- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.2.1-2.2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对审判,应当保守的唯有自身的道德抉择而非外在事物;文中将苏格拉底的态度与盲目激怒法官的做法相对照,强调掌握应对一切境遇的普遍原则之重要。
ὅρα σὺ ὁ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι καὶ ποῦ θέλεις ἀνύσαι.
走向审判的你啊,看清楚你究竟想要保守什么,又想要在何处成事。
εἰ γὰρ προαίρεσιν θέλεις τηρῆσαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις.
因为,如果你想要保守合乎本性的道德抉择,你便拥有万全的安稳,万分的从容,没有任何麻烦。
τὰ γὰρ ἐπὶ σοὶ αὐτεξούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος, τίς αὐτὰ δύναται ἀφελέσθαι;
由于你只求保守属于你权能以内、自决且生来自由的事物,并满足于这些,你还要挂虑什么呢?因为谁是那些事物的主人?谁又能把它们夺走呢?
εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μηδʼ ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ δοκεῖ σοι, τίς ἐκκλίνειν ἃ μὴ φαίνεταί σοι;
如果你愿意成为谦逊而守信的人,谁会不任你如此?如果你愿意不被阻碍也不被强迫,谁能强迫你去渴求并不显得合你意的事物,谁又能强迫你规避在你看来并不〔应当规避〕的事物呢?
ἀλλὰ τί; πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι· ἵνα δὲ καὶ ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι;1
“可是怎么,他会做出一些向你看来可怕的事!”但他怎能做到让你在一面规避它们的同时一面遭受它们呢?
ὅταν οὖν ἐπὶ σοὶ ᾖ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπιστρέφῃ;
因此,当渴求与规避全在你的权能以内时,你还要挂虑什么呢?
τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.
这就是你的开篇,这就是你的陈述,这就是你的论据,这就是你的胜利,这就是你的结语,这就是你的赞赏。
διὰ τοῦτο ὁ Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφη οὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευάζεσθαι;
正因如此,苏格拉底在有人提醒他应当为审判做准备时,说道: “难道你不认为我一生都在为这件事情做准备吗?”
— ποίαν παρασκευήν; — τετήρηκα, φησίν, τὸ ἐπʼ ἐμοί. — πῶς οὖν; — οὐδὲν οὐδέποτʼ ἄδικον οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.
——“做怎样的准备?” ——“我始终保守了,”他说,“属于我权能以内的东西。” ——“怎么保守的?” ——“我无论在私下还是在公开场合,都从未做过任何不义之事。”
εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι· ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν ἀντίδικον.
但如果你连外在事物——卑微的肉体、微薄的家产和微不足道的名声——也想保守,我告诉你:现在就地去做出一切可能的准备吧,此后你还要揣摩法官的秉性和诉讼对手的性情。
εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι· εἰ κλαῦσαι, κλαῦσον· εἰ οἰμῶξαι, οἴμωξον.
如果必须抱膝哀求,就去抱膝;如果必须哭泣,就去哭泣;如果必须哀嚎,就去哀嚎。
ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ θέλε, ἀλλʼ ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ἢ ταῦτα ἢ ἐκεῖνα· ἢ ἐλεύθερος ἢ δοῦλος, ἢ πεπαιδευμένος ἢ ἀπαίδευτος, ἢ γενναῖος ἀλεκτρυὼν ἢ ἀγεννής, ἢ ὑπόμενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἢ ἀπαγόρευσον εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστερον ἀπαγορεῦσαι.
因为一旦你将自己的事物屈从于外在事物,此后你就甘当奴隶吧,不要再相背而行,不要一会儿愿意做奴隶,一会儿又不愿意做;而应当简简单单、全心全意地要么选这个,要么选那个:要么做自由人,要么做奴隶;要么做受过教养的人,要么做未受教养的人;要么做优良的斗鸡,要么做劣等的斗鸡;要么挨打忍受到死,要么立刻认输。切莫落得承受了许多打击之后又认输的下场。
εἰ δʼ αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελε ποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές· ὅπου ἡ ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου ἡ φύσις.
如果这些是可耻的,现在就地分清吧: 恶与善的本性在何处?就在真理所在之处。在真理所在之处和本性所在之处,便有谨慎;在真理所在之处,便有自信,就在本性所在之处。
ἐπεί τοι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε2 ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ;
因为你难道真以为,如果苏格拉底想要保守外在事物,他走上前去还会说出这样的话吗: ‘阿尼图斯和美勒托虽然能杀死我,却不能伤害我’?
