← 爱比克泰德

谈话录

§2.11.1-2.11.25

哲学的起点与评判标准的确立

爱比克泰德指出,哲学的开端在于认识到自身在将天赋前概念应用于具体事物时的无能与彼此冲突,并以检验快乐为例,阐明了确立并运用超越主观感觉的客观评判标准的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1

ἀρχὴ φιλοσοφίας παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύραν ἁπτομένοις αὐτῆς1 συναίσθησις τῆς αὑτοῦ ἀσθενείας καὶ ἀδυναμίας περὶ τὰ ἀναγκαῖα.

哲学的开端,至少对于那些合宜地、由正门步入哲学的人来说,是对自身在必要事物上的软弱与无能的自觉。

§2.11.2

ὀρθογωνίου μὲν γὰρ τριγώνου ἢ διέσεως ἡμιτονίου οὐδεμίαν φύσει ἔννοιαν ἥκομεν ἔχοντες, ἀλλʼ ἔκ τινος τεχνικῆς παραλήψεως διδασκόμεθα ἕκαστον αὐτῶν καὶ διὰ τοῦτο οἱ μὴ εἰδότες αὐτὰ οὐδʼ οἴονται εἰδέναι.

因为对于直角三角形或半音音程,我们并非生来就具有其概念,而是通过某种专业传习被教授了它们中的每一个,正因如此,不懂它们的人甚至不会自以为懂得。

§2.11.3

ἀγαθοῦ δὲ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ πρέποντος καὶ ἀπρεποῦς καὶ εὐδαιμονίας καὶ προσήκοντος καὶ ἐπιβάλλοντος καὶ ὅ τι δεῖ ποιῆσαι καὶ ὅ τι οὐ δεῖ ποιῆσαι τίς οὐκ ἔχων ἔμφυτον ἔννοιαν ἐλήλυθεν;

但是对于善与恶、美与丑、合宜与不合宜、幸福、恰当之事、应尽之责,以及什么是应当做的、什么是不应当做的,有谁来到世上时是没有天赋概念的呢?

§2.11.4

διὰ τοῦτο πάντες χρώμεθα τοῖς ὀνόμασιν καὶ ἐφαρμόζειν πειρώμεθα τὰς προλήψεις ταῖς ἐπὶ μέρους οὐσίαις.

正因如此,我们所有人都使用这些名称,并试图将这些前概念应用于具体事物。

§2.11.5

καλῶς ἐποίησεν, δεόντως, οὐ δεόντως· ἠτύχησεν, εὐτύχησεν· ἄδικός ἐστιν, δίκαιός ἐστιν. τίς ἡμῶν φείδεται τούτων τῶν ὀνομάτων; τίς ἡμῶν ἀναβάλλεται τὴν χρῆσιν αὐτῶν μέχρι μάθῃ καθάπερ τῶν περὶ τὰς γραμμὰς ἢ τοὺς φθόγγους οἱ οὐκ εἰδότες;

“他做得很好、合宜地、不合宜地”;“他不幸、他幸运”;“他是不公的、他是公正的”。我们当中有谁吝于使用这些名称?我们当中有谁会推迟使用它们,直到学会为止,就像不懂几何线段或乐音的人那样?

§2.11.6

τούτου δʼ αἴτιον τὸ ἥκειν ἤδη τινὰ ὑπὸ τῆς φύσεως κατὰ τὸν τόπον ὥσπερ δεδιδαγμένους, ἀφʼ ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσειλήφαμεν.2

造成这种情况的原因是,人们在这个领域中犹如已被自然所教导而来到世上,我们从这些出发,进而也增添了自以为是。

§2.11.7

—διὰ γάρ, φησίν, οὐκ οἶδα ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρόν; οὐκ ἔχω ἔννοιαν αὐτοῦ; — ἔχεις. — οὐκ ἐφαρμόζω τοῖς ἐπὶ μέρους; — ἐφαρμόζεις. — οὐ καλῶς οὖν ἐφαρμόζω;

——“难道说,”有人问,“我竟然不知道什么是美、什么是丑吗?难道我没有关于它的概念吗?”——你有的。——“难道我没有将它应用于具体事物吗?”——你应用了。——“那么难道我没有应用得很好吗?”

