- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.1.19-2.1.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德以痛苦和吓人偶人为例,阐述随时敞开的脱离之门以及平静与自由之果实,指出真正的自由不在于外在的形式解放,而在于哲学教化以及在渴求与规避中对意志的掌控。
πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ θύρα ἤνοικται·1 ἂν λυσιτελῇ, φέρε.
痛苦是什么?是一个吓唬小孩的偶人。把它翻转过来端详一番。卑微的肉体被粗暴地触动,接着又复归平缓。若对你无益,门是开着的;若对你有益,忍受着吧。
πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν· καὶ πρᾶγμα οὐκ ἔχομεν.
因为对于一切境遇,门都必须是敞开的;这样我们就没有任何麻烦了。
τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τʼ εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία.
那么,这些学说的果实是什么呢?正是对于受过真正教导的人来说理应最美、最相称之物:宁静、无惧、自由。
οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι.
因为在此事上我们决不可听信大众之言——他们声称只有自由人才能接受教育——而宁可听信哲学家之言,哲学家们说唯有受过教育的人才是自由的。
— πῶς τοῦτο; — οὕτως· νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; οὐδέν. λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; οὐ βουλόμεθα. οὐδεὶς τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν.
——“这是怎么回事?”——“是这样:自由难道是除了按我们所意愿的那样去生活之外的别的东西吗?” “绝非别物。” 世人啊,告诉我,你们愿意在犯错中生活吗? “我们不愿意。” 因此,犯错之人没有一个是自由的。
βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; οὐδαμῶς. οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δʼ ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται.
你们愿意在恐惧中生活吗?愿意在悲伤中生活吗?愿意在骚乱中生活吗? “绝不愿意。” 可见,既没有一个心怀恐惧的人是自由的,也没有一个悲伤或受扰乱的人是自由的;而凡是从悲伤、恐惧和骚乱中解脱出来的人,通过同一条道路也就从奴役中解脱出来了。
πῶς οὖν ἔτι ὑμῖν πιστεύσομεν, ὦ φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις;2 οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν ὁ θεὸς οὐκ ἐπιτρέπει.
那么,最亲爱的立法者们,我们此后还怎么相信你们呢?难道要说“我们不准许除自由人之外的任何人受教育”吗?因为哲学家们说了,我们不准许除受过教育者之外的任何人成为自由人——也就是说,神不准许。
— ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦλον, οὐδὲν ἐποίησεν; — ἐποίησεν. — τί; — ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. — ἄλλο οὐδέν; — ναί· καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει.
——“那么,当有人在法务官面前将自己的奴隶转一圈时,他什么也没做吗?”——“他做了。”——“做了什么?”——“他在法务官面前将自己的奴隶转了一圈。”——“没有别的了吗?”——“有的,他还必须缴纳相当于奴隶身价二十分之一的税款。”
— τί οὖν; ὁ ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; — οὐ μᾶλλον ἢ ἀτάραχος.
——“那又怎样?经历这一切的人难道没有变成自由人吗?”——“并不比他变得心神安宁更多。”
ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον;3 οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν;
因为你这个能够将他人转圈解放的人,难道你自己就没有主人吗?金钱难道不是吗?少女难道不是吗?男童难道不是吗?僭主难道不是吗?僭主的某个友人难道不是吗?那么,当你面对某种这般境遇时,你为何发抖呢?
διὰ τοῦτο λέγω πολλάκις· ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρρεῖν, εὐλαβεῖσθαι τὰ προαιρετικά.
正因如此,我屡次说: 要操练这些,把这些常备在手头——对什么应当充满自信,对什么应当心怀谨慎——即:对意志之外的事物要自信,对意志之内的抉择要谨慎。
— ἀλλʼ οὐκ ἀνέγνων σοι οὐδʼ ἔγνως τί ποιῶ.
——“可是我并没有朗读给你听,你也不知道我在做什么。”
— ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια· δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περιπίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις.
