← 爱比克泰德

谈话录

§2.1.1-2.1.18

谨慎与自信的相容及对外部事物的恐惧

论者指出,若将谨慎与自信分别正当地施于意志之内与意志之外的事物,二者便能毫无矛盾地并存,并由此揭示了人们对死亡等外在事物产生恐惧的本末倒置。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ θαρρούντως πάντα ποιεῖν.1

哲学家们的主张在有些人看来或许显得离经叛道,但无论如何,让我们尽己所能考察一下,是否真有必要同时既谨慎又自信地去做一切事情。

§2.1.2

ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δʼ ἐναντία οὐδαμῶς συνυπάρχει.

因为谨慎在某种程度上似乎与自信截然相反,而相反的事物无论如何是不能并存的。

§2.1.3

τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παράδοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι· εἰ μὲν γὰρ πρὸς ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇ τʼ εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συνάγοντας.

然而,在此问题上令许多人觉得不可思议的事情,在我看来大致源于这样的缘由:如果我们要求对完全相同的事物既施以谨慎又施以自信,他们理所当然会谴责我们把不可调和之物强行拼凑在一起。

§2.1.4

νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτʼ ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δʼ ἀποδεδειγμένα, ὅτι ἡ οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ δʼ ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν οὔτε τὴν τοῦ ἀγαθοῦ, τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσιν ὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρετικά, ἐκεῖ ἡ εὐλάβεια;

但如今,所说的话到底有什么不可理喻之处呢?因为,如果这些被屡次言说、又被屡次论证的道理是成立的——即善的本质在于对表象的运用,恶的本质同样如此,而意志之外的事物既不具备恶的本性,也不具备善的本性——那么,如果哲学家们说:“在属于意志之外的事物上,当有你的自信;而在属于意志之内的抉择上,当有你的谨慎”,他们又提出了什么违背常理的主张呢?

§2.1.6

εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ· εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφʼ ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς ταῦτα τῷ θάρσει χρηστέον.

因为如果恶存在于不良的意志抉择中,那么唯有对待这些事物才值得运用谨慎;而如果意志之外、不在我们权能之内的事物与我们毫无干涉,那么对待这些事物就应当运用自信。

§2.1.7

καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα.

这样一来,我们便能同时既谨慎又自信,甚至对宙斯起誓,正是因为谨慎而变得自信。因为正是通过谨慎对待真正邪恶的事物,我们才得以对并非如此的事物无所畏惧。

§2.1.8

λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν·2 ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα· καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ θαρραλέα.

然而归根结底,我们遭受着鹿群一样的遭遇:当鹿群受惊而逃避飞鸟羽饰时,它们奔向何处,又退避到何处当作安全之所呢?奔向罗网;它们就这样颠倒了可怕之事与当自信面对之事,自取灭亡。

§2.1.9

οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρετικοῖς.

我们同样如此:我们在何处运用恐惧呢?在意志之外的事物上。我们又在何处满怀自信、仿佛毫无可怕之物一样行事呢?在意志抉择的事物上。

§2.1.10

ἐξαπατηθῆναι ἢ προπεσεῖν ἢ ἀναίσχυντόν τι ποιῆσαι ἢ μετʼ ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτοις εὐστοχῶμεν. ὅπου δὲ θάνατος ἢ φυγὴ ἢ πόνος ἢ ἀδοξία, ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον.

受骗、鲁莽冒进、行无耻之事、或怀着可耻的欲望去渴求某物,对我们来说毫无关系,只要我们在意志之外的事物上能得心应手。但只要死亡、流放、痛苦或恶名出现,那里便有退缩,那里便有惊恐失措。

§2.1.11

τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπονενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δʼ εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν μεστόν.

因此,正如那些在至关重要之事上犯错的人往往所做的那样,我们将本性中当自信者变成了鲁莽、绝望、狂妄与无耻,而将本性中谨慎与知耻者变成了懦弱、卑贱、满是恐惧与骚乱。

§2.1.12

ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπʼ αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν· ἂν δʼ ὅπου τὰ μὴ ἐφʼ ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ ἐπʼ ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται, ἀκαταστατήσει, ταραχθήσεται.

因为如果一个人将谨慎转移到意志抉择及其作为所在之处,只要他意欲谨慎,便会立刻拥有置于自己掌控之下的规避;但如果他将其置于不在我们权能之内且属于意志之外的事物上,将规避投向取决于他人的事物,他就必然会感到恐惧、惶惑无措、心神不宁。

§2.1.13

οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλʼ αἰσχρῶς θανεῖν.

因为可怕的不是死亡或痛苦,而是对痛苦或死亡的恐惧。正是因此,我们才赞美那位说过“死并不可怕,可耻地死才可怕”的人。

§2.1.14

ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν· νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν,3 πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ τὸ ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν.

因此,本应把自信投向死亡,而把谨慎投向对死亡的恐惧;如今却恰恰相反:对死亡施以逃避,而对关于死亡的判断却施以冷漠、轻率和不以为意。

§2.1.15

ταῦτα δʼ ὁ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ διʼ ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα διʼ οὐδὲν ἄλλο ἢ ὥσπερ καὶ τὰ παιδία πρὸς τὰς μορμολυκείας.

苏格拉底极明智地将这些称为吓唬小孩的偶人。因为正如假面因经验不足而让幼童感到可怕骇人一样,我们在事态面前遭遇类似的心态,完全不出幼童对待吓人面具的同一缘由。

§2.1.16

τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει.

幼童是什么?是无知。幼童是什么?是缺乏学习。因为凡是幼童知晓之处,他们在任何方面都不逊于我们。

§2.1.17

θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε· ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ νῦν, ὕστερον.

死亡是什么?是一个吓人的偶人。把它翻转过来端详一番:看啊,它并不咬人。这副卑微的躯体必须与那微弱的生息分离,正如它先前曾被分离那样,或在当下,或在将来。那么,若是当下,你为何愤怒不平呢?因为若不是当下,也是在将来。

§2.1.18

διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κόσμου· χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, τῶν δʼ ἠνυσμένων.

为何如此?为了让宇宙的循环得以完成;因为宇宙既需要当下的事物,也需要未来的事物,同样需要已经完成的事物。

语法注3 条
  1. 2.1.1εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ θαρρούντως πάντα ποιεῖν

    带定冠词的不定式短语 τὸ δεῖν... 在由连接词 εἰ 引导的间接疑问从句中充当主语,述谓形容词为 ἀληθές,整句意为“……之必要性是否为真”。

  2. 2.1.8λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν

    λοιπόν 原意为“剩下的”,在希腊化时期及通用希腊语(包括爱比克泰德的论著)中常作为副词性连词使用,意为“最终”、“于是”、“结果”。其后的 τὸ τῶν ἐλάφων 为 πάσχομεν 的同族/内宾格,表示“遭受属于鹿群的遭遇(落得和鹿一样的下场)”。

  3. 2.1.14νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν

    此处省略了由前一句的 ἐστράφθαι 引申出的及物动词(如 στρέφομεν,或 ἔχομεν/ποιούμεθα);τὴν φυγήν 充当其宾格对象,构成承前紧凑的对比句:“但如今恰恰相反,对死亡[我们采取了]逃避”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.1.1-2.1.18