§2.11.8

— ἐνταῦθά ἐστι τὸ ζήτημα πᾶν καὶ οἴησις ἐνταῦθα προσγίνεται. ἀφʼ ὁμολογουμένων γὰρ ὁρμώμενοι τούτων ἐπὶ τὸ ἀμφισβητούμενον προάγουσιν ὑπὸ τῆς ἀκαταλλήλου ἐφαρμογῆς.

——全部的症结就在这里,自以为是也就产生于此。因为他们从这些公认的共识出发,却因不恰当的应用而走向了争议之事。

§2.11.9

ὡς εἴ γε καὶ τοῦτο ἔτι πρὸς ἐκείνοις ἐκέκτηντο, τί ἐκώλυεν αὐτοὺς εἶναι τελείους;

既然假使他们除了拥有那些概念之外还掌握了这种应用,又有什么能阻止他们成为完人呢?

§2.11.10

νῦν δʼ ἐπεὶ δοκεῖς ὅτι καὶ καταλλήλως ἐφαρμόζεις τὰς προλήψεις τοῖς ἐπὶ μέρους, εἰπέ μοι, πόθεν τοῦτο λαμβάνεις; — ὅτι δοκεῖ μοι. — τουτὶ οὖν ᾧτινι οὐ δοκεῖ, καὶ οἴεται καὶ αὐτὸς ἐφαρμόζειν καλῶς· ἢ οὐκ οἴεται;

但现在,既然你认为自己也将前概念恰当地应用于具体事物,请告诉我:你从何处得出这一点?——“因为我觉得是这样。”——那么,任何一个与你看法不同的人,难道不也同样自以为应用得很好吗?难道他不这样认为吗?

§2.11.11

— οἴεται. — δύνασθε οὖν περὶ ὧν τὰ μαχόμενα δοξάζετε ἀμφότεροι καταλλήλως ἐφαρμόζειν τὰς προλήψεις;

——“他也是这样认为的。”——那么,对于你们持有相互矛盾意见的事物,难道你们双方都能恰当地应用这些前概念吗?

§2.11.12

— οὐ δυνάμεθα. — ἔχεις οὖν δεῖξαί τι ἡμῖν πρὸς τὸ αὐτὰς ἐφαρμόζειν ἄμεινον ἀνωτέρω τοῦ δοκεῖν σοι; ὁ δὲ μαινόμενος ἄλλα τινὰ ποιεῖ ἢ τὰ δοκοῦντά οἱ καλά; κἀκείνῳ οὖν ἀρκεῖ τοῦτο τὸ κριτήριον; — οὐκ ἀρκεῖ. — ἐλθὼν οὖν ἐπί τι ἀνωτέρω τοῦ δοκεῖν τί τοῦτό ἐστιν3 ἴδʼ ἀρχὴ φιλοσοφίας· αἴσθησις μάχης τῆς πρὸς ἀλλήλους τῶν ἀνθρώπων καὶ ζήτησις τοῦ παρʼ ὃ γίνεται ἡ μάχη καὶ κατάγνωσις καὶ ἀπιστία πρὸς τὸ ψιλῶς δοκοῦν, ἔρευνα δέ τις περὶ τὸ δοκοῦν εἰ ὀρθῶς δοκεῖ καὶ εὕρεσις κανόνος τινός, οἷον ἐπὶ βαρῶν τὸν ζυγὸν εὕρομεν, οἷον ἐπὶ εὐθέων καὶ στρεβλῶν τὴν στάθμην.

——“我们不能。”——那么,为了更好地应用它们,除了你觉得如何之外,你还能向我们展示某种更高的东西吗?疯子所做的事,难道不正是那些在他看来是美好的事吗?那么对于那个疯子来说,这个标准难道也就足够了吗?——“不够。”——那么,进到了高于个人感觉的某种东西,这究竟是什么呢?看哪,这就是哲学的开端:对人们彼此之间的冲突的感知,对冲突因何而起的探求,对仅仅凭感觉的事物的谴责与不信任,对看似如此的事物是否确实如此的某种考察,以及某种标准的发现——正如对于重量我们发现了秤,对于笔直与弯曲我们发现了铅垂线一样。

§2.11.14

— τοῦτʼ ἔστιν ἀρχὴ φιλοσοφίας; πάντα καλῶς ἔχει τὰ δοκοῦντα ἅπασι; — καὶ πῶς δυνατὸν τὰ μαχόμενα καλῶς ἔχειν; οὐκοῦν οὐ πάντα, ἀλλὰ τὰ ἡμῖν δοκοῦντα.

