← 爱比克泰德

谈话录

§1.30.1-1.30.7

面见权贵时对神的敬畏与教义温习

论者告诫在面见权贵时应铭记天上的神明胜过世间权贵,温习在学园所学的斯多亚教义;如此方能看清看似可畏的权柄与侍卫实则毫无重量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30.1

ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ.

当你走进去见某位权贵时,要记住还有另一位在天之上观看着所发生的一切,而你应当讨好那位,而不是这一位。

§1.30.2

ἐκεῖνος οὖν σου πυνθάνεται φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ; ἐγὼ ἀδιάφορα.

因此,那位向你垂询: “在学园里,你把流放、监禁、束缚、死亡和恶名称作什么?” “我称它们为无差别之物。”

§1.30.3

νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη; οὔ. σὺ οὖν ἠλλάγης; οὔ. λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα. τὰ ἀπροαίρετα. λέγε καὶ τὰ ἑξῆς.

“那么现在你把它们称作什么?难道那些东西变了吗?” “没有。” “那么是你变了吗?” “没有。” “那么你说说,什么是无差别之物?” “选择意志之外的事物。” “也说说接下来的道理。”

§1.30.4

ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ. λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει; προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν. τέλος δὲ τί; τὸ σοὶ ἀκολουθεῖν.

“选择意志之外的事物与我毫无干系。” “再说说,在你们看来什么是善?” “合宜的选择意志,以及对表象的正确运用。” “那么终极目的又是什么?” “跟随你。”

§1.30.5

ταῦτα καὶ νῦν λέγεις; ταὐτὰ καὶ νῦν λέγω. ἄπιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις.

“你现在也还是这么说吗?” “我现在也说完全相同的话。” “那么,你就满怀确信并谨记这些道理走进去吧;你将看到,一个在未受训练的人群中演练了合宜之事的青年是何等样貌。”

§1.30.6

ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ1 τὸ τοιοῦτον τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν;

指着诸神发誓,我料想你会经历这样的一幕: “我们为何为了微不足道的事情,做如此宏大而繁多的准备?

§1.30.7

τοῦτο ἦν2 ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δʼ ὡς μεγάλα παρεσκευαζόμην.

难道这就是权势吗?这就是门厅、侍从和佩剑的卫士吗?我听了那么多说教,难道就是为了应对这些吗?这些本是不值一提之物,而我却像对待重大之事那样做了准备。”

语法注2 条
  1. 1.30.6πείσῃ

    πάσχω(承受、经历)的将来中间态第二人称单数形式(来自 πείσομαι)。虽然形式上与 πείθω(说服)的虚拟态或将来中间态相同,但结合后文直接引语所表达的顿悟,此处带内容宾语,意为“你将经历这样的事”。

  2. 1.30.7τοῦτο ἦν

    未完成过去时 ἦν 在此处用作表示事实领悟的未完成过去时(philosophic imperfect),指面对眼前现实时顿悟“原来不过如此”。它并非表示过去的持续状态,而是对照此前严阵以待的恐惧心理,表现出看破真相后的释然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.30.1-1.30.7