθεν 虽为直陈式不定过去时(aorist),但在此用作“格言式过去时”(gnomic aorist),表示普遍的常理或习惯性行为,而非指过去的某个具体事件。

  3. 2.12.9οὐ γὰρ ἀντακολουθεῖ τῷ κεφαλαιώδει τὸ ὁρικόν

    逻辑学与定义论的专门术语:τὸ ὁρικόν 指“定义项(definiens)”,τῷ κεφαλαιώδει 指被定义的主要概念或名目(definiendum)。动词 ἀντακολουθέω 意为“相互随伴”或“外延等同、可相互换位(convertible)”,指责该定义在逻辑上未能与被定义对象外延一致。

  4. 2.12.23ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ ... διαράμενος κονδύλους σοι δῷ

    由名词 κίνδυνος(省略 ἐστί)引出的“μή + 虚拟式(εἴπῃ ... δῷ)”结构,表示担忧或唯恐(clause of fearing / apprehension),意为“危险在于……唯恐他首先说……接着揍你”。分词 διαράμενος 意为“抡起(拳头/手臂)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.12.1-2.12.25