——“这就是哲学的开端吗?所有人觉得是的事物都是好的吗?”——相互冲突的事物怎么可能都是正确的?“那么不是所有事物,而是我们觉得是的事物。”

§2.11.15

τί μᾶλλον ἢ τὰ Σύροις, τί μᾶλλον ἢ τὰ Αἰγυπτίοις, τί μᾶλλον ἢ τὰ ἐμοὶ φαινόμενα ἢ τὰ τῷ δεῖνι; — οὐδὲν μᾶλλον. — οὐκ ἄρα ἀρκεῖ τὸ δοκοῦν ἑκάστῳ πρὸς τὸ εἶναι· οὐδὲ γὰρ ἐπὶ βαρῶν ἢ μέτρων ψιλῇ τῇ ἐμφάσει ἀρκούμεθα, ἀλλὰ κανόνα τινὰ ἐφʼ ἑκάστου εὕρομεν.

——凭什么比叙利亚人觉得是的事物更正确,凭什么比埃及人觉得是的事物更正确,凭什么比我觉得是的事物或某甲觉得是的事物更正确?——“丝毫没有更正确的理由。”——因此,对每个人来说仅仅觉得如此,不足以说明事实就是如此;因为即便在重量或尺寸上,我们也不会满足于纯粹的表象,而是为每一类都发现了某种标准。

§2.11.16

ἐνταῦθʼ οὖν οὐδεὶς κανὼν ἀνωτέρω τοῦ δοκεῖν; καὶ πῶς οἷόν τε ἀτέκμαρτα εἶναι καὶ ἀνεύρετα τὰ ἀναγκαιότατα ἐν ἀνθρώποις; — ἔστιν οὖν.

难道在这里,就没有任何高于主观感觉的标准吗?在人类最必要的事物上,竟然会是无可依据且无法发现的,这怎么可能呢?——“那么,标准是存在的。”

§2.11.17

— καὶ διὰ τί οὐ ζητοῦμεν αὐτὸν καὶ ἀνευρίσκομεν καὶ ἀνευρόντες λοιπὸν ἀπαραβάτως χρώμεθα δίχα αὐτοῦ μηδὲ τὸν δάκτυλον ἐκτείνοντες;4

——那么我们为什么不去探寻它、发现它,并在发现它之后毫不违背地使用它,甚至离开它就绝不伸出一根手指呢?

§2.11.18

τοῦτο γάρ, οἶμαι, ἐστὶν ὃ εὑρεθὲν ἀπαλλάσσει μανίας τοὺς μόνῳ τῷ δοκεῖν μέτρῳ πάντων χρωμένους, ἵνα λοιπὸν ἀπό τινων γνωρίμων καὶ διευκρινημένων ὁρμώμενοι χρώμεθα ἐπὶ τῶν ἐπὶ μέρους διηρθρωμέναις ταῖς προλήψεσι.

因为我想,正是这个东西,一旦被发现,就能把那些仅凭个人感觉作为万物尺度的人从疯狂中解救出来,以便今后我们能从某些熟知且澄明的事物出发,把清晰界定的前概念应用于具体事物之中。

§2.11.19

τίς ὑποπέπτωκεν οὐσία περὶ ἧς ζητοῦμεν;— ἡδονή.

落在我们面前、供我们探究的具体对象是什么?——“快乐。”

§2.11.20

— ὕπαγε αὐτὴν τῷ κανόνι, βάλε εἰς τὸν ζυγόν. τὸ ἀγαθὸν δεῖ εἶναι τοιοῦτον, ἐφʼ ᾧ θαρρεῖν ἄξιον καὶ ᾧ πεποιθέναι; — δεῖ. — ἀβεβαίῳ οὖν τινι θαρρεῖν ἄξιον;

——将它置于标准之下,放到秤上去称。善难道不应当是这样一种东西,对其有信心是值得的,信任它是值得的?——“应当是这样。”——那么,对不稳固的事物抱有信心是值得的吗?

