← 爱比克泰德

谈话录

§2.10.15-2.10.30

美德的丧失作为真正的损害与报复之无益

论者指出真正的损害并非失去钱财或肉体残疾,而是丧失美德与意志选择能力(prohairesis),并告诫以不义报复不义只是在伤害自己。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.15

εἶτα γραμματικὴν μὲν ἀποβαλὼν ἢ μουσικὴν ζημίαν ἂν ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς·1 εἰ δʼ αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν ἡγῇ τὸ πρᾶγμα;

那么,如果你失去了文法知识或音乐技艺,你会将它们的丧失视为损害;但如果你将要失去羞耻心、体统与温厚,难道你认为这是无关紧要的事吗?

§2.10.16

καίτοι ἐκεῖνα μὲν παρʼ ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρʼ ἡμᾶς· καὶ ἐκεῖνα μὲν οὔτʼ ἔχειν καλόν ἐστιν οὔτʼ ἀπολλύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολλύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα. τί ἀπολλύει ὁ τὰ τοῦ κιναίδου πάσχων;

然而,前者的丧失是由于某种外在的、非意志选择的原因,而后者则源自我们自身;并且拥有前者并非美事,失去前者亦非可耻,但对于后者,无论是未曾拥有还是失去,都是可耻的、应受谴责的,是一种不幸。承受变态恶行之人失去了什么?

§2.10.17

τὸν ἄνδρα. ὁ δὲ διατιθείς; πολλὰ μὲν καὶ ἄλλα καὶ αὐτὸς δʼ οὐδὲν ἧττον τὸν ἄνδρα. τί ἀπολλύει ὁ μοιχεύων;

失去了男人(男子汉的气概)。施加这种恶行的人呢?不仅失去了许多其他东西,他自己同样失去了男人。行奸淫的人失去了什么?

§2.10.18

τὸν αἰδήμονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γείτονα. τί ἀπολλύει ὁ ὀργιζόμενος; ἄλλο τι. ὁ φοβούμενος;

失去了知耻之人、自制之人、端正之人、公民、邻人。发怒的人失去了什么?失去了别的。心怀恐惧的人呢?

§2.10.19

ἄλλο τι. οὐδεὶς δίχα ἀπωλείας καὶ ζημίας κακός ἐστιν. λοιπὸν εἰ τὴν ζημίαν ζητεῖς ἐν κέρματι, πάντες οὗτοι ἀβλαβεῖς, ἀζήμιοι, ἂν οὕτως τύχῃ, καὶ ὠφελούμενοι καὶ κερδαίνοντες, ὅταν διά τινος τούτων τῶν ἔργων κέρμα αὐτοῖς προσγένηται.

失去了别的。没有任何人在没有损失和损害的情况下变恶。归根结底,如果你只在钱财中寻找损害,那么所有这些人都是毫无损伤、未受损害的,甚至只要通过这些恶行中的某一种为他们增添了钱财,他们还碰巧获得了好处并赚了钱。

§2.10.20

ὅρα δʼ εἰ ἐπὶ κερμάτιον πάντα ἀνάγεις, ὅτι οὐδʼ ὁ τὴν ῥῖνά σοι ἀπολλύων ἔσται βεβλαμμένος. — ναί, φησίν, κεκολόβωται γὰρ τὸ σῶμα.

但看一看,如果你把一切都归结为微薄小利,那么在你看来就连失去鼻子的人也不会受到损害了。“不〔,他受了损害〕,”他说,“因为身体被致残了。”

§2.10.21

— ἄγε, ὁ δὲ τὴν ὀσφρασίαν αὐτὴν ἀπολωλεκὼς οὐδὲν ἀπολλύει; ψυχῆς οὖν δύναμις οὐκ ἔστιν οὐδεμία, ἣν ὁ μὲν κτησάμενος ὠφελεῖται, ὁ δʼ ἀποβαλὼν ζημιοῦται;

——喂,难道失去了嗅觉本身的人就没有失去任何东西吗?难道灵魂就没有任何一种能力,使获得它的人受益,而失去它的人受损吗?