οὕτω μωρὸς ἦν, ἵνα μὴ ἴδῃ ὅτι αὕτη ἡ ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλʼ ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον καὶ προσερεθίζει;
难道他愚蠢到看不出这条路并不通向那里,而是通向别处吗?“那么,他毫不在意,甚至还加以挑衅,究竟是为什么呢?”
ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι ἀλλʼ οὔτε δεήσομαι ὑμῶν οὔτʼ ἐπιστρέφομαι, τί μέλλετε κρίνειν· ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί ἐστε ἢ ἐγώ.
这正如我的朋友赫拉克利特在罗得岛有一场关于一小块田产的诉讼,他在向法官证明了自己的诉求公道之后,在说到结语时说道: ‘我既不会央求你们,也不在乎你们将做出何种判决;受审判的宁可说是你们,而不是我。’
καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δʼ ὅτι καὶ οὐ δέομαι. εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει.
他就这样断送了那场诉讼。何必如此呢?只要不央求即可,何必还要加上一句‘而且我绝不央求’呢? 除非时机确实要求人像苏格拉底那样故意去激怒法官。
καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον παρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις;
而你,若准备了这样的结语,为何还要出庭,为何还要应诉呢?
εἰ γὰρ σταυρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει ὁ σταυρός· εἰ δʼ ὑπακοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρʼ αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.
因为如果你想要被钉上十字架,只管等着,十字架自然会来;但若理性判定应当应诉,并在自己力所能及的范围内进行说服,就必须做出顺应此举之事,然而仍须保守属于自己的事物。
ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν ὑπόθου μοι. τί σοι ὑποθῶμαι; ἀλλὰ ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι.3
在这方面,说‘请给我指点’也是可笑的。 我能给你指点什么呢?倒不如说: ‘请使我的心灵无论发生什么都能顺应处置。’
ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοι εἰπέ μοι τί γράψω, ὅταν μοι προβληθῇ τι ὄνομα.
因为那种请求就好像一个不识字的人说: ‘每当有人给我出一个名字时,告诉我该写什么。’
ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται;
因为如果我说了‘狄翁’,随后走来一个人给他出的不是狄翁的名字,而是塞翁的名字,结果会怎样?
τί γράψῃ; ἀλλʼ εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσασθαι πρὸς πάντα τὰ ὑπαγορευόμενα· εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα, τί ἐρεῖς ἢ τί πράξεις;
他会写出什么来?但是,如果你练习过书写,你就能够对一切口授的内容做好准备;如果不然,我现在能给你指点什么呢?要是实际情形口授了别的东西,你将说什么,或者将做什么呢?
τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ βούλημα τοῦ κυρίου.
因此,要牢记这条普遍的原则,你就不会缺乏指点。但如果你张着嘴望着外在事物,你就必然要在主人的意愿之下被抛来抛去。
τίς δʼ ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.
谁是主人呢?凡对你所热切追求或规避的任一事物拥有权能的人,就是主人。
- 2.2.5πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι· ἵνα δὲ καὶ ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι;
πράξει 与 δύναται 的主语为语境中预设的对手或法官。前半句为假想的诘难(“他会对你做出看似可怕的事”),后半句为爱比克泰德的驳斥。ἵνα... πάθῃς 与 ποιῆσαι 构成致使或结果从句(“他怎能让你在规避它们的同时遭受它们呢?”)。外在的伤害虽由他人决定,但因规避不得而造成的精神痛苦则完全取决于自身的抉择。
- 2.2.15ἐπεί τοι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε
ἐπεί τοι 引导修辞性反问,含有“难道你真以为……”的荒谬意味。δοκεῖς 带 ὅτι 从句。ἄν 与未完成过去时 ἔλεγε 结合(与分词 παρελθών 连用),构成与过去事实相反的虚拟语气(“他走上前去还会说……吗?”)。
- 2.2.21ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι
ποίησον 构成致使结构,支配宾格 τὴν διάνοιαν 与不定词 ἁρμόσασθαι(中动态:使自己顺应)。μου 为修饰 διάνοιαν 的所有格属格。关系从句 ὅ τι ἂν ἀποβαίνῃ(带虚拟语气,表“无论发生什么”)由 πρὸς τοῦτο(“对于此事”)承接。