——“在什么当中?在那些琐碎的词藻中吗?收起你的那些琐碎词藻吧;向我展示你在渴求与规避上处于何种状态:你是否没有错失所意愿的,是否没有跌入所不意愿的。至于那些华丽句式,若你还有点理智,就把它带到不知什么地方去抹掉吧。”
— τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; — καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει,4 αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς.
——“那又怎样?苏格拉底没有写过东西吗?”——“谁写得有他那么多?但他又是如何写的呢?既然他不可能总能找到人来检验他的学说,或者轮流由他来检验对方,他便自己检验自己、审问自己,并始终在实践中磨砺某种具体的预存观念。”
ταῦτα γράφει φιλόσοφος· λεξείδια δὲ καὶ ἡ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν.
哲学家所写的是这些东西;至于琐碎的词藻以及我所说的那种文风,他都留给了别人——留给那些麻木迟钝的人,或者留给那些因内心的安宁而享有闲暇的受福之人,或者留给那些因愚蠢而对随后的事情毫不思量的人。
καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; ἰδοῦ, πῶς διαλόγους συντίθημι.
而如今,当时机正在召唤之时,你却要走开去展示那些东西、去朗读、去夸耀吗? ‘看啊,我是如何构作对话录的。’
μή, ἄνθρωπε, ἀλλʼ ἐκεῖνα μᾶλλον ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ· φέρε πόνους, φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην.
算了吧,朋友,不如展示这些: ‘看啊,我在渴求中如何没有落空;看啊,我在规避中如何没有跌入避忌之物。带来死亡吧,你就会明白;带来痛苦,带来监狱,带来恶名,带来判决吧。’
αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δʼ ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδʼ, ἂν ἐπαινέσῃ τις ἐπʼ αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς εἶναι καὶ εἰδέναι μηδέν.
这才是一个走出学园的青年的示范。将其余的事情留给他人吧,绝不要让人听到你谈论那些,即使有人因此称赞你,也切勿容受,宁愿被视为无名之辈和一无所知的人。
μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτʼ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς.
你只管显出知道这一件事:如何永不落空,又永不跌入所避之物。
ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς· σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι.
让其他人去操练诉讼,其他人去操练疑难,其他人去操练推论吧;你当操练赴死,操练受捆绑,操练受酷刑,操练被流放。
πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπʼ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον.
要满怀自信地面向这一切,信赖那位召唤你来面对这些的主,信赖那位判定你配得上这一职位的主;被派定在这个职位上,你将展示出,理性统治能力在列阵抗衡那些意志之外的权能时究竟能成就什么。
καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτʼ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.
如此一来,那个惊人的悖论便不再显得不可实现,也不再显得悖理——即人必须同时既谨慎又自信,对意志之外的事物要自信,而在意志之内的抉择上要谨慎。
- 2.1.19ἡ θύρα ἤνοικται
“门是开着的”是斯多亚派特有的格言式隐喻,指当生活的重负不堪忍受时人拥有自愿选择结束生命(自尽)而离场的自由。完成时态 ἤνοικται 表明大门始终处于敞开的状态。
- 2.1.25οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις;
针对前文呼格 ὦ φίλτατοι νομοθέται(“最亲爱的立法者们”)的直接发问。以反诘的形式引用了成文法或世俗观念的主张:“除自由人之外,我们不准许任何人受教育吗?”
- 2.1.28ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον;
句首的 ἐπεί 引导一个反驳性的修辞疑问句(“因为难道说……?”)。此处指涉罗马法中法务官面前的旋转释放奴隶仪式(manumissio per vindictam),尖锐地指出能够依法解放他人的人自己实际上在精神上却深陷奴役。
- 2.1.32ἐν τῷ μέρει
介词短语,意为“轮流地”或“依次地”。用于说明苏格拉底因缺乏可以互相轮换进行检验与被检验的问答对手,从而转向了自我反思与自问自答。