§2.10.22

— ποίαν καὶ λέγεις; — οὐδὲν ἔχομεν αἰδῆμον φύσει; — ἔχομεν. — ὁ τοῦτο ἀπολλύων οὐ ζημιοῦται, οὐδενὸς στερίσκεται, οὐδὲν ἀποβάλλει τῶν πρὸς αὑτόν;

——“你究竟指的是哪种能力?”——我们天生没有羞耻之心吗?——“有的。”——失去这个的人难道不受损害,没有被剥夺任何东西,没有丢弃属于自己的任何东西吗?

§2.10.23

οὐκ ἔχομεν φύσει τι πιστόν, φύσει στερκτικόν, φύσει ὠφελητικόν, ἀλλήλων φύσει ἀνεκτικόν; ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ᾖ ἀβλαβὴς καὶ ἀζήμιος;2

我们天生难道没有守信的特质、仁爱的特质、有益的特质、彼此容忍的特质吗?因此,任由自己在这些方面受损的人,难道会是毫无损伤且未受损害的吗?

§2.10.24

τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; — πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ τῶν φιλοσόφων.

“那么又怎样?难道我不该去伤害那伤害了我的人吗?”——首先看一看,什么是伤害,并回想你从哲学家们那里听到的话。

§2.10.25

εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτʼ ἐστιν ὃ λέγεις3 τί οὖν;

因为,如果善在于意志选择,恶同样在于意志选择,请警惕你所说的话会不会是这样的: “那么又怎样?

§2.10.26

ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας;

既然那人对我做出了不正之事而伤害了他自己,难道我通过对他做出不正之事来伤害我自己就不行吗?”

§2.10.27

τί οὖν οὐ τοιοῦτόν τι φανταζόμεθα, ἀλλʼ ὅπου τι σωματικὸν ἐλάττωμα ἢ εἰς κτῆσιν, ἐκεῖ ἡ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν, οὐδεμία βλάβη;

那么,为什么我们不能设想出这样的情景,反而认为凡是有肉体或财产上的缺陷的地方就是伤害,而在涉及意志选择的地方就毫无伤害呢?

§2.10.28

οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ὁ ἐξαπατηθεὶς ἢ ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον οὔτε τὸν ἀγρὸν ἀπολλύει.

因为无论是受骗者还是行不义者,既不会头痛,也不会失去眼睛或髋部,更不会失去田产。

§2.10.29

ἡμεῖς δʼ ἄλλο οὐδὲν ἐθέλομεν ἢ ταῦτα· τὴν προαίρεσιν δὲ πότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον, οὐδʼ ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων.

然而除了这些,我们别无所求;至于我们是将意志选择保持为知耻守信,还是任其变得无耻背信,除了在学堂里停留在微不足道的空谈层面之外,我们根本毫不关心。

§2.10.30

τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δʼ αὐτῶν οὐδὲ τὸ ἐλάχιστον.

因此,我们的长进仅限于那些微不足道的空谈,而在这些之外则丝毫没有长进。

语法注3 条
  1. 2.10.15γραμματικὴν μὲν ἀποβαλὼν ἢ μουσικὴν ζημίαν ἂν ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς

    分词 ἀποβαλών 表条件(“如果失去了”),与主句的 ἂν ἡγοῦ(未完成过去时加 ἄν)呼应,构成与当前事实相反的虚拟语气。这与后文带有将来直陈式动词的条件从句 εἰ δʼ ... ἀποβαλεῖς 形成鲜明对比,后者表示现实中可能面临的危险。

  2. 2.10.23ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ᾖ ἀβλαβὴς καὶ ἀζήμιος;

    动词 ᾖ 是 εἰμί 的现在时虚拟式第三人称单数,在此处用作修辞疑问句中的商榷/推测性虚拟式(deliberative subjunctive),表达强烈的反问与否定(“这样的人难道能是未受损害的吗?”)。

  3. 2.10.25βλέπε μὴ τοιοῦτʼ ἐστιν ὃ λέγεις

    祈使动词 βλέπε 之后由 μή 引导警惕从句。此处并未接虚拟式,而是接现在时直陈式 ἐστιν,表达说话者认为该忧虑实际已成事实的语气(“小心提防你所说的其实就是这么一回事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.10.15-2.10.30