§2.11.21

— οὔ. — μή τι οὖν βέβαιον ἡ ἡδονή; — οὔ. — ἆρον οὖν καὶ βάλε ἔξω ἐκ τοῦ ζυγοῦ καὶ ἀπέλασον τῆς χώρας τῶν ἀγαθῶν μακράν.

——“不值得。”——那么快乐难道是某种稳固的东西吗?——“不是。”——那么将它拿开,扔出秤盘,把它从善的事物的领域中驱逐得远远的。

§2.11.22

εἰ δʼ οὐκ ὀξυβλεπτεῖς καὶ ἕν σοι ζυγὸν οὐκ ἀρκεῖ, φέρε ἄλλο. ἐπὶ τῷ ἀγαθῷ ἄξιον ἐπαίρεσθαι; — ναί. — ἐφʼ ἡδονῇ οὖν παρούσῃ ἄξιον ἐπαίρεσθαι; βλέπε μὴ εἴπῃς ὅτι ἄξιον· εἰ δὲ μή, οὐκέτι σε οὐδὲ τοῦ ζυγοῦ ἄξιον ἡγήσομαι.

但如果你视力不够敏锐,一个秤对你来说不够用,那就再拿一个来。因善而振奋是值得的吗?——“是的。”——那么因当下的快乐而振奋是值得的吗?警惕不要说值得;否则,我将认为你连上秤的资格都不配有了。

§2.11.23

οὕτως κρίνεται τὰ πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων·5 καὶ τὸ φιλοσοφεῖν τοῦτό ἐστιν, ἐπισκέπτεσθαι καὶ βεβαιοῦν τοὺς κανόνας, τὸ δʼ ἤδη χρῆσθαι τοῖς ἐγνωσμένοις τοῦτο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἔργον ἐστίν.

事物就是这样被判定,并在诸标准备妥时被衡量的;而所谓从事哲学就是这件事情:审视并确立这些标准,至于立即使用这些已被认识的准则,这乃是优良之人的职分。

语法注5 条
  1. 2.11.1παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύραν ἁπτομένοις αὐτῆς

    παρά 与与格连用,表示“在……看来”或“对……而言”。κατὰ θύραν(“由正门”)是一习语,与 ὡς δεῖ(“如其应当的那样”)并列,指以正当、全面的方式而非走旁门左道来开始研习哲学的人。

  2. 2.11.6ἀφʼ ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσειλήφαμεν

    ἀφʼ ὧν 为中性复数关系代词,先行词指代由自然赋予的天赋观念。καί 用作副词,意为“还”、“亦”。该句揭示了人们以这些天赋概念为出发点,却由此额外增添了自以为是(οἴησις)的心态。

  3. 2.11.12ἐλθὼν οὖν ἐπί τι ἀνωτέρω τοῦ δοκεῖν τί τοῦτό ἐστιν

    这是一个带有脱节或省略特征的会话句式。分词 ἐλθών 引出对话对方设定的步骤或假设(“那么,如果进到了高于主观感觉的某种东西”),紧接着以直接疑问句 τί τοῦτό ἐστιν(“这究竟是什么?”)作为主句。

  4. 2.11.17δίχα αὐτοῦ μηδὲ τὸν δάκτυλον ἐκτείνοντες

    μηδὲ τὸν δάκτυλον ἐκτείνειν(“连一根手指也不伸出”)是斯多亚学派常用的谚语式表达,强调即便在最微不足道的行动上也要遵循理性标准的指导。该分词短语由 δίχα αὐτοῦ(“没有它”)所修饰。

  5. 2.11.23οὕτως κρίνεται τὰ πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων

    ἵσταται 为动词 ἵστημι 的中被动态现在时,在此处结合天平的比喻,特指“被置于天平上衡量”、“被称重”。τῶν κανόνων ἡτοιμασμένων 为独立属格结构,表条件或背景(“当诸标准准备就绪时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.11.1-2.